Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 18 Μαρτίου 2012

ΔΕΥΤΕ ΠΙΣΤΟΙ ΤΟ ΖΩΟΠΟΙΟΝ ΞΥΛΟΝ ΠΡΟΣΚΥΝΗΣΩΜΕΝ

Δεῦτε πιστοὶ τὸ ζωοποιὸν Ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης ἑκουσίως χεῖρας ἐκτείνας ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὓς πρὶν ὁ ἐχθρός, δι΄ ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε. Δεῦτε πιστοὶ Ξύλον προσκυνήσωμεν, δι' οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις, ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην λαόν, κραταιῶς ὑποτάττοντες. Σὲ νῦν μετὰ φόβου, Χριστιανοὶ ἀσπαζόμεθα, καὶ τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες· Κύριε ὁ ἐν αὐτῷ προσπαγείς, ἐλέησον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως, καὶ Κύριος τῆς δόξης, τῷ Σταυρῷ προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται· χολῆς καὶ ὄξους γεύεται ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, στέφανον ἐξ ἀκανθῶν περιβάλλεται ὁ καλύπτων οὐρανὸν τοῖς νέφεσι , χλαῖναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνῃ χειρὶ ὁ τῇ χειρὶ πλάσας τὸν ἄνθρωπον,τόν νῶτον φραγγελοῦται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται ὀνειδισμοὺς καὶ κολαφισμοὺς, καὶ πάντα ὑπομένει δι' ἐμὲ τὸν κατάκριτον ὁ Λυτρωτής μου καὶ Θεὸς ἵνα σώσῃ Κόσμον ἐκ πλάνης ὡς εὔσπλαγχνος.
Σήμερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ προσιτός μοι γίνεται, καὶ πάσχει πάθη, ἐλευθερῶν με τῶν παθῶν, ὁ φῶς παρέχων τυφλοῖς ὑπὸ ἀνόμων χειλέων ἐμπτύεται, καὶ δίδωσι τὸν νῶτον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τοῦτον ἡ Ἁγνὴ καὶ Μήτηρ, ἐπὶ Σταυροῦ θεωροῦσα, ὀδυνηρῶς ἐφθέγγετο· οἴμοι Τέκνον ἐμόν! τί τοῦτο πεποίηκας; ὁ ὡραῖος κάλλει παρὰ πάντας βροτούς, ἄπνους ἄμορφος φαίνῃ, οὐκ ἔχων εἶδος οὐδὲ κάλλος· οἴμοι τὸ ἐμὸν φῶς! οὐ δύναμαι ὑπνοῦντα καθορᾶν σε· τὰ σπλάγχνα τιτρώσκομαι καὶ δεινή μοι ῥομφαία τὴν καρδίαν διέρχεται. Ἀνυμνῶ σου τὰ Πάθη, προσκυνῶ σου τὸ εὔσπλαγχνον, μακρόθυμε Κύριε δόξα σοι.
Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.