Παρασκευή, 26 Οκτωβρίου 2012

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ

Ὢ τοῦ παραδόξου θαύματος! ἐν οὐρανῷ καὶ ἐν γῇ, ἀγαλλίαμα σήμερον, ἐν τῇ μνήμῃ ηὔγασται, Δημητρίου τοῦ Μάρτυρος, ἐκ τῶν Ἀγγέλων ἐπαίνοις στέφεται, καὶ ἐξ ἀνθρώπων ᾄσματα δέχεται. Ὢ οἷον ἤθλησε! πῶς καλῶς ἠγώνισται! δι' οὗ ἐχθρός, πέπτωκεν ὁ δόλιος, Χριστοῦ νικήσαντος.

Ὢ τοῦ παραδόξου θαύματος! ταῖς τῶν θαυμάτων βολαῖς, τοῦ ἡλίου φανότερον, εἰς ἀεὶ Δημήτριος, διαλάμπει τοῖς πέρασιν, ἐξ ἀνεσπέρου φωτὸς λαμπόμενος, καὶ τῷ ἀδύτῳ φωτὶ τερπόμενος· οὗ ταῖς ἑλλάμψεσι, νέφη ἀπηλάθησαν βαρβαρικά, νόσοι ἐδιώχθησαν, δαίμονες ἥττηνται.

Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ λογχευθείς, ὁ τρισμάκαρ Δημήτριος,πρὸς ἐχθροὺς ἑκάστοτε, ῥομφαία ὤφθη δίστομος, ἀποθερίζων ἐχθρῶν γαυρίαμα, καὶ καταράσσων δαιμόνων φρύαγμα. ᾯ ἐκβοήσωμεν, Ἅγιε Δημήτριε, σκέπε ἡμᾶς, σοῦ τὴν ἀεισέβαστον, μνήμην γεραίροντας.

Πύργος εὐσεβείας πέφηνας, ἐρηρεισμένος στερρῶς, ἐπὶ πέτραν τῆς πίστεως, πειρασμοῖς ἀνάλωτος, καὶ κινδύνοις ἀκλόνητος· μετὰ σφοδροῦ γὰρ σάλου καὶ κλύδωνος, σοὶ προσραγέντα ἀθέων κύματα, σὴν οὐ κατέβαλον, ἀκλινῆ στερρότητα· μαρτυρικῷ στέφει γὰρ ἐπόθησας, ἐγκαλλωπίζεσθαι.

Πάθει τὸ πάθος μιμούμενος, τὸ ζωηφόρον Χριστοῦ, παρ' αὐτοῦ τὴν ἐνέργειαν, τῶν θαυμάτων εἲληφας, Ἀθλοφόρε Δημήτριε, καὶ διασῴζεις τοὺς σοὶ προστρέχοντας, πολλῶν κινδύνων αὐτοὺς ῥυόμενος, ἔχων εὐάρεστον, παρρησίαν ἔνδοξε πρὸς τὸν Χριστόν, ᾧ καὶ νῦν παρίστασαι, δόξης πληρούμενος.

Αἵματι τῷ σῷ σταζόμενος, τῷ ζωοδότῃ Χριστῷ, τῷ τὸ αἷμα τὸ τίμιον, διὰ σὲ κενώσαντι, προσηνέχθης Δημήτριε, καὶ κοινωνὸν σε δόξης εἰργάσατο, καὶ βασιλείας αὐτοῦ συμμέτοχον, ὡς ἀριστεύσαντα, κατὰ τοῦ ἀλάστορος, καὶ τὰ δεινά, τούτου μηχανήματα, τελείως σβέσαντα.