Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 25 Ιουνίου 2012

ΛΥΕΙ ΤΟΥ ΖΑΧΑΡΙΟΥ ΤΗΝ ΣΙΩΠΗΝ

Λύει τοῦ Ζαχαρίου τὴν σιωπήν, γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐδὲ ἔπρεπε τὸν πατέρα σιωπᾶν, προελθούσης τῆς φωνῆς, ἀλλ' ὥσπερ ἀπιστηθεῖσαν, πρώην τὴν γλῶτταν ἔδησεν, οὕτω φανερωθεῖσαν, δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν· ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη, φωνὴ τοῦ Λόγου, καὶ φωτὸς Πρόδρομος, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σήμερον ἡ φωνὴ τοῦ Λόγου, τὴν φωνὴν δι' ἀπιστίαν κρατουμένην, λύει τὴν πατρικήν, καὶ τῆς Ἐκκλησίας ἐμφαίνει τὴν εὐτεκνίαν, δεσμὰ τῆς στειρώσεως λύονται μητρικά, ὁ λύχνος τοῦ φωτὸς προέρχεται, ἡ αὐγὴ τοῦ ἡλίου τῆς δικαιοσύνης, μηνύει τὴν ἔλευσιν, εἰς ἀνάπλασιν πάντων, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Θεοῦ Λόγου μέλλοντος ἐκ Παρθένου τίκτεσθαι, Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων προέρχεται, ὁ μέγας ἐν γεννητοῖς γυναικῶν, καὶ Προφήτου περισσότερος· ἔδει γάρ θείων πραγμάτων, παραδόξους εἶναι τὰς ἀρχάς, παρ' ἡλικίαν τὸ γόνιμον, καὶ ἄνευ σπορᾶς σύλληψις, ὁ ποιῶν θαυμάσια, εἰς σωτηρίαν ἡμῶν δόξα σοι.