Τρίτη, 31 Μαΐου 2011

ΤΩ ΠΑΘΕΙ ΣΟΥ ΧΡΙΣΤΕ, ΠΑΘΩΝ ΗΛΕΥΘΕΡΩΘΗΜΕΝ...

Τῷ Πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ Ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν, Κύριε δόξα σοι.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα πάντας ἁγιάζον πιστούς.
Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ΑΝΑΣΤΗΤΩ Ο ΘΕΟΣ, ΚΑΙ ΔΙΑΣΚΟΡΠΙΣΘΗΤΩΣΑΝ ΟΙ ΕΧΘΡΟΙ ΑΥΤΟΥ

Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινὸν ἅγιον, Πάσχα μυστικόν. Πάσχα πανσεβάσμιον, Πάσχα, Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα πάντας ἁγιάζον πιστούς.
Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ' ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστὸν θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ ζωοδότου, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε τοῖς αὐτοῦ Μαθηταῖς.
Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον, ὥσπερ ἐκ παστοῦ ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

Ο ΤΥΦΛΟΣ ΓΕΝΝΗΘΕΙΣ, ΕΝ ΤΩ ΙΔΙΩ ΛΟΓΙΣΜΩ ΕΛΕΓΕΝ...

Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.
Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ Ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰάσαι ἴσχυσεν, ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ὅλον τὸν βίον ὁ Τυφλός, νύκτα λογιζόμενος, ἐβόησε πρὸς σὲ Κύριε· Ἀνοιξόν μου τὰς κόρας, Υἱὲ Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων κἀγώ, ὑμνήσω σου τὴν δύναμιν.
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον Τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ, ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι· Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.
Δικαιοσύνης Ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ΄ ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.
Ὁ διὰ σπλάγχνα ἐλέους σαρκωθείς, Χριστὲ ὁ Θεός, τὸν τοῦ φωτὸς ἐστερημένον, ἀπὸ μήτρας σπλάγχνοις ἀφάτοις οἰκτιρμῶν, λαμπηδόνος θείας κατηξίωσας, τούτου τὰς κόρας, πηλὸν τοῖς σοῖς πλαστουργοῖς δακτύλοις ἐπιχρίσας. Αὐτὸς καὶ νῦν φωτοπάροχε, καὶ ἡμῶν καταύγασον, τὰ τῆς ψυχῆς αἰσθητήρια, ὡς μόνος ἀφθονοπάροχος.
Τίς λαλήσει τὰς δυναστείας σου Χριστὲ; ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὡράθης ἐπὶ γῆς δι' ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις· οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.

ΤΟΝ ΤΩ ΠΑΤΡΙ ΣΥΝΑΝΑΡΧΟΝ

Τὸν τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον Λόγον, τὸν ἐκ παρθενικῆς νηδύος προελθόντα ἀφράστως, καὶ Σταυρὸν καὶ θάνατον δι' ἡμᾶς ἑκουσίως καταδεξάμενον καὶ ἀναστάντα ἐν δόξῃ, ὑμνήσωμεν λέγοντες· Ζωοδότα Κύριε δόξα σοι, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ΣΕ ΤΟΝ ΣΑΡΚΩΘΕΝΤΑ ΣΩΤΗΡΑ ΧΡΙΣΤΟΝ...

Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν· ὅτι Σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

ΤΗΝ ΠΑΓΚΟΣΜΙΟΝ ΔΟΞΑΝ, ΤΗΝ ΕΞ ΑΝΘΡΩΠΩΝ ΣΠΑΡΕΙΣΑΝ...

Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ἆσμα καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανὸς καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε, Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον, θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

ΕΥΦΡΑΝΘΗΤΕ ΟΥΡΑΝΟΙ, ΣΑΛΠΙΣΑΤΕ ΤΑ ΘΕΜΕΛΙΑ ΤΗΣ ΓΗΣ

Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην· ἰδοὺ γὰρ ὁ Ἐμμανουήλ, τὰς ἁμαρτίας ἡμῶν τῷ Σταυρῷ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε τὸν Ἀδὰμ ἀναστήσας ὡς φιλάνθρωπος.

Τὸν σαρκὶ ἑκουσίως σταυρωθέντα δι' ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες· Στήριξον ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Τῷ ζωοδόχῳ σου τάφῳ, παρεστῶτες οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι Σταυρὸν κατεδέξω καὶ θάνατον ἀναμάρτητε, ἵνα τῷ κόσμῳ δωρήσῃ τὴν Ἀνάστασιν, ὡς φιλάνθρωπος.

ΤΟΝ ΣΤΑΥΡΟΝ ΤΟΥ ΚΥΡΙΟΥ ΕΓΚΩΜΙΑΣΩΜΕΝ...

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν Ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκροὺς ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου καὶ ἰσχὺν Διαβόλου καὶ τοῖς ἐν ᾍδῃ φῶς ἀνέτειλε.

ΛΑΜΨΙΝ ΦΩΣΦΟΡΟΝ, ΚΑΤΑΛΑΜΨΑΣΑΝ ....Ο ΔΙΑ ΣΠΛΑΓΧΝΑ ΕΛΕΟΥΣ ΣΑΡΚΩΘΕΙΣ

Λάμψιν φωσφόρον, καταλάμψασαν θεώμενοι, προδήλως ἐν Σαββάτῳ, τῷ φωτοφόρῳ Τυφλῷ, οἱ νόμοις τοῖς Μωσέως ἐντεθραμμένοι, γνώμῃ τυφλώττουσιν, ὁρῶντες σκιᾷ, σκίασμα μὴ γνόντες τὸ συγκαλύπτον νόμους, ἐξ οὗ οὐκ εἶδον τὸν φωτουργόν, καὶ τὸν τῷ λόγῳ Σαββάτου δημιουργόν, τὸν ὀμματώσαντα Τυφλὸν τῇ ἀπονίψει, καὶ τῇ τοῦ πτύσματος καινῇ πηλεργασίᾳ, μεθ' οὗ μιγνύμενοι, Θεὸν αὐτὸν κατίδωμεν, τὴν ἐκτύφλωσιν Φαρισαίων ἐλέγχοντες ὁράσει, τῇ ἐκ τοῦ κρείττονος.
Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με.
Ὄρθρος ἀνίσχει, τῷ ἐν σκότει, διατρίβοντι, νυκτὸς ἀορασίας πολυωδύνῳ Τυφλῷ, ἐν ῥείθροις λουσαμένῳ, τὸ φῶς ὀμμάτων θείῳ κελεύσματι, πηγὴ Σιλωάμ· ὅθεν σελασφόρος καινότερος ὁρᾶται, ὁμίχλην σκότους νυκτοποιόν, τῶν νομικῶν διελέγχων Γραμματιστῶν, καὶ τὴν σκοτόμαιναν, τῆς τούτων ἀβλεψίας, ταῖς ἀναλάμψεσι φωτίζων ταῖς φωσφόροις, ἐξ ὧν ἡ τύφλωσις τοῦ πρὶν σκιώδους γράμματος, ὀμματοῦται ταῖς ἐκ τοῦ Λόγου, ἡμῖν παρεχομέναις, φαιδραῖς ἐλλάμψεσιν.
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου.
Ὕψους ἐπέβη φωτοφόρου ἐπιβάσεως, φωτὶ θεογνωσίας καταλαμφθεὶς ὁ Τυφλός, κἂν πρῴην ἐτυφλοῦτο ἐξ ἀμφοῖν τὸν φωτοδότην γνωρίζει καὶ φωτουργόν, τὸν ἀναλάμψαντα ἐκ τάφου τριημέρως, καὶ γῆν φαιδρύναντα αὐτοῦ τῇ Ἀναστάσει ἐξ ἧς ἐπέλαμψε, τὸ φῶς τῆς ἀναπλάσεως, τοῖς ἐν σκότει κεκρατημένοις, βροτοῖς δι' εὐσπλαγχνίαν καὶ μέγα ἔλεος.
Ὁ διὰ σπλάγχνα ἐλέους σαρκωθεὶς Χριστὲ ὁ Θεός, τὸν τοῦ φωτὸς ἐστερημένον ἀπὸ μήτρας σπλάγχνοις ἀφάτοις οἰκτιρμῶν, λαμπηδόνος θείας κατηξίωσας, τούτου τάς κόρας, πηλὸν τοῖς σοῖς πλαστουργοῖς δακτύλοις ἐπιχρίσας. Αὐτὸς καὶ νῦν φωτοπάροχε καὶ ἡμῶν καταύγασον τὰ τῆς ψυχῆς αἰσθητήρια, ὡς μόνος ἀφθονοπάροχος.

ΚΥΡΙΕ ΝΕΚΡΟΣ ΠΡΟΣΗΓΟΡΕΥΘΗΣ...

Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος, νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

ΔΙΑ ΤΟΥ ΤΙΜΙΟΥ ΣΟΥ ΣΤΑΥΡΟΥ ΧΡΙΣΤΕ

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.
Ὁ Κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ
περιεζώσατο.
Ὁ τὴν ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.
Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων κτίστης, διὰ φιλανθρωπίαν, σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ, ἐκ πλάνης ῥυσθέντες ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.
τῷ οἴκῳ σου πρέπει ἁγίασμα εἰς μακρότητα ἡμερῶν.
Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι Σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.
Δικαιοσύνης Ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ΄ ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.

ΤΙΣ ΛΑΛΗΣΕΙ ΤΑΣ ΔΥΝΑΣΤΕΙΑΣ ΣΟΥ ΧΡΙΣΤΕ

Τίς λαλήσει τὰς δυναστείας σου Χριστέ, ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὡράθης ἐπὶ γῆς δι' ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις· οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.

ΑΣΤΗΡ ΔΙΑΛΑΜΠΩΝ ΘΕΙΩ ΦΩΤΙ, ΤΩ ΤΗΣ ΑΛΗΘΕΙΑΣ ΑΝΕΔΕΙΧΘΗΣ ΜΑΡΤΥΡΙΚΩΣ

Ἀστὴρ διαλάμπων θείῳ φωτί, τῷ τῆς ἀληθείας ἀνεδείχθης μαρτυρικῶς, πάντας καταυγάζων τοὺς ἐν πίστει, εἰλικρινεῖ σε Ἑρμεία γεραίροντας.

Διόλου τῇ νεύσει τῇ πρὸς Θεόν, πάντων ἀλογήσας, τῶν ἐν βίῳ Μάρτυς σοφέ, μαρτύρων ὑπέδυς τοὺς ἀγῶνας, καὶ τὸν ἐχθρὸν καταρράσσων ἐνίκησας.

Ὡραῖος τὸ εἶδος καὶ τὴν ψυχήν, ὑπάρχων Ἑρμεία, ἐστρατεύθης τῷ Βασιλεῖ, τῷ ἐπουρανίῳ καὶ τοὺς τούτου, Μάρτυς εἰς τὸ τέλος ἐχθροὺς ἐταπείνωσας.

Μὴ θύσας εἰδώλοις Μάκαρ τοὺς σούς, ἐθλάσθης ὀδόντας, σιαγόνας τῶν νοητῶν, συνθλάσας λεόντων, καὶ τῆς νίκης, ἀναδησάμενος στέφος ἀμάραντον.

ΚΥΡΙΕ, ΕΣΦΡΑΓΙΣΜΕΝΟΥ ΤΟΥ ΤΑΦΟΥ ΥΠΟ ΤΩΝ ΠΑΡΑΝΟΜΩΝ

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον, ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Κύριε, αἱ γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σὲ τὸν Χριστόν, τὸν δι' ἡμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
Κύριε, ὥσπερ ἐξῆλθες, ἐσφραγισμένου τοῦ, τάφου, οὕτως εἰσῆλθες, καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Τίς λαλήσει τὰς δυναστείας σου Χριστε; ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὡράθης ἐπὶ γῆς δι' ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις. Οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.

ΤΑ ΠΛΗΘΗ ΤΩΝ ΠΤΑΙΣΜΑΤΩΝ ΜΟΥ ΠΑΡΙΔΕ ΚΥΡΙΕ Ο ΕΚ ΠΑΡΘΕΝΟΥ ΤΕΧΘΕΙΣ

Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος δέομαι, καὶ ἐλέησόν με.

ΧΑΙΡΕ ΑΓΙΟΝ ΟΡΟΣ, ΚΑΙ ΘΕΟΒΑΔΙΣΤΟΝ

Χαῖρε ἅγιον ὄρος, καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε, καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Η ΑΠΡΟΣΜΑΧΗΤΟΣ ΧΑΡΙΣ, ΤΟΥ ΔΥΝΑΜΟΥΝΤΟΣ ΣΕ....

Ἡ ἀπροσμάχητος χάρις, τοῦ δυναμοῦντός σε, ἐν ἀσθενείᾳ Μάρτυς, σοῦ τῆς φύσεως πᾶσι, τὴν δύναμιν δεικνύει· διὸ καὶ θνητῷ, σὲ ἐνίσχυσε σώματι, καταπαλαῖσαι τὸν ἄσαρκον κραταιῶς, καὶ λαβεῖν τὰ νικητήρια.

Ταῖς τῶν αἱμάτων ῥανίσι, τῆς ἀθεΐας τὸ πῦρ, Μεγαλομάρτυς σβέσας, τὴν Χριστοῦ Ἐκκλησίαν, κατήρδευσας πλουσίως, καὶ τῶν πιστῶν, τὰς καρδίας ἐφώτισας, τῶν εὐσεβῶς σου τιμώντων τὸ Ἱερόν, καὶ σεβάσμιον μνημόσυνον.

Ὡς ἀκαθαίρετος Πύργος, ταῖς προσβολαῖς τῶν ἐχθρῶν, οὐκ ἐσαλεύθης ὅλως, τὰς αὐτῶν δὲ καρδίας, συνέσεισας Ἑρμεία, καὶ τῷ μοχλῷ τῶν γενναίων ἀγώνων σου, ὡς εὐπερίτρεπτον τεῖχος, πάντων αὐτῶν, τὰ φρονήματα κατέαξας.

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ, ΚΑΙ ΤΗΣ ΓΗΣ ΚΑΤΕΠΛΑΓΗ ΤΑ ΠΕΡΑΤΑ...

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις, σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν

ΦΟΡΕΣΑΣ ΜΕ ΠΡΟΗΛΘΕ ΘΕΟΣ ΕΚ ΣΟΥ...

Φορέσας με προῆλθε Θεὸς ἐκ σοῦ, ἀφθαρσίας ἐνδύων με ἔνδυμα, τὸν πονηρᾷ, γνώμῃ γυμνωθέντα θείας στολῆς, Θεογεννῆτορ Δέσποινα, πάντων τῶν ἀνθρώπων καταφυγή, Μαρτύρων στεφηφόρων, κραταίωμα καὶ τεῖχος, καὶ τῶν Ἀγγέλων ἀγαλλίαμα.

ΑΝΑΒΛΕΨΑΣ ΟΡΑΤΑΙ ΤΥΦΛΟΣ ΤΩ ΠΤΥΣΜΑΤΙ...

Ἀναβλέψας ὁρᾶται Τυφλὸς τῷ πτύσματι, τοῦ τὴν βροτῶν διαρτίαν πρὶν πλαστουργήσαντος, μὴ ὁρῶν ἐκ γενετῆς τὸν μέγαν Ἥλιον· ὅθεν καὶ χάριτας Θεῷ, ἀναπέμπει ἐκ ψυχῆς, τὴν τούτου ἰδὼν εἰκόνα, καθ' ὁμοίωσιν πεπλασμένην, τοῦ τὴν εἰκόνα πλαστουργήσαντος.

ΛΑΜΠΕΙ ΣΗΜΕΡΟΝ Η ΜΝΗΜΗ ΤΩΝ ΑΘΛΟΦΟΡΩΝ

Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων· ἔχει γὰρ οὐρανόθεν ἀπαύγασμα, ὁ χορὸς τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει· διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΑΓΙΑ ΠΑΡΘΕΝΕ ΜΗΤΗΡ ΧΡΙΣΤΟΥ, ΜΑΡΤΥΡΩΝ Η ΔΟΞΑ...

Ἁγία Παρθένε Μήτηρ Χριστοῦ, Μαρτύρων ἡ δόξα, καὶ Ἀγγέλων ἡ χαρμονή, σὺν τούτοις δυσώπει τὸν Υἱόν σου, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι τοὺς δούλους σου.

ΚΥΡΙΕ, ΤΟΥΣ ΜΟΧΛΟΥΣ ΤΟΥΣ ΑΙΩΝΙΟΥΣ ΣΥΝΤΡΙΨΑΣ...

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΣΥΝΤΡΙΒΟΜΕΝΟΣ ΣΩΜΑ, ΜΑΡΤΥΣ ΠΑΝΑΟΙΔΙΜΕ

Συντριβόμενος σῶμα, Μάρτυς παναοίδιμε πολλαῖς κολάσεσι, συντριβὴν εἰργάσω, ἀπωλείας ξοάνων ἐν χάριτι· διὰ τοῦτο πάντων, τῶν εὐσεβῶν χάριτι θείᾳ, θεραπεύεις ψυχῶν τὰ συντρίμματα.

Πικροτάτων φαρμάκων, Μάκαρ καταπόσεσι μένεις ἀπήμαντος, εἰς βεβαίαν πίστιν, ἐκκαλούμενος τούτων τὸν πάροχον, μετακυλισθέντα, τῇ σῇ λαμπρᾷ θαυματουργίᾳ, μαρτυρίου πρὸς κλέος ὑπέρλαμπρον.

Οὐδαμῶς παρετράπης, στάσεως τῆς κρείττονος Μακαριώτατε, τὸν κρατύνοντά σε, καὶ στηρίζοντα καὶ κατευθύνοντα, τὰς κινήσεις πάσας, τὰς πρὸς αὐτόν σου γινομένας, προορώμενος γνώμης εὐθύτητι.

ΚΟΣΜΟΣ ΕΧΡΗΜΑΤΙΣΑΣ, ΤΩΝ ΑΘΛΗΤΩΝ ΣΟΦΕ...

Κόσμος ἐχρημάτισας, τῶν ἀθλητῶν Σοφὲ χάριτι, θεολαμπής· ὅθεν οἱ ἐν κόσμῳ, εὐσεβῶς σε γεραίρομεν.

Αἶνον τῷ Θεῷ ἡμῶν, τὰς σιαγόνας σου θλώμενος, Μάρτυς σοφέ, τῷ σὲ δυναμοῦντι, εὐχαρίστως ἀνέμελπες.

Ῥώμῃ θείου Πνεύματος, σὺ κρατυνόμενος Πάνσοφε, τὸν δυνατόν, χαίρων ἐν κακίᾳ, ἐταπείνωσας δράκοντα.

ΙΔΕΙΝ ΚΑΤΗΞΙΩΘΗΣ ΑΠΟΛΥΘΕΙΣ, ΤΗΣ ΣΑΡΚΟΣ ΑΘΛΟΦΟΡΕ...

Ἰδεῖν κατηξιώθης ἀπολυθείς, τῆς σαρκὸς ἀθλοφόρε πανεύφημε, τὰ ἀγαθά, ἅπερ προητοίμασέ σοι Θεός, καὶ τοῖς σὺν σοὶ ἀθλήσασι, καὶ καταβαλοῦσι τὸν πονηρόν, μεθ' ὧν ἡμᾶς σωθῆναι, τὸν Κύριον δυσώπει, Μάρτυς Ἑρμεία ἀξιάγαστε.

Ὡραῖόν σου τὸ εἶδος καὶ πρὸ τῆς σῆς, ἐναθλήσεως ὃν ὡραιότερον, ὤφθη Σοφέ, μετὰ τοὺς ἀγῶνας τοὺς θαυμαστούς, ἀγγελικῇ λαμπρότητι, κατηγλαϊσμένον περιφανῶς· διὸ καὶ πρὸς ὡραίους, ἀνέδραμες νυμφῶνας, νίκης στεφάνοις καλλυνόμενος.

Στρατείας ἀλογήσας τῆς ἐπὶ γῆς, Βασιλεῖ οὐρανίῳ ἐστράτευσαι, Μάρτυς σοφέ, οὗ τῇ δυναστεία τῇ κραταιᾷ, τὰς τῶν δαιμόνων φάλαγγας, πάσας ἐξηφάνισας κραταιῶς, καὶ νίκης τοὺς στεφάνους, νομίμως ἀνεπλέξω, ὑπὲρ ἡμῶν πρεσβεύων πάντοτε.

Ἡ μνήμη σου ἐπέστη ἡ φωταυγής, τὰς ἡμῶν διανοίας φωτίζουσα, μαρμαρυγαῖς, τῶν ἀγωνισμάτων σου τῶν στερρῶν, ἐν ᾗ παρακαλοῦμέν σε. Ἔχων παρρησίαν πρὸς τόν Χριστόν, ἱκέτευε ἀπαύστως, τυχεῖν ἡμᾶς ἐλέους, ἐν τῇ ἡμέρᾳ τῆς ἐτάσεως.

ΩΣ ΑΣΤΕΡΑ ΜΕΓΙΣΤΟΝ, ΤΗ ΟΙΚΟΥΜΕΝΗ, Ο ΧΡΙΣΤΟΣ ΣΕ ΕΔΕΙΞΕ, ΦΩΤΑΓΩΓΟΥΝΤΑ ΤΟΥΣ ΠΙΣΤΟΥΣ...

Ὡς ἀστέρα μέγιστον, τῇ οἰκουμένῃ, ὁ Χριστὸς σε ἔδειξε, φωταγωγοῦντα τοὺς πιστούς, ταῖς τῶν ἀγώνων σου λάμψεσι, Μάρτυς Ἑρμεία, Ἀγγέλων συνόμιλε.

ΕΙΣ ΘΕΟΝ ΑΤΕΝΙΖΩΝ, ΤΟΝ ΔΥΝΑΜΕΝΟΝ ΣΩΖΕΙΝ

Εἰς Θεὸν ἀτενίζων, τὸν δυνάμενον σῴζειν νοὸς εὐθύτητι, ὑπήνεγκας τους πόνους, Ἑρμεία τοὺς γενναίους, ἀναμέλπων τοῦ σώματος, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ῥαντισμῷ τῶν αἱμάτων, τὴν πυρὰν κατασβέσας τῆς ἀθεότητος, τὴν φλόγα ὑπεισῆλθες, ἐφλέχθης δὲ οὐδόλως, ἀναμέλπων πανόλβιε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Μακαρίζει σε πᾶσα, Ἐκκλησία ὁρῶσα τὰς ἀριστείας σου, τὴν χάριν τῶν θαυμάτων, τῆς νίκης τὰ βραβεῖα, ἃ παρέσχε σοι Κύριος, Ἑρμεία Μάρτυς σοφέ, λαμπρῶς ἠγωνισμένῳ.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΕΡΜΕΙΟΥ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου.
Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου.
Στίχοι
Βάπτεις σεαυτὸν κογχύλῃ σῶν αἱμάτων,
Ἑρμεία, τμηθεὶς· ὢ βαφῆς ἀνεκπλύτου!
Ἑρμείαν τριακοστῇ ἄορ κατέκτανε πρώτῃ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δευτέρα, 30 Μαΐου 2011

Ο ΤΥΦΛΟΣ ΓΕΝΝΗΘΕΙΣ, ΕΝ ΤΩ ΙΔΙΩ ΛΟΓΙΣΜΩ ΕΛΕΓΕΝ...

Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.
Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ Ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰάσαι ἴσχυσεν; ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ὅλον τὸν βίον ὁ Τυφλός, νύκτα λογιζόμενος ἐβόησε πρὸς σὲ Κύριε· Ἀνοιξόν μου τὰς κόρας, Υἱὲ Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων κἀγὼ ὑμνήσω σου τὴν δύναμιν.
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον Τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ, ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι· Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ, Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε, Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος. Τότε τὸν βυθόν ἐπέζευσεν, ἀβρόχως Ἰσραήλ, νῦν δέ, τὸ Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ την πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος· ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.

ΛΑΜΨΙΝ ΦΩΣΦΟΡΟΝ, ΚΑΤΑΛΑΜΨΑΣΑΝ ΘΕΩΜΕΝΟΙ, ΠΡΟΔΗΛΩΣ ΕΝ ΣΑΒΒΑΤΩ ΤΩ ΦΩΤΟΦΟΡΩ ΤΥΦΛΩ

Λάμψιν φωσφόρον, καταλάμψασαν θεώμενοι, προδήλως ἐν Σαββάτῳ τῷ φωτοφόρῳ Τυφλῷ οἱ νόμοις τοῖς Μωσέως ἐντεθραμμένοι, γνώμῃ τυφλώττουσιν, ὁρῶντες σκιᾷ, σκίασμα μὴ γνόντες τὸ συγκαλύπτον νόμους, ἐξ οὗ οὐκ εἶδον τὸν φωτουργὸν καὶ τὸν τῷ λόγῳ Σαββάτου δημιουργόν, τὸν ὀμματώσαντα Τυφλὸν τῇ ἀπονίψει, καὶ τῇ τοῦ πτύσματος καινῇ πηλεργασίᾳ, μεθ' οὗ μιγνύμενοι, Θεὸν αὐτὸν κατίδωμεν, τὴν ἐκτύφλωσιν Φαρισαίων ἐλέγχοντες ὁράσει, τῇ ἐκ τοῦ κρείττονος.
Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με.
Ὄρθρος ἀνίσχει τῷ ἐν σκότει διατρίβοντι, νυκτὸς ἀορασίας πολυωδύνῳ Τυφλῷ ἐν ῥείθροις λουσαμένῳ, τὸ φῶς ὀμμάτων θείῳ κελεύσματι, πηγῇ Σιλωάμ· ὅθεν σελασφόρος καινότερος ὁρᾶται, ὁμίχλην σκότους νυκτοποιόν, τῶν νομικῶν διελέγχων Γραμματιστῶν, καὶ τὴν σκοτόμαιναν, τῆς τούτων ἀβλεψίας ταῖς ἀναλάμψεσι φωτίζων ταῖς φωσφόροις, ἐξ ὧν ἡ τύφλωσις τοῦ πρὶν σκιώδους γράμματος, ὀμματοῦται ταῖς ἐκ τοῦ Λόγου, ἡμῖν παρεχομέναις φαιδραῖς ἐλλάμψεσιν.
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου.
Ὕψους ἐπέβη, φωτοφόρου ἐπιβάσεως, φωτὶ θεογνωσίας καταλαμφθεὶς ὁ Τυφλός, κἂν πρῴην ἐτυφλοῦτο ἐξ ἀμφοῖν, τὸν φωτοδότην γνωρίζει καὶ φωτουργὸν τὸν ἀναλάμψαντα ἐκ τάφου τριημέρως, καὶ γῆν φαιδρύναντα αὐτοῦ τῇ Ἀναστάσει, ἐξ ἧς ἐπέλαμψε, τὸ φῶς τῆς ἀναπλάσεως τοῖς ἐν σκότει κεκρατημένοις, βροτοῖς, δι' εὐσπλαγχνίαν καὶ μέγα ἔλεος.
Δικαιοσύνης Ἥλιε νοητέ, Χριστὲ ὁ Θεὸς ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ' ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι. Πολλή σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.

Ο ΤΗΝ ΑΝΑΣΤΑΣΙΝ

Ὁ τὴν ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης, Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε.

ΣΤΟΜΑΤΙ ΚΑΙ ΨΥΧΗ ΚΑΙ ΝΟΪ, ΤΟΝ ΕΚ ΧΟΟΣ ΠΛΑΣΤΟΥΡΓΙΚΩΣ....

Στόματι καὶ ψυχὴ καὶ νοΐ, τὸν ἐκ χοὸς πλαστουργικῶς καὶ τοῦ πτύσματος, ὀμμάτων τὰς κόρας δόντα, καὶ τὸν κοινὸν φωτισμόν, ὁ τὸ πρὶν τυφλώττων ὡμολόγησε, κτισμάτων παγκόσμιον, προβολέα καὶ πρύτανιν, δι' οἶκτον μόνον, βροτωθέντα τοῦ πλάσματος, καὶ ἐκήρυττεν, ὡς Θεὸν παντοδύναμον· οὗ Γραμματεῖς τὸν ζῆλον, καὶ τὴν πρὸς τούτους διάλεξιν, ὅλως μὴ φέροντες βλέπειν, ἀποσυνάγωγον κρίνουσι, τυφλώττοντες πλέον, τοῦ ποτὲ τυφλοῦ τὰς κόρας, ψυχῇ καὶ σώματι.
Τρόπαιον ἀριστείας τυφλός, κατὰ βλεπόντων κατὰ κράτος ἐξήρατο· τὸν Κτίστην καὶ γὰρ τὸν τούτου, καὶ πλαστουργὸν τοῦ παντός, καὶ τυφλὸς ὑπάρχων ἐθεάσατο, ἰδὼν τὴν ὀμμάτωσιν, τὴν πλασθεῖσαν ἐκ πτύσματος, καὶ ταύτῃ μόνῃ, ἐπιγνοὺς τὸν φωτίσαντα, καὶ Υἱὸν Θεοῦ, καὶ Δεσπότην παγκόσμιον· ὃν οἱ ὁρῶντες φθόνου, κακίᾳ τυφλώττοντες, ὅλως οὐκ εἶδον, καὶ ταῦτα, πολλαπλασίονα βλέποντες, ἐκ τούτου θαυμάτων, ἐνεργείας παραδόξους, μόνοις τοῖς ῥήμασιν.
Ὕποπτος Γραμματεύσι τυφλοῖς, ὀμματωθεὶς ὁ πρὶν τυφλώττων τεθέαται ὡς τάχα μηδόλως βλέπων, ἀλλὰ ψευδῶς τὸ ὁρᾶν, τοῦ Σωτῆρος χάριν προσποιούμενος, τυφλώττειν ἐθέλουσι, σκοτασμοῖς τοῖς τοῦ γράμματος, ἐν οἷς ἐκλάμπει, ὁ γλυκὺς Χριστὸς Ἥλιος, σαββατούργησιν, καινουργὸν διαπράξας μοι, ὃς τὸ σκιῶδες τούτου, φωτουργῶν καὶ τὸ κάλυμμα, αἴρων τὸ φῶς τὸ ἐν τούτοις, τοῖς πρὶν τυφλοῖς ἐχορήγησε, καὶ νῦν καθορῶντες τὸν τῶν φώτων παροχέα, κόσμῳ κηρύττουσι.
Δικαιοσύνης Ἥλιε νοητὲ Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ' ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε δόξα σοι.

ΤΥΦΛΩΣΙΣ ΩΦΘΗ, Ο ΤΥΦΛΟΣ ΤΟΙΣ ΤΑΧΑ ΒΛΕΠΟΥΣΙ, ΣΚΟΤΙΖΩΝ ΚΑΙ ΤΑΣ ΦΡΕΝΑΣ

Τύφλωσις ὤφθη, ὁ Τυφλὸς τοῖς τάχα βλέπουσι, σκοτίζων καὶ τὰς φρένας, καὶ τὰς ψυχάς, καὶ τὸν νοῦν, τὴν τούτου θεωροῦσιν ἄωρον βλέψιν, καὶ φωνήσαντες ἠρώτων δεινῶς· Πῶς ἄρτι ὁρᾶσαι, ὡς εἷς τῶν φῶς ὁρώντων, τυφλὸς ὑπάρχων ἐκ γενετῆς, καὶ προκαθήμενος τρίβοις, καὶ προσαιτῶν. Ὅθεν ὑπέδειξε τὸν τὸ φῶς χορηγοῦντα, καὶ πλαστουργήσαντα τὰ φῶτα ἐν τῷ κόσμῳ, ἐξ ὧν κηρύττεται, Υἱὸς Θεοῦ προάναρχος, ἐπ' ἐσχάτων ἐκ τῆς Παρθένου βροτὸς φανείς, δι' οἶκτον ἐκ θείου Πνεύματος.
Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.
Ὥσπερ φορτίον, καὶ γεῶδες ἀχθοφόρημα, ὡρᾶτο τοῖς ἐν κόσμῳ, περιπατῶν ὁ Τυφλός, καὶ ἐν ταῖς πλατείαις πόδας συντρίβων, τάχα ὡς ὅρασιν τὴν ῥάβδον πλουτῶν· ὅθεν καταφεύγει πρὸς τὸν φωτοδότην, ἐξ οὗ λαμβάνει τὸ φῶς ὁρᾶν, καὶ ὀφθαλμοῖς αὐτοῦ βλέπειν τὸν ποιητήν, τὸν καθ' ὁμοίωσιν αὐτοῦ καὶ κατ' εἰκόνα, δημιουργήσαντα τὴν φύσιν τῶν ἀνθρώπων, ἐκ γῆς τὸ πρότερον, καὶ νῦν χοῒ καὶ πτύσματι, καταυγάσαντα τούτου τὰς κόρας, καὶ δόντα φιλανθρώπως βλέπειν τὸν ἥλιον.
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου.
Σύμμορφον εἶδε, τῆς ἀνθρώπων διαπλάσεως, τὸν Λόγον τὸν πατρῷον, τὸ φῶς ἰδὼν ὁ Τυφλός, ἐξ οὗ καὶ τὸν φωσφόρον καὶ ἡμεράρχην, ἔβλεψεν Ἥλιον, ὡς ἄλλοι βροτοί, χαίρων τῇ ὁράσει τῇ καινοπρεπεστέρᾳ, δι' ἧς ὠράθη εὐθυπορῶν, καὶ ἀπροσκόπτως βαδίζων τὰς ἀτραπούς· καὶ φωτίσαντα Υἱὸν Θεοῦ γνωρίζων, ἐνανθρωπήσαντα δι' ἄκραν εὐσπλαγχνίαν, καὶ ὃ ἦν μείναντα, Θεὸν βροτὸν γενόμενον, καὶ λαβόντα ὃ οὐχ ὑπῆρχεν, ἀσύγχυτόν τε τηροῦντα τὴν τούτου ἕνωσιν.
Κύριε παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς, οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτου, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ νιψάμενος ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.

ΕΓΚΡΑΤΕΙΑΣ ΤΟΙΣ ΒΕΛΕΣΙ, ΤΟΝ ΕΧΘΡΟΝ ΕΤΡΑΥΜΑΤΙΣΑΣ..

Ἐγκρατείας τοῖς βέλεσι, τὸν ἐχθρὸν ἐτραυμάτισας, καὶ τὰς τούτου φάλαγγας ἐξεπόρθησας· διὸ τῆς νίκης ἀπέλαβες, βραβεῖα Μακάριε, παρ' αὐτοῦ τοῦ κραταιῶς, σὲ Χριστοῦ ἐνισχύσαντος, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Θεωρίας τῆς κρείττονος, ἐπιβὰς Παμμακάριστε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν τῷ σώματι, παρεῖδες καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω ἀοίδιμε, θείῳ Πνεύματι, ὁδηγούμενος Πάτερ μοναζόντων, ὁδηγὸς κανὼν καὶ τύπος, ὤφθης καὶ πίστει περίδοξος.

Τῶν χαρίτων τοῦ Πνεύματος, ταῖς ἐνθέοις ἐλλάμψεσι, φαιδρυνθεὶς θεόπνευστε, Ἰσαάκιε, φωστὴρ ἐδείχθης τοῖς πέρασιν, ὀδύνας κακώσεων, καὶ τὸ σκότος τῶν παθῶν, ἀπελαύνων πρεσβείαις σου, καὶ ῥυόμενος, νοσημάτων παντοίων καὶ κινδύνων, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

ΗΡΘΗΣ ΠΡΟΣ ΥΨΟΣ ΑΠΑΘΕΙΑΣ...ΙΣΑΑΚΙΕ,... Ο ΘΕΟΣ ΕΥΛΟΓΗΤΟΣ ΕΙ

Ἤρθης πρὸς ὕψος ἀπαθείας· ἐμιμήσω γὰρ ἐν σώματι Ἀγγέλους, ἀϊδίου τρυφῆς, μέτοχος ἀνεδείχθης, ἀναβοῶν Μακάριε· ὁ Θεὸς εὐλογητὸς εἶ.

Λάμπων ἀκτῖσι θεωρίας, διεσκέδασας δαιμόνων ἐπιθέσεις, καὶ τῆς τούτων πολλούς, κακώσεως ἐρρύσω, κραυγάζοντας Ἰσαάκιε, ὁ Θεὸς εὐλογητὸς εἶ.

ΤΟΝ ΣΤΑΥΡΟΝ ΤΟΥ ΚΥΡΙΟΥ ΕΓΚΩΜΙΑΣΩΜΕΝ...

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν Ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν Διαβόλου, καὶ τοῖς ἐν ᾍδῃ φῶς ἀνέτειλε.

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΟΑΙΣ...

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τῆς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι· Θεόκτιστε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΣΑΑΚΙΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἰσαακίου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων.
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσαακίου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων.
Στίχοι
Ψήφῳ Θεοῦ πρὸς θεῖον ἤρθη χωρίον,
Γῆς, Ἰσαάκιος ἐκλιπὼν τὸ χωρίον.
Θεῖον Ἰσαάκιον μόρος εἷλεν ἑνὶ τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νατάλιος ξίφει τελειοῦται.

Ὁ ὅσιος Βαρλαὰμ ἐν εἰρήνῃ τελειοῦται.

Οἱ ἅγιοι νεομάρτυρες Ῥωμανὸς καὶ Μελέτιος, ξίφει τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κυριακή, 29 Μαΐου 2011

ΟΜΜΑ ΟΛΟΜΕΛΙΑΣ ΒΡΟΤΩΝ, ΚΑΙ ΟΦΘΑΛΜΟΥΣ ΤΟΥ ΚΟΣΜΙΚΟΥ ΤΟΥΤΟΥ ΣΩΜΑΤΟΣ

Ὄμμα ὁλομελίας βροτῶν, καὶ ὀφθαλμοὺς τοῦ κοσμικοῦ τούτου σώματος, ὑπάρχων Θεὲ καὶ Λόγε, καὶ τῶν ὀμμάτων καινός, δημιουργὸς καὶ πλάστης γνωριζόμενος, καὶ νῦν ἐκ τοῦ κράματος, τοῦ χοὸς καὶ τοῦ πτύσματος Τυφλὸν ἀρρήτως, ὀμματοῖς ἐν δακτύλοις σοῖς, καταπλάττουσι, καὶ πηλὸν καὶ τὴν ὅρασιν, ἧς καὶ τυχὼν ὁ πρίν, ἐν γεννητοῖς γνωριζόμενος, ἥλιον ὅλως μὴ βλέπων, σὲ τὸν γλυκὺν ὁρᾷ Ἥλιον, ἰδὼν τὴν εἰκόνα, τοῦ ἡμᾶς δι' εὐσπλαγχνίαν, ἄφατον πλάσαντος.
Μέλη καὶ διαρτίαν πλουτῶν, τῆς τῶν βροτῶν σωματικῆς ὀργανώσεως, ὁ πρῴην τυφλὸς ἐκ μήτρας, τῆς μητρικῆς προελθών, ὡς μηδὲ τὴν πλάσιν εἶναι ᾤετο, ὀμμάτων τὴν στέρησιν, εὐπορήσας ἀνόθευτον, ἐξ ἧς τοὺς πόδας, καὶ τὰ πλείω τοῦ σώματος, τοῖς προσκρούσμασι, τοῖς τῶν λίθων ἐξήρθρωτο· ὃς διὰ σοῦ καὶ τοῦτον, τὸν πλουτισμόν ἐπικτώμενος, βλέπει τὸ φῶς τὸ τοῦ κόσμου, καὶ τὸν τῶν φώτων σε πρύτανιν, Θεὸν καὶ Δεσπότην, τῶν κτισμάτων καταγγέλλει κτίστην παγκόσμιον.
Ὕποπτος Γραμματεῦσι τυφλοῖς, ὀμματωθεὶς ὁ πρὶν τυφλώττων τεθέαται, ὡς τάχα μηδόλως βλέπων, ἀλλὰ ψευδῶς τὸ ὁρᾶν, τοῦ Σωτῆρος χάριν προσποιούμενος, τυφλώττειν ἐθέλουσι, σκοτασμοῖς τοῖς τοῦ γράμματος, ἐν οἷς ἐκλάμπει, ὁ γλυκὺς Χριστὸς Ἥλιος, σαββατούργησιν, καινουργὸν διαπράξας μοι, ὃς τὸ σκιῶδες τούτου, φωτουργῶν καὶ τὸ κάλυμμα αἴρων τὸ φῶς τὸ ἐν τούτοις, τοῖς πρὶν τυφλοῖς ἐχορήγησε, καὶ νῦν καθορῶντες, τὸν τῶν φώτων παροχέα, κόσμῳ κηρύττουσι.
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγὼ δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγὼ δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ΄ ἐμὲ καὶ ἐλέησόν με.

ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΥΦΛΟΥ

ΡΕΙΘΡΟΝ ΜΟΙ ΔΩΡΗΣΑΙ ΧΡΙΣΤΕ

Ῥεῖθρόν μοι δώρησαι Χριστέ, σοφίας τῆς ἀρρήτου, καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων ὁδηγέ, ἵνα διηγήσωμαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου τῆς εἰρήνης, δηλονότι, τὴν τοῦ Τυφλοῦ θαυματοποιΐαν, ὅτι ἐκ γενετῆς τυφλὸς ὑπάρχων, ὀφθαλμοὺς τοὺς αἰσθητοὺς ἀπολαμβάνει, καὶ τοὺς τῆς ψυχῆς, ἐν πίστει ἀνακραυγάζων· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

ΑΙΓΛΗ ΠΑΡΘΕΝΙΑΣ ΛΑΜΠΟΥΣΑ, ΘΕΟΔΟΣΙΑ ΣΕΜΝΗ

Αἴγλῃ παρθενίας λάμπουσα, Θεοδοσία σεμνή, καὶ πορφύραν δι' αἵματος, μαρτυρίου πάνσοφε, βεβαμμένην λαμπρότατα, περιθεμένη καὶ ὑπερκόσμιον, Χριστοῦ νυμφῶνα κατασκηνώσασα, κόρη πανάμωμε, συγχορεύεις τάξεσιν, Ἀγγελικαῖς, ὄντως ἀκατάλυτον, χορείαν ἔνδοξε.

Μάρτυς παρθένε πανεύφημε, Θεοδοσία Χριστόν, ὁλοκλήρως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, αἰκιζομένη διὰ τὸν σὸν ἐραστήν, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν· Ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ἧς πρὸς γῆν, ὄντως καταβέβληκας, τὸν ὑπερήφανον.

Κάλλει ψυχῆς τε καὶ σώματος, κεκοσμημένη φαιδρῶς, τῷ Χριστῷ προσενήνεξαι, τὸν τῆς δόξης στέφανον, παρ᾽ αὐτοῦ ἀναδήσασθαι, Θεοδοσία Μάρτυς πανένδοξε, καὶ βασιλείας σαφῶς διάδημα, ὄντως πολύτιμον, ἐπαξίως δέδεξαι, σῇ κορυφῇ, νύμφη παναμώμητος, φανεῖσα πάνσοφε.

ΤΟΙΣ ΠΟΝΟΙΣ ΖΩΗΝ

Τοῖς πόνοις ζωήν, τὴν ἄπονον κεκλήρωσαι, τοῖς αἵμασι δέ, τὸν Λέοντα ἀπέπνιξας, τὸν ἐχθρὸν τὸν βέβηλον, Ἐκκλησίας Χριστοῦ πανεύφημε, καὶ αὐτῷ συγχαίρουσα νῦν, δυσώπει ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΚΥΡΙΑΚΗ ΕΚΤΗ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἕκτῃ ἀπὸ τοῦ Πάσχα, τὸ εἰς τὸν ἐκ γενετῆς Τυφλὸν ἑορτάζομεν, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, θαῦμα.
Στίχοι
Φωτὸς χορηγός, ἐκ φάους πλέον φάος,
Τὸν ἐκ γενετῆς ὀμματοῖς Τυφλόν, Λόγε.

Τῷ ἀπείρῳ ἐλέει σου, φωτοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΘΕΟΔΟΣΙΑΣ...

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας.
Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας.
Στίχοι
Πνίγει θαλάσσης Θεοδοσίαν ὕδωρ,
Τρέφει δὲ Χριστὸς εἰς ἀναψυχῆς ὕδωρ.
Εἰκάδι Θεοδοσίην ἐνάτῃ πέφνε ῥεῦμα θαλάσσης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Θεοδοσίας τῆς Κωνσταντινουπολιτίσσης.
Στίχοι
Κέρας κριοῦ κτεῖνάν σε, Θεοδοσία,
Ὤφθη νέον σοι τῆς Ἀμαλθείας κέρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὀλβιανοῦ, Ἐπισκόπου πόλεως Ἀνέου.
Στίχοι
Τὸν Ὀλβιανὸν μάλα ὄλβιον λέγω,
Ὑπὲρ Θεοῦ θανόντα τοῦ πανολβίου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς Ἀμήν.

Σάββατο, 28 Μαΐου 2011

ΜΝΗΣΘΗΣΟΜΑΙ ΤΟΥ ΟΝΟΜΑΤΟΣ ΣΟΥ ΕΝ ΠΑΣΗ ΓΕΝΕΑ ΚΑΙ ΓΕΝΕΑ...

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χαίροις, τῶν Προφητῶν ἡ σφραγίς, τῶν θεηγόρων Ἀποστόλων τὸ κήρυγμα· Θεὸν γὰρ τὸν ὄντως ὄντα, σεσαρκωμένον ἡμῖν, ὑπὲρ νοῦν καὶ λόγον ἀπεκύησας, δι' οὗ τήν ἀρχαίαν, ἀπολαβόντες εὐγένειαν, καὶ Παραδείσου, τῆς τρυφῆς ἀπολαύοντες, σὲ τὴν πρόξενον, τῆς τοιαύτης λαμπρότητος, ὕμνοις καταγεραίρομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, σὲ Παναγία πλουτοῦντες, τῆς ἀϊδίου ἐντεύξεως, ζωῆς τοῦ Υἱοῦ σου, διανέμοντος πλουσίως τὸ μέγα ἔλεος.
Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Χαίροις ὁ λογικὸς οὐρανός, ἐν ᾧ Θεὸς σωματωθείς κατεσκήνωσεν, ἡ στάμνος τοῦ θείου μάννα, ἡ τοῦ Ἡλίου λαμπάς, τοῦ Θεοῦ τὸ ὄρος τὸ κατάσκιον, παστὰς θεοχώρητος, ζωοπάροχε τράπεζα, χρυσὴ λυχνία, φωτοφόρε Παράδεισε, βάτε ἄφλεκτε, κιβωτὲ ἁγιάσματος, κλῖμαξ ἡ ἐπουράνιος, νεφέλη ἡ ἔμψυχος, ῥάβδος ἐκ ῥίζης Παρθένε, τοῦ Ἰεσσαὶ ἡ βλαστήσασα, Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.
Χαίροις ἡ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνερμηνεύτως συλλαβοῦσα πανάμωμε, καὶ τοῦτον τεκοῦσα, σάρκα, τὴν καθ΄ημᾶς ἀληθῶς, ἐκ τῶν σῶν αἱμάτων προσλαβόμενον, ψυχὴν νοεράν τε, καὶ αὐτεξούσιον ἔχοντα· ἀνελλιπῶς γάρ, τὸν Ἀδὰμ ἐνδυσάμενος, διεσώσατο, ἀναπλάσας τὸν ἄνθρωπον· ὅθεν ἐν δύο φύσεσιν, ἡμῖν καταγγέλλεται τῶν ἑκατέρων δεικνύων, ἐν ἑαυτῷ τὴν ἐνέργειαν, Χριστός, ὃν δυσώπει, τοῖς ὑμνοῦσί σε δοθῆναι τὸ μέγα ἔλεος.
Δικαιοσύνης ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ´ ἄμφω καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.

ΔΙΑ ΤΟΥ ΤΙΜΙΟΥ ΣΟΥ ΣΤΑΥΡΟΥ ΧΡΙΣΤΕ, ΔΙΑΒΟΛΟΝ ΗΣΧΥΝΑΣ, ΚΑΙ ΔΙΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ ΣΟΥ

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.
Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.
Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ Φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοι.
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.
Τὴν θεοπρεπῆ καὶ σεβάσμιον Κόρην τιμήσωμεν, τὴν ὑπέρτιμον τῶν Χερουβίμ· ὁ γὰρ δημιουργὸς τῶν ὅλων ἐνανθρωπῆσαι βουληθείς, ἐν αὐτῇ ᾤκησεν ἀφράστως. Ὢ ξένων πραγμάτων, καὶ παραδόξων μυστηρίων! τίς οὐκ ἐκπλαγῇ, τοῦτο ἀκουτισθείς; ὅτι Θεὸς ἄνθρωπος γέγονε, καὶ τροπὴ ἐν αὐτῷ οὐχ ὑπῆρξε, καὶ τῆς παρθενίας πύλας διῆλθε, καὶ μείωσις ἐν αὐτῇ οὐχ ὑπελείφθη, καθὼς ὁ Προφήτης λέγει· Ἀνθρωπος ταύτην οὐ διοδεύσει ποτέ, εἰμὴ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Σὲ τὸν Σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν· ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

Ο ΣΤΑΥΡΟΝ ΥΠΟΜΕΙΝΑΣ ΚΑΙ ΘΑΝΑΤΟΝ, ΚΑΙ ΑΝΑΣΤΑΣ

Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.
Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας, ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, Διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε, δόξα σοι.
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.
Τῶν πατρικῶν σου κόλπων μὴ χωρισθείς, μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες, τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.
Ἡ πηγὴ τῆς ζωαρχίας Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης ὁ σοφὸς δημιουργὸς μετοχετεύει αὐτὴν ταῖς γλυκείαις προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ καὶ λαβοῦσα, τοῖς πᾶσιν ἐκήρυξεν, εἰποῦσα· Δεῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόμενον σαρκὶ διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.

ΑΝΕΣΤΗΣ ΩΣ ΑΘΑΝΑΤΟΣ, ΑΠΟ ΤΟΥ ΤΑΦΟΥ

Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ τάφου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ δυναστείᾳ τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχὺϊ τοῦ θανάτου τὸ κράτος, ἔδειξας ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε φιλάνθρωπε.

ΑΝΑΒΛΕΨΑΣΑΙ ΤΟΥ ΤΑΦΟΥ ΤΗΝ ΕΙΣΟΔΟΝ

Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο, λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον; Ἆρα ἠγέρθη, ὁ καὶ πρὸ Πάθους κηρύξας τὴν Ἔγερσιν. Ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾍδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.

ΘΕΟΦΡΟΝ ΕΥΤΥΧΙΕ ΝΕΥΡΑΙΣ

Θεόφρον Εὐτύχιε νευραῖς, τῶν πανσόφων λόγων σου, ἐναποπνίξας τοὺς ἄφρονας, τέλος μακάριον, πνιγμονὴ ὑδάτων, ὑπεδέξω δράκοντα, ἐν τούτοις ἀποπνίγων τὸ ἄσαρκον· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Κόσμος ὡραιότατος δειχθείς, ἀθλητῶν ἐν χάριτι, μετεβιβάσθης γηθόμενος, πρὸς ὑπερκόσμια, Βασιλεῖ τῶν ὅλων, ἀληθῶς παρίστασθαι, σὺν πάσαις ταῖς ἁγίαις Δυνάμεσι, μεθ' ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Μάρτυς ἀξιάγαστε τὰ σά, λείψανα γηθόμενοι, περιφανῶς ἀσπαζόμεθα, καὶ ἀρυομένοι, χάριν ἰαμάτων, πόθῳ σε γεραίρομεν, καὶ πίστει ἐκτενῶς δυσωποῦμέν σε, Χριστόν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΤΑΙΣ ΘΕΙΑΙΣ ΔΥΝΑΜΕΣΙ

Ταῖς θείαις Δυνάμεσι, συναγελάζων Εὐτύχιε, καὶ θρόνῳ τῆς χάριτος, νῦν παριστάμενος, τοὺς τιμῶντάς σου, τὴν μνήμην τὴν φωσψόρον, ἐνθέως καταύγασον, τῇ μεσιτείᾳ σου.

Ὁσίως ἐβίωσας, μαθητευθεὶς ἀκριβέστατα, παμμάκαρ Εὐτύχιε, τοῖς Ἀποστόλοις Χριστοῦ, εἰς τελείαν τε, ἀνήχθης ἡλικίαν, ἀθλήσας λαμπρότατα, ἀξιοθαύμαστε.

Ὑπῆλθες τὸ στάδιον, τῆς μαρτυρίας γηθόμενος, καὶ θάνατον πρόξενον, ζωῆς ἐπόθησας, καὶ ἀπέπνιξας, ἐχθρῶν τὰς μυριάδας, θαλάσσῃ πνιγόμενος, μάκαρ Εὐτύχιε.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΕΥΤΥΧΟΥΣ Η ΕΥΤΥΧΙΟΥ...

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐτυχοῦς ἢ Εὐτυχίου, Ἐπισκόπου Μελιτηνῆς.
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, Ἐπισκόπου Μελιτηνῆς.
Στίχοι
Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ!
Θείας τετευχώς, Εὐτυχές, κληρουχίας,
Εἰκάδι ὀγδοάτῃ Εὐτυχέα ἔνθεν ἄειραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἑλικωνίδος.
Στίχοι
Ἑλικωνὶς τμηθεῖσα τὴν κάραν ξίφει
Οὐχ Ἑλικῶνα, ἀλλ' Ἐδὲμ τρυφὴν ἔχει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν

Παρασκευή, 27 Μαΐου 2011

ΕΠΙ ΤΗΝ ΠΗΓΗΝ ΕΠΕΣΤΗ

Ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ, τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως. Ἤγγικεν οὖν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ, ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἐπὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα Κύριε, δόξα σοι.
Ὁ συνάναρχος καὶ συναΐδιος Υἱὸς καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων, καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἥν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα, φώνησόν σου τὸν ἄνδρα. Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγομένη καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα. Καὶ ὁ Διδάσκαλος πρὸς αὐτήν· Ἀληθῶς εἶπας, οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Ἡ δέ, ἐπὶ τῷ ῥήματι ἐκπλαγεῖσα, καὶ εἰς τὴν πόλιν δραμοῦσα, τοῖς ὄχλοις ἐπεβόα λέγουσα· Δεῦτε, ἴδετε Χριστόν, ὃς δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΤΩ ΣΩ ΣΤΑΥΡΩ ΧΡΙΣΤΕ ΣΩΤΗΡ, ΟΔΗΓΗΣΟΝ ΗΜΑΣ ΕΠΙ ΤΗΝ ΑΛΗΘΕΙΑΝ ΣΟΥ...

Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν ἀνάστησον ἡμᾶς, πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

ΕΚ ΦΡΕΑΤΟΣ ΝΑΜΑΤΑ

Ἐκ φρέατος νάματα, τοῦ γεηροῦ καὶ φθαρτοῦ, ἐλθοῦσα ὡς σύνηθες, ἡ Σαμαρεῖτις ἀντλεῖν, τὸ ζῶν ὕδωρ ἤντλησεν, οὕτως ἐφευρηκυῖα, τὴν πηγὴν καθημένην, ἔνθα πηγὴ καὶ φρέαρ, Ἰακὼβ διωρύχθη, κόσμου τοὺς φλογοτρόφους, δροσίζουσαν καύσωνας.

ΤΩΝ ΠΤΑΙΣΜΑΤΩΝ ΤΗ ΖΑΛΗ ΒΥΘΙΖΟΜΕΝΟΣ

Τῶν πταισμάτων τῇ ζάλῃ βυθιζόμενος, ὡς ἐν κοιλίᾳ τοῦ κήτους συνεχόμενος, ὡς ὁ Προφήτης κράζω σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, δέομαι καὶ ἐλέησόν με

ΣΤΑΥΡΩ ΣΕ ΥΨΟΥΜΕΝΟΝ, ΩΣ ΕΘΕΑΣΑΤΟ, Η ΑΧΡΑΝΤΟΣ ΜΗΤΗΡ ΣΟΥ....

Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τί τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; Ζωῶσαι τοὺς θανόντας, θέλων ὡς εὔσπλαγχνος.

ΜΕΘ' ΥΔΡΙΑΣ ΑΡΔΕΥΣΑΣΘΑΙ, ΑΠΕΛΘΟΥΣΑ ΚΑΙ ΦΡΕΑΤΙ, ΤΗΝ ΥΔΡΙΑΝ ΑΝΥΔΡΟΝ...

Μεθ' ὑδρίας ἀρδεύσασθαι, ἀπελθοῦσα καὶ φρέατι, τὴν ὑδρίαν ἄνυδρον καταλείψασα μόνη πρὸς πόλιν ἐπέδραμε, πηγὴν τὴν ζωήρρυτον, ἐκβοῶσα ἐφευρεῖν, Σαμαρεῖτις τὴν ἄφθονον· ὅθεν ἤρδευσε τὸ σωτήριον νᾶμα, καὶ τὴν ταύτης, ἐπανέψυξε καρδίαν, τὴν ἐκτακεῖσαν τοῖς πάθεσιν.
Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ χρηστότητος.
Ἀληθῶς εἴπας, εἴρηκεν, ὁ Σωτὴρ Σαμαρείτιδι, ὡς οὐκ ἔχεις σήμερον, ἄνδρα νόμιμον· πέντε γὰρ ἔσχες τὸ πρότερον, καὶ νῦν , ὅνπερ κέκτησαι, οὐχ ὑπάρχει σου ἀνήρ, ἀλλὰ νόμῳ ἀλλότριος, ἣ καὶ σπεύσασα, τοῖς ἐν πόλει ἐβόα· Εἶδον ἄνδρα, ὃς ἐξεῖπέ μοι τὰ πάντα, ὅσα κρυφίως ἐποίησα.
Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.
Ῥεῖθρον ἄλλο ζωήρρυτον, οὐρανίου ἐκ φρέατος, Σαμαρεῖτις ἤντλησεν ἐπὶ φρέατος, τοῦτο εὑροῦσα χεόμενον, ἐξ οὗ τὸ ἐπίκηρον, εἶχε σύνηθες ἀντλεῖν, ὕδωρ ἄλλο τὸ χθόνιον, ὁ ἁλλόμενον ἐν τῇ ταύτης καρδίᾳ ἀνεδείχθη, ὡς πηγή τις ἄλλη νέα, παθῶν δροσίζουσα καύσωνας.
Ὡς ὤφθης ἐν σαρκί, Χριστὲ ὁ Θεὸς δι' ἄφατον οἰκονομίαν ἀκούσασα ἡ Σαμαρεῖτις, τοῦ λόγου σου τοῦ φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ, καὶ ἔδραμε λέγουσα τοῖς ἐν τῇ πόλει· Δεῦτε, ἴδετε καρδιογνώστην, μήτι οὗτος ὑπάρχει ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ, ΚΥΡΙΕ ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ ΑΥΤΩΝ, ΣΤΕΦΑΝΟΥΣ ΕΚΟΜΙΣΑΝΤΟ, ΤΗΣ ΑΦΘΑΡΣΙΑΣ, ΕΚ ΣΟΥ ΤΟΥ ΘΕΟΥ ΗΜΩΝ....

Οἱ Μάρτυρές σου, Κύριε ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο, τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΝ ΜΙΑ ΟΥΣΙΑ ΥΜΝΩ, ΤΡΕΙΣ ΥΠΟΣΤΑΣΕΙΣ ΤΗΣ ΘΕΑΡΧΙΑΣ

Ἐν μιᾷ οὐσίᾳ ὑμνῶ, τρεῖς ὑποστάσεις της θεαρχίας, τοῦ Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ὅτι μία ἔλλαμψις, τῆς τρισηλίου φύσεως, εἷς ὁ Θεός.

ΣΦΑΓΗΝ ΣΟΥ ΤΗΝ ΑΔΙΚΟΝ ΧΡΙΣΤΕ

Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν μητέρα καὶ δούλην σου δέομαι.

Η ΠΗΓΗ ΤΗΣ ΖΩΑΡΧΙΑΣ, ΙΗΣΟΥΣ Ο ΣΩΤΗΡ ΗΜΩΝ

Ἡ πηγὴ τῆς ζωαρχίας, Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης, ὁ σοφὸς δημιουργὸς μετοχετεύει αὐτήν, ταῖς γλυκείαις προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ καὶ λαβοῦσα, τοῖς πάσιν ἐκήρυξεν εἰποῦσα· Δεῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόμενον σαρκί, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.

ΘΕΟΦΡΟΝ ΕΛΛΑΔΙΕ ΒΑΦΑΙΣ, ΤΟΥ ΟΙΚΕΙΟΥ ΑΙΜΑΤΟΣ... ΘΕΟΦΡΟΝ ΕΛΛΑΔΙΕ...

Θεόφρον Ἑλλάδιε βαφαῖς, τοῦ οἰκείου αἵματος, ἱερωσύνης ἐλάμπρυνας, στολὴν τὴν ἔνθεον, μεθ' ἧς εἰς τὰ ἄνω, εἰσῆλθες βασίλεια, καὶ θρόνῳ τοῦ Δεσπότου παρίστασαι, ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Θεόφρον Ἑλλάδιε Χριστός, ἐποφθεὶς σοι ἅπαντας, τοὺς ἐκ μωλώπων ἰάσατο, χώρας, χάριτι· δι' αὐτὸν γὰρ πᾶσαν, ὑπομείνας κάκωσιν, προείλου προφανῶς αἰκιζόμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Θεόφρον Ἑλλάδιε πυρός, φύσιν ἐχαλίνωσας, καὶ ἀδιάφλεκτος ἔμεινας· ἡ δρόσος γὰρ Θεοῦ, σὲ περικυκλοῦσα, ἀβλαβῆ ἐφύλαττεν, ἐχθροὺς περιφανῶς καταισχύνουσα, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΔΕΥΤΕ ΘΕΟΠΡΕΠΩΣ, ΦΙΛΟΜΑΡΤΥΡΕΣ ΛΑΟΙ, ΧΟΡΕΥΟΝΤΕΣ ΑΣΩΜΕΝ, ΑΣΜΑΤΙΚΑΙΣ ΥΜΝΩΔΙΑΙΣ, ΤΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ

Δεῦτε θεοπρεπῶς, φιλομάρτυρες λαοί, χορεύοντες ᾄσωμεν, ᾀσματικαῖς ὑμνῳδίαις, τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, ἀνευφημοῦντες Ἑλλάδιον.

Ἄνθεσι χαρμονικῶς, καταστέψωμεν πιστοί, τὸν θεῖον Ἑλλάδιον, ὡς νικητὴν ἀσεβείας,καὶ μάρτυρα στερρὸν τῆς τριφαοῦς, ὁμοουσίου Θεότητος.

Ἥλιος διαυγής, ἐξ ἀδύτων ἱερῶν, τῷ κόσμῳ ἀνέτειλας, ἀπομειώσας τὴν πλάνην, ἐν ἀθλητικαῖς μαρμαρυγαῖς, Ἱερομάρτυς Ἑλλάδιε.

ΤΩΝ ΠΤΑΙΣΜΑΤΩΝ ΤΗ ΖΑΛΗ ΒΥΘΙΖΟΜΕΝΟΣ, .... ΚΑΙ ΕΛΕΗΣΟΝ ΜΕ....

Τῶν πταισμάτων τῇ ζάλῃ βυθιζόμενος, ὡς ἐν κοιλίᾳ τοῦ κήτους συνεχόμενος, ὡς ὁ Προφήτης κράζω σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, δέομαι καὶ ἐλέησόν με

ΤΩΝ ΠΤΑΙΣΜΑΤΩΝ ΤΗΝ ΛΥΡΑΝ ΠΑΝΤΕΣ ΑΣΩΜΕΝ, ΑΓΑΛΛΟΜΕΝΗ ΚΑΡΔΙΑ

Τῶν πταισμάτων τὴν λύραν πάντες ᾄσωμεν, ἀγαλλομένῃ καρδίᾳ, ὅτι Χριστὸς ἀνέδειξεν, Ἑλλάδιον τὸν κλεινὸν ἀθλοφόρον, νικητὴν τοῦ ἀντικειμένου.

Τοῖς εἰδώλοις τὸ θύειν ἀπαρνούμενος, θυσία ζῶσα Τρισμάκαρ Θεῷ γέγονας, εὐωδιάζων ἅπασι, τὰ ἄχραντα μύρα τῶν παθημάτων, τοῦ Χριστοῦ ἐν τῷ σώματι σου.

Τετραδέσμοις ἀνάγκαις διερχόμενος, ὡς ἐν ἀδύτοις ὑπῆρχες εὐφραινόμενος· ἑώρας γὰρ τὴν μέλλουσαν ἀνάπαυσιν, πρὸ προσώπου σου Μάρτυς, ὑπὲρ ἧς εἵλου πάντα παθεῖν.

ΑΝΕΣΤΗΣ ΩΣ ΑΘΑΝΑΤΟΣ...

Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ τάφου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ δυναστείᾳ τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε φιλάνθρωπε.

ΣΤΑΥΡΩ ΣΕ ΠΡΟΣΗΛΩΣΑΝ, ΟΙ ΙΟΥΔΑΙΟΙ ΣΩΤΗΡ...

Σταυρῷ σε προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτὴρ, δι' οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς ἀνεκαλέσω στοργῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἥπλωσας τὰς παλάμας, ἐν αὐτῷ σῇ βουλήσει, λόγχῃ δὲ τὴν πλευράν σου, κατεδέξω νυγῆναι, τῷ πλήθει τῶν οἰκτιρμῶν σου, δόξα φιλάνθρωπε.

ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΛΛΑΔΙΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Ἑλλαδίου.
Τῇ ΚΖ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑλλαδίου.
Στίχοι
Ἔλαιον Ἑλλάδιος ἱερωσύνης,
Αἵματι συνέμιξε τοῦ μαρτυρίου.
Εἰκάδι ἑβδομάτῃ Ἑλλάδιον ἔκτανε πυγμή.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Θεράποντος.

Ὁ Ἅγιος μάρτυς Εὐσεβιώτης πυρὶ τελειοῦται.

Ὁ ἅγιος μάρτυς Ἀλύπιος λίθῳ τὴν κεφαλὴν συντριβεὶς τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Πέμπτη, 26 Μαΐου 2011

ΠΑΡΑ ΤΟ ΦΡΕΑΡ ΤΟΥ ΙΑΚΩΒ

Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα αἰτεῖ ὕδωρ παρ΄ αὐτῆς, ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδατι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζῶν, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήμασι δεινῶς ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

ΤΟ ΦΑΙΔΡΟΝ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ ΚΗΡΥΓΜΑ, ΕΚ ΤΟΥ ΑΓΓΕΛΟΥ

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΤΟ ΑΠ΄ ΑΙΩΝΟΣ ΑΠΟΚΡΥΦΟΝ, ΚΑΙ ΑΓΓΕΛΟΙΣ ΑΓΝΩΣΤΟΝ ΜΥΣΤΗΡΙΟΝ...

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΙΔΕΤΕ ΟΝ ΠΡΟΕΓΡΑΨΕ ΜΩΣΗΣ...

Ἴδετε ὃν προέγραψε Μωσῆς, Ἰησοῦν Μεσσίαν ἐν τῷ νόμῳ ἐλεύσεσθαι, ἐπὶ τῆς γῆς θεαθέντα, δι' εὐσπλαγχνίαν κἀμοὶ προσομιλήσαντα ὡς βροτὸν ἐν τῷ φρέατι, ὄντως οὗτος ὑπάρχει ὁ Χριστός, ὁ ἐν κόσμῳ ἐρχόμενος, τοῖς ἐν τῇ Σιχὰρ Σαμαρεῖτις ὤφθη λέγουσα.

Στόματος ἐξ ἡδέος γυναικός, ὕδατος ποσίμου γλυκεροῦ ἀναβλύζοντος, οἱ ἐν τῇ πόλει πιόντες, καὶ πρὸς τὸ φρέαρ τὸ ῥέον τὴν δαψίλειαν, τὴν τοῦ νάματος, ἔσπευδον ἀναχθῆναι τὸ τάχος, καὶ πηγὴν κατιδεῖν τὴν ἀέναον, τὴν τὰς ἐκτακείσας ψυχὰς ἐπαναψύχουσαν.

Σύμμορφον κατιδόντες τὴν πηγὴν καὶ ὁμοειδῆ τῆς τῶν ἀνθρώπων συστάσεως, τῇ γυναικὶ ἐπεβόων· οἱ ἐν τῇ πόλει, οὐκ ἔτι διὰ σὴν ἡμεῖς, λαλιὰν πεπιστεύκαμεν, ἀληθῶς ἐπιγνόντες, ὅτι οὗτος ὑπάρχει ἡ λύτρωσις, καὶ ἡ σωτηρία τοῦ κόσμου ἡ αἰώνιος.

ΚΑΘΑΡΑΣ ΣΕΑΥΤΟΝ, ΑΠΟ ΡΥΠΟΥ ΚΑΚΙΑΣ, ΕΧΡΙΣΘΗΣ ΚΑΙ ΘΕΩ

Καθάρας σευτόν, ἀπὸ ῥύπου κακίας, ἐχρίσθης καὶ Θεῷ, ἱεράτευσας Πάτερ, ἀθλήσας δὲ δι' αἵματος, πλειοτέρως ἐξέλαμψας, καὶ κατηύγασας, τὰς τῶν πιστῶν διανοίας, τῶν θαυμάτων σου, ταῖς παραδόξοις ἀκτῖσιν, Ἑλλάδιε ἔνδοξε.

ΝΟΕΡΩΣ Ο ΘΕΟΦΟΡΟΣ

Νοερῶς ὁ θεοφόρος Θεογεννῆτορ, ὄρος σε βλέπει μέγα, καὶ κατάσκιον Κόρη, ἐξ οὗ ἐπεδήμησε, σαρκὶ ὁ Θεὸς ἡμῶν.

Η ΑΜΙΑΝΤΟΣ ΑΜΝΑΣ ΤΟΥ ΛΟΓΟΥ, Η ΑΚΗΡΑΤΟΣ ΠΑΡΘΕΝΟΜΗΤΩΡ

Ἡ ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι! τέκνον μου, πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

ΘΕΙΑΝ ΕΛΛΑΜΨΙΝ ΤΟΥ ΠΑΡΑΚΛΗΤΟΥ, ΚΑΡΠΕ ΠΑΝΣΟΦΕ ΕΙΣΔΕΔΕΓΜΕΝΟΣ, ΤΟΥΣ ΣΚΟΤΙΣΘΕΝΤΑΣ....

Θείαν ἔλλαμψιν τοῦ Παρακλήτου, Κάρπε πάνσοφε εἰσδεδεγμένος, τοὺς σκοτισθέντας ἀγνωσίᾳ ἐφώτισας, καὶ μεταστὰς πρὸς τὰ ἄνω βασίλεια, τῷ Βασιλεῖ τῶν ἁπάντων παρίστασαι, ἐξαιτούμενος, Χριστὸν τὸν Θεὸν ἑκάστοτε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΚΥΟΥΣΑ ΠΑΡΘΕΝΟΣ ΑΝΕΡΜΗΝΕΥΤΩΣ, ΚΑΙ ΤΟΥΣ ΤΗΣ ΦΥΣΕΩΣ ΘΕΣΜΟΥΣ...

Κύουσα Παρθένος ἀνερμηνεύτως, καὶ τοὺς τῆς φύσεως θεσμούς, καινίζουσα πέφυκας, Μήτηρ ἀειπάρθενος· διὸ σε μακαρίζομεν.

ΠΗΓΑΖΕΙ ΣΟΥ, Η ΣΟΡΟΣ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΟΙΣ ΧΡΗΖΟΥΣΙΝ

Πηγάζει σου, ἡ σορὸς τῶν λειψάνων τοῖς χρῄζουσιν, ἰαμάτων, Ἱεράρχα καρποὺς θείᾳ χάριτι, καὶ καθαίρει πάθη, καὶ βυθίζει ἀκάθαρτα πνεύματα.

Ὁ λόγος σου, ἀλογίας ἀνθρώπους ἐρρύσατο, καὶ θαυμάτων, ἡ μεγίστη ἐπίδειξις ἔνδοξε, τοὺς πεπλανημένους, πρὸς εὐσέβειαν Κάρπε ὡδήγησε.

Νευρούμενος, δυναστείᾳ τῇ θείᾳ τὸν δράκοντα, τὸν εἰς ὕψος, βλασφημίαν λαλοῦντα διώλεσας, καὶ τοὺς ὑπ' ἐκείνου, ὀλλυμένους Ἀπόστολε ἔσωσας.

ΤΟΥΣ ΠΟΘΩ ΤΕΛΟΥΝΤΑΣ ΣΟΥ ΤΗΝ ΦΩΣΦΟΡΟΝ, ΚΑΙ ΙΕΡΑΝ ΠΑΝΕΥΚΛΕΗ

Τοὺς πόθῳ τελοῦντάς σου τὴν φωσφόρον, καὶ ἱερὰν πανευκλεῆ, καὶ πάντιμον μνήμην σου, φωτὸς ἐνθέου πλήρωσον, Ἀπόστολε πρεσβείαις σου.

Ὅλος ἀνακείμενος τῷ Δεσπότῃ τούτου τοὺς νόμους τοὺς σεπτούς, ἀτρώτους ἐτήρησας, ἀνόμους εὐνομίαν δέ, Ἀπόστολε ἐδίδαξας.

Νοῦν τὸν ὑπὲρ ἔννοιαν ἀγαπήσας, ἐν θεωρίᾳ μυστικῇ, τὸν νοῦν κατηυγάσθης, καὶ κόσμον κατεφώτισας, Παμμάκαρ ἱερώτατε.

ΦΩΣΤΗΡΑΣ ΕΙΣ ΤΑ ΠΕΡΑΤΑ, ΤΟΥΣ ΜΑΘΗΤΑΣ ΣΟΥ ΣΩΤΗΡ, ΑΝΕΔΕΙΞΑΣ

Φωστῆρας εἰς τὰ πέρατα, τοὺς Μαθητάς σου Σωτήρ, ἀνέδειξας ἐκλάμποντας, ἐν τῷ κηρύγματι, ψυχὰς καταυγάζοντας, πλάνην τὴν τῶν εἰδώλων, δι' αὐτῶν ἀμαυρώσας, δόγμασιν εὐσεβείας καταλάμψας τῷ κόσμῳ. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΔΕΚΤΙΚΩΝ ΕΛΛΑΜΨΕΩΝ ΤΟΝ ΝΟΥΝ ΘΕΙΚΩΝ ΠΟΙΟΥΜΕΝΟΣ

Δεκτικῶν ἐλλάμψεων τὸν νοῦν θεϊκῶν ποιούμενος, κατεφωτίσθης Πανόλβιε, καὶ εἰς τὸ κήρυγμα, τοῦ Χριστοῦ ἐξῆλθες, καὶ λαὸν ἐδίδαξας, πιστεύειν εἰς αὐτόν, ὡς φιλάνθρωπον, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἄστρον φαεινότατον δειχθείς, θείαις ἐπιλάμψεσι, τῆς οἰκουμένης τὰ πέρατα, φωτίζεις πάντοτε, διδαχαῖς, Παμμάκαρ, καὶ σκεδάζεις χάριτι ἀχλὺν τῶν νοσημάτων ἑκάστοτε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Θυσίαν ἀναίμακτον Θεῷ, θύων τελεώτατα, ὑπὲρ αὐτοῦ Μάρτυς τέθυσαι, καὶ προσενήνεξαι, νοητῇ τραπέζῃ, θῦμα εὐωδέστατον, Ἀπόστολε ὦ Κάρπε θεόληπτε· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΩΣ ΦΥΤΟΚΟΜΟΣ

Ὡς φυτοκόμος ἄριστος, ὑπέδειξας λαοῖς, ζωῆς τὸ ξύλον, ἐξ οὗ ὁ μετασχών, ζήσεται λοιπὸν εἰς τὸν αἰῶνα, χριστοκήρυξ Ἀπόστολε.

Κήρυξ ἐθνῶν Ἀπόστολος, διδάσκαλος σεπτός, ἱερομύστης καὶ ἱερολόγος, Κάρπε γεγονὼς ἐν εὐφροσύνῃ, τῷ Δεσπότῃ παρίστασαι.

Ἀνατολῆς ἐξώρμησαι, ὡς ἄδυτος φωστήρ, τὴν οἰκουμένην αὐγαῖς τῶν σῶν λόγων, καὶ τῶν ἱερῶν φωτίζων τρόπων, Ἱεράρχα. Ἀπόστολε

ΟΙΚΟΔΟΜΗΣΑΣ

Οἰκοδόμησας ὡς λίθους πιστῶν τὸ πλῆθος, ἐν εὐσεβείας πέτρᾳ, καὶ ναοὺς ἀπειργάσω, τοῦ Ἁγίου Πνεύματος, θεόφρον Ἀπόστολε.

Νεουργήσας τῷ βαπτίσματι θεοκήρυξ, παλαιωθέντας γνώμῃ, τῇ φθορᾷ τοὺς ἀνθρώπους, ἔσωσας δοξάζοντας, Χριστὸν τὸν Θεὸν ἡμῶν.

Ὑποφαίνων τὸ μυστήριον τὸ καλύψαν, ἐπ' ἀρετῇ θεόφρον, οὐρανούς, ἐφειλκύσω, ἔθνη πρὸς ἐπίγνωσιν, τὸ σκότος ἀφέμενα.

Μετὰ Παύλου τοῦ φωστῆρος τῆς οἰκουμένης, ὁδοιπορῶν πολλάκις, τὰς ὁδοὺς τὰς φερούσας, Κάρπε καθυπέδειξας, λαοῖς πρὸς εὐσέβειαν.

Ο ΣΤΑΥΡΩΘΕΙΣ ΥΠΕΡ ΗΜΩΝ ΕΚΟΥΣΙΩΣ

Ὁ σταυρωθεὶς ὑπὲρ ἡμῶν ἑκουσίως, καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς Ζωοδότα, καὶ ἀναστὰς τριήμερος Χριστὲ ὁ Θεὸς ἔθραυσας δυνάμει σου, τοῦ θανάτου τὸ κράτος, πάντας τῇ Ἐγέρσει σου, τοὺς ἐν ᾍδῃ ζωώσας, καὶ ἀνυμνοῦντες σέβομεν τὴν σήν, Ἔγερσιν πάντες, ἀθάνατε Κύριε.

ΣΦΑΓΗΝ ΣΟΥ ΤΗΝ ΑΔΙΚΟΝ ΧΡΙΣΤΕ, Η ΠΑΡΘΕΝΟΣ ΒΛΕΠΟΥΣΑ

Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν μητέρα καὶ δούλην σου δέομαι.

ΦΩΤΟΣ ΕΝΔΙΑΙΤΗΜΑ ΑΓΝΗ, ΜΟΝΗ ΕΧΡΗΜΑΤΙΣΑΣ

Φωτὸς ἐνδιαίτημα Ἁγνή, μόνη ἐχρημάτισας, τοῦ ἐκ Πατρὸς ἀναλάμψαντος· ὅθεν κραυγάζω σοι τὴν ἐσκοτισμένην, ψυχήν μου τοῖς πάθεσι, φωτὶ τῶν ἀρετῶν καταφαίδρυνον, καὶ ἐν σκηνώμασι, φωτεινοῖς σου κατασκήνωσον, ἐν ἡμέρᾳ τῆς κρίσεως Ἄχραντε.

Ο ΤΟΚΟΣ ΣΟΥ ΑΦΘΟΡΟΣ ΕΔΕΙΧΘΗ, ΘΕΟΣ ΕΚ ΛΑΓΟΝΩΝ ΣΟΥ ΠΡΟΗΛΘΕ...

Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΡΠΟΥ, ΕΝΟΣ ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ...

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα.
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα Ἀποστόλων.
Στίχοι
Καρποὺς ἐνεγκών, Κάρπε, δεκτοὺς Κυρίῳ
Φέρεις καθ' ὥραν τὴν τελευτὴν ὡς τρύγην.
Εἰκάδι ἕκτῃ Κάρπος ἀπὸ χθονὸς ἵπτατο μακρῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀλφαίου, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἀβερκίου καὶ Ἑλένης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τετάρτη, 25 Μαΐου 2011

ΕΠΙ ΤΗΝ ΠΗΓΗΝ ΕΠΕΣΤΗ, Η ΠΗΓΗ ΤΩΝ ΘΑΥΜΑΤΩΝ, ΕΝ ΤΗ ΕΚΤΗ ΩΡΑ ΤΗΣ ΕΥΑΣ ΖΩΓΡΗΣΑΙ ΚΑΡΠΟΝ...

Ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως· Ἤγγικεν οὖν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ, ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

ΠΑΡΑ ΤΟ ΦΡΕΑΡ ΧΡΙΣΤΟΣ ΤΗΝ ΣΑΜΑΡΕΙΤΙΝ, ΕΥΡΩΝ ΕΞΗΤΗΣΑΤΟ...

Παρὰ τὸ φρέαρ Χριστὸς τὴν Σαμαρεῖτιν, εὑρὼν ἐξῃτήσατο, ὕδωρ πιεῖν ἐξ αὐτῆς, διψῶν τὴν ταύτης διόρθωσιν, καὶ σωτηρίαν, ὃ καὶ ἐγνώσθη ἔργοις πληρούμενον· ταύτην γὰρ ἀνέλκουσαν πόμα τοῦ ὕδατος, αὐτὸς ἀνέλκει, καὶ πόματος, πληροῖ τοῦ ζῶντος, τοῖς συμπολίταις διαγορεύουσαν, ἰδοὺ ὁ πάλαι, ἐν τῷ νόμῳ ῥηθεὶς Μεσσίας Χριστός, ἐπεφάνη ὡς ἄνθρωπος, ἐννοιῶν κεκρυμμένων, ἐκκαλύπτων τὰ ἀπόρρητα.

Ἰδοὺ Μεσσίας Χριστὸς τοῖς ἐν τῇ πόλει, ἐν γῇ πεφανέρωται, ἡ Σαμαρεῖτις φησίν, ὁ γεγραμμένος ἐλεύσεσθαι, ἐν νόμῳ πάλαι, Προφήτης μέγας, Θεὸς καὶ ἄνθρωπος, ὃς καὶ τὰ πρακτέα μοι ἐπεξηγήσατο, καὶ τὰ ἐν βάθει καρδίας μου, ἐγκεκρυμμένα, πάντα μοι εἶπεν ὡς ἐπετέλεσα. Ὅθεν ἡ πόλις συνδραμοῦσα ὁρᾷ, τοὺς λόγους αὐτῆς κατὰ πᾶν ἀληθεύοντας, καὶ τὸ πρᾶγμα θαυμάζει, καὶ πιστοῦται τῷ θεάματι.

Σὲ τὸν ἐν ἕκτῃ τῇ ὥρᾳ ὡς Δεσπότην ποτὲ πρὸς Παράδεισον περιπατοῦντα Θεόν, ἡ τῆς Προμήτορος ἔβλεψε θυγάτηρ πάλιν, ἐν ὥρᾳ ἕκτῃ οὕτω καθήμενον, ἔνθα πηγὴ ὕδατος, καὶ φρέαρ ὤρυκτο, καὶ ἐξ αὐτῆς ἐξαιτούμενον, πιεῖν ὡς ὕδωρ, αὐτὴν ποτίσῃς ζωῆς ἁλλόμενον ὃ καὶ ἐπράχθη καὶ τοῦ ὕδατος, ζωηφόρου τοῦ σοῦ ἐκροφήσασα, τοῖς ἐν πόλει κηρύττει, τὴν τοῦ νάματος δαψίλειαν.

ΤΟ ΦΑΙΔΡΟΝ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ ΚΗΡΥΓΜΑ, ΕΚ ΤΟΥ ΑΓΓΕΛΟΥ ΜΑΘΟΥΣΑΙ ΑΙ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΘΗΤΡΙΑΙ

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΤΙΣ ΜΗ ΜΑΚΑΡΙΣΕΙ ΣΕ, ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ; ΤΙΣ ΜΗ ΑΝΥΜΝΗΣΕΙ ΣΟΥ ΤΟΝ ΑΛΟΧΕΥΤΟΝ ΤΟΚΟΝ; Ο ΓΑΡ ΑΧΡΟΝΩΣ ΕΚ ΠΑΤΡΟΣ ΕΚΛΑΜΨΑΣ ΥΙΟΣ ΜΟΝΟΓΕΝΗΣ

Τὶς μὴ μακαρίσει σε, Παναγία παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΣΤΕΙΡΕΥΟΥΣΗΣ ΝΗΔΥΟΣ

Στειρευούσης νηδύος, φωτοφανὲς ἔλαμψας, ἄστρον τοῦ Ἡλίου τῆς δόξης, προπορευόμενον, τοῦ ἀνατείλαντος, Παρθενικῆς ἐκ νεφέλης, Βαπτιστὰ καὶ λύσαντος, νύκτα πολύθεον.

ΦΩΝΗΝ ΤΟΥ ΛΟΓΟΥ ΓΕΓΟΝΩΣ ΔΙΑΛΥΣΟΝ

Φωνὴν τοῦ Λόγου γεγονὼς διάλυσον, τὴν ἀφωνίαν μου, ὡς τοῦ Πατρὸς πάλαι, ἐν ἀγαλλιάσεως φωνῇ ἀνευφημῆσαί σε, τῇ παρούσῃ εὑρέσει, τῆς Κεφαλῆς σου μακάριε, Πρόδρομε οὐράνιε ἄνθρωπε.

Τὴν κεφαλὴν χειροθετήσας Πρόδρομε, τῆς Ἐκκλησίας Χριστόν, σοῦ τὴν σεπτὴν Κάραν, τὴν κατανοήσασαν Τριάδος τὴν φανέρωσιν, φανεροῖς τοῦτο τρίτον, περιφανῶς ἁγιάζουσαν, τὰ τῶν ὀρθοδόξων συστήματα.

Οὐκ ἐνεγκὼν ἐπὶ πολὺ συγκρύπτεσθαι, Κυρίου Πρόδρομε, οἰκονομεῖς πάλιν, φανεροῦσθαι σήμερον, οὐ στάμνῳ συγκλειόμενος, ἀργυρέῳ δὲ σκεύει ἐν ἱερῷ τόπῳ κείμενος, καὶ ἱερουργῷ μηνυόμενος.

ΕΠΕΦΑΝΗ ΣΗΜΕΡΟΝ, Η ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ, ΚΕΦΑΛΗ ΕΚ ΚΟΛΠΩΝ ΓΗΣ...

Ἐπεφάνη σήμερον, ἡ τοῦ Προδρόμου, Κεφαλὴ ἐκ κόλπων γῆς, ἀναδοθεῖσα τοῖς πιστοῖς, ἐκ τῶν μετάλλων καθὰ χρυσός, καὶ ἱκετεύει Χριστόν, τοῦ σωθῆναι ἡμᾶς.

ΑΛΗΘΕΙΑ ΕΚ ΤΗΣ ΓΗΣ, Η ΚΕΦΑΛΗ ΑΝΑΤΕΙΛΑΣΑ...

Ἀλήθεια ἐκ τῆς γῆς, ἡ κεφαλὴ ἀνατείλασα, τοῦ Βαπτιστοῦ σου Χριστέ, τὸ ψεῦδος ἀπήλασεν, αἱρέσεων ἔλυσε, τὸν πικρὸν χειμῶνα, καὶ τὸν κόσμον κατεφώτισεν.

Ἀντλήσατε φωτισμόν, καὶ χάριν Θεοῦ καὶ ἔλεος, καὶ κεφαλὴν καὶ ψυχήν, πιστῶς ἁγιάσθητε, Κεφαλῇ προσψαύοντες, τοῦ τῆς θείας Κάρας, ἁψαμένου ἐν τοῖς ὕδασι.

Τὰς κεφαλὰς τῶν ἐχθρῶν, ὑπὸ τοὺς πόδας συντρίβεσθαι, τοῦ Βασιλέως ἡμῶν, ἱκέτευε Πρόδρομε, πόθῳ τὴν τιμίαν σου κεφαλὴν τιμῶντος, τὴν Ἡρῴδην στηλιτεύσασαν.

ΠΡΟΦΗΤΩΝ ΩΣ ΥΠΕΡΤΕΡΟΣ, ΤΟΝ ΠΡΟΦΗΤΕΥΘΕΝΤΑ ΙΔΕΙΝ ΗΞΙΩΣΑΙ...

Προφητῶν ὡς ὑπέρτερος, τὸν προφητευθέντα ἰδεῖν ἠξίωσαι, Ἠλιοὺ προπορευόμενος, ἐν δυνάμει τούτου μάκαρ Πρόδρομε.

Τὴν ἀοίδιμον Κάραν σου, μύρα ἰαμάτων ἀναπηγάζουσαν, τρίτον ἤδη ἐφανέρωσας, τὰ δυσώδη πάθη ἀπελαύνουσαν.

Συνελθόντες ἀρύσασθε, ἅπαντες ἰάματα μὴ κενούμενα, ἐκ πηγῆς ἀναδιδόμενα, τῆς τιμίας Κάρας τοῦ Προδρόμου Χριστοῦ.

ΤΟΝ ΔΕΣΠΟΤΗΝ ΤΕΚΟΥΣΑ

Τὸν Δεσπότην τεκοῦσα, ὤφθης ὑπερτέρα τῶν ἄνω Δυνάμεων, καὶ βροτῶν τὴν φύσιν, ἐθεούργησας Κόρη πανάμωμε· Θεοτόκον ὅθεν παναληθῆ ψυχῇ καὶ γλώσσῃ, οἱ πιστοὶ σε Παρθένε δοξάζομεν.

Ο ΦΩΤΟΦΑΝΗΣ ΚΑΙ ΘΕΙΟΣ ΕΝ ΚΟΣΜΩ ΣΤΥΛΟΣ...

Ὁ φωτοφανὴς καὶ θεῖος ἐν κόσμῳ στῦλος, ὁ τοῦ νοητοῦ Ἡλίου Πρόδρομος λύχνος, Κεφαλὴν τὴν φωσφόρον καὶ θείαν αὐτοῦ, ἀναδείξας ἐν τοῖς πέρασιν, ἁγιάζει τούς πιστῶς αὐτήν, προσκυνοῦντας καὶ κραυγάζοντας· Χριστοῦ σοφὲ Βαπτιστά, σῶσον πάντας ἡμᾶς.

ΔΕΥΤΕ, ΤΗΝ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΝ, ΤΗΝ ΑΠΟΤΜΗΘΕΙΣΑΝ ΤΩ ΞΙΦΕΙ

Δεῦτε, τὴν τιμίαν Κεφαλήν, τὴν ἀποτμηθεῖσαν τῷ ξίφει, τοῦ Βαπτιστοῦ οἱ πιστοί, σήμερον τιμήσωμεν, ἐν τῇ εὑρέσει αὐτῆς, ὑπατῶντες ἐν ᾄσμασι, γεραίροντες πόθῳ, χάριτας προχέουσαν τῶν ἰαμάτων ἡμῖν, ἥνπερ, ὁ ληρώδης Ἡρῴδης, πάλαι προαπέτεμεν οἴστρῳ, τῇ Ἡρῳδιάδι συμπλεκόμενος.
Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ.
Ὥσπερ, ἐκ μετάλλων ὁ χρυσός, οὕτως ἐκ τῆς γῆς τοῦ Προδρόμου, ἡ Κεφαλὴ δᾳδουχεῖ, σκεύει διαλάμπουσα, καὶ φθεγγομένη τρανῶς, τοῦ Ἡρῴδου ἐλέγχουσα, μοιχείαν καὶ φόνον, αἴγλῃ δὲ φωτίζουσα τὰς διανοίας ἡμῶν, ἣν περ, ἀσπαζόμενοι πίστει, σήμερον τιμήσωμεν ὕμνοις ὡς ὑπὲρ ἡμῶν Θεῷ πρεσβεύουσαν.
Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.
Πάλαι, ὥσπερ θεῖος θησαυρός, σκεύει κεκρυμμένη ἡ Κάρα, τοῦ Βαπτιστοῦ ἐν τῇ γῇ, σήμερον τοῖς πέρασιν ἀποκαλύπτεται, ὥσπερ πλοῦτον προχέουσα, πηγὰς ἰαμάτων, νόσους θεραπεύουσα, ψυχὰς φωτίζουσα· ὅθεν θυμηδίας ἁπάσης, χάριν ἀπολαύοντες, πάντες τοῦ Χριστοῦ τὸν Πρόδρομον ὑμνήσωμεν.
Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας, τρανῶς ἡ προσβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν τῆς γῆς ταμείων σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΑΠΟ ΓΗΣ, ΚΑΘΩΣ ΠΗΓΗ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ

Ἀπὸ γῆς, καθὼς πηγὴ τοῦ Παραδείσου, Κεφαλὴ θεοφιλὴς ἡ τοῦ Προδρόμου, ῥεῖθρα βλύζει χάριτος, καὶ θαυμάτων τὰ νάματα νέμει πᾶσι τοῖς χρῄζουσι. Προσέλθωμεν οὖν πάντες, καὶ ἀντλήσωμεν προθύμως ἐκ ταύτης τῶν ἰαμάτων τοὺς θείους κρουνούς· ἀρδεύει γὰρ ψυχὰς ἐν δωρεαῖς ἀενάοις, καὶ κατακλύζει σωμάτων πόνους, καὶ πᾶσαν νόσον εὐθέτως αἴρει. Ταύτην οὖν πόθῳ μέλψωμεν, καὶ πίστει ἀσπασώμεθα, σεμνῶς περιπτυσσόμενοι, καὶ ᾄσμασιν ὡς στέμμασι στέψωμεν ταύτην Πιστοί. Προκαθάρωμεν ἡμῶν κηλῖδας νοητάς, καὶ ἐνθέοις ἀρεταῖς κοσμήσωμεν ψυχάς, καὶ βοήσωμεν στερρῶς, Χριστοῦ σοφὲ Βαπτιστά, σῶσον πάντας ἡμᾶς.

Η Γ ΕΥΡΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Ἡ Γ' Εὕρεσις τῆς Τιμίας κεφαλῆς τοῦ Προδρόμου.
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
Στίχοι
Φωνὴ βοῶντος γῆς μυχῷ κεκρυμμένη,
Τῆς γῆς ῥαγείσης, πᾶσιν ἤχησε ξένως.
Εἰκάδι δὲ Προδρόμοιο Κάρην εὗρον κατὰ πέμπτην.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος μάρτυς Κελεστῖνος, σιδήρῳ τὰς πτέρνας τρυπηθείς, τελειοῦται.

Ὁ ὅσιος Ἀλβιανὸς ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τρίτη, 24 Μαΐου 2011

ΜΕΣΟΥΣΗΣ ΤΗΣ ΕΟΡΤΗΣ, ΔΙΨΩΣΑΝ ΜΟΥ ΤΗΝ ΨΥΧΗΝ

Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω· Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.

ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΦΕΣΤΗΚΕΝ Η ΤΩΝ ΗΜΕΡΩΝ ΜΕΣΟΤΗΣ...

Πεντηκοστῆς ἐφέστηκεν ἡ τῶν ἡμερῶν μεσότης, ἐν ᾗ Χριστός, παραγυμνώσας ἀμυδρῶς θεϊκὴν δυναστείαν, Παράλυτον συνέσφιγξε, λόγῳ αὐτὸν τῆς κλίνης ἐξαναστήσας καὶ θεοπρεπῶς θαυματουργῶν ἐν ὀστρακίνῳ σώματι, τοῖς ἀνθρώποις ἐδωρήσατο τὴν αἰώνιον ζωήν, καὶ τὸ μέγα ἔλεος.
Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς.
Ἐν τῷ ἱερῷ ἐπέστης ἡ σοφία τοῦ Θεοῦ, μεσούσης τῆς ἑορτῆς, διδάσκων καὶ ἐλέγχων τοὺς ἀπειθεῖς Ἰουδαίους, τοὺς Φαρισαίους, καὶ Γραμματεῖς, καὶ βοῶν παρρησίᾳ πρὸς αὐτούς· ὁ διψῶν, ἐρχέσθω πρός με, καὶ πινέτω ὕδωρ ζωηρόν, καὶ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ὁ πιστεύων τῇ ἐμῇ χρηστότητι ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ζωῆς αἰωνίου. Ὢ τῆς ἀγαθότητος, καὶ τῆς εὐσπλαγχνίας σου, Χριστὲ ὁ Θεὸς ἡμῶν· Δόξα σοι.
Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ὅτε τὸ μέσον τῆς ἑορτῆς ἐπέστη, ἀνέβη ὁ Ἰησοῦς ἐπὶ τὸ ἱερόν, καὶ ἐδίδασκε λέγων τοὺς ἀπειθεῖς Ἰουδαίους· ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω, ὕδωρ ζωηρόν αἰώνιον, καὶ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ὁ πιστεύων εἰς ἐμέ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ, καὶ ἕξει τὸ φῶς τῆς ζωῆς.
Μεσούσης τῆς ἑορτῆς, διδάσκοντός σου Σωτήρ, ἔλεγον οἱ Ἰουδαῖοι· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, ὅτι σὺ εἶ ἡ σοφία, ἡ κατασκευάσασα τόν κόσμον· Δόξα σοι.

ΠΑΡΕΣΤΙΝ Η ΜΕΣΟΤΗΣ ΗΜΕΡΩΝ, ΤΩΝ ΕΚ ΣΩΤΗΡΙΟΥ

Πάρεστιν ἡ μεσότης ἡμερῶν, τῶν ἐκ σωτηρίου ἀρχομένων Ἐγέρσεως, Πεντηκοστῇ δὲ τῇ θείᾳ σφραγιζομένων, καὶ λάμπει τὰς λαμπρότητας, ἀμφοτέρωθεν ἔχουσα, καὶ ἑνοῦσα τὰς δύο, καὶ παρεῖναι τὴν δόξαν προφαίνουσα, τῆς δεσποτικῆς, Ἀναλήψεως σεμνύνεται.

Ἤκουσε καὶ εὐφράνθη ἡ Σιών, εὐαγγελισθείσης τῆς Χριστοῦ Ἀναστάσεως, οἱ δὲ πιστοὶ αὐτῆς γόνοι ἠγαλλιάσαντο, τοῦτον θεασάμενοι, καὶ ἐκπλύνοντα Πνεύματι ῥύπον χριστοκτονίας· εὐτρεπίζεται πανηγυρίζουσα, τὴν τῶν ἑκατέρων εὐφρόσυνον μεσότητα.

Ἤγγικεν ἡ τοῦ θείου δαψιλής, χύσις ἐπὶ πάντας, ὥσπερ γέγραπται, Πνεύματος ἡ προθεσμία κηρύττει, ἡμισευθεῖσα, τῆς μετὰ Χριστοῦ θάνατον, καὶ ταφὴν καὶ ἀνάστασιν, παρ΄ αὐτοῦ δεδομένης, ἀψευδοῦς μαθηταῖς ὑποσχέσεως, τὴν τοῦ Παρακλήτου δηλούσης ἐπιφάνειαν.
Τῆς ἑορτῆς μεσούσης, τῆς σῆς Χριστὲ Ἀναστάσεως, καὶ θείας παρουσίας τοῦ ἁγίου σου Πνεύματος, συνελθόντες τῶν θαυμάτων σου, ἀνυμνοῦμεν τὰ μυστήρια, ἐν ᾗ κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

ΚΥΡΙΕ, ΠΡΟ ΤΟΥ ΑΧΡΑΝΤΟΥ ΣΟΥ ΣΤΑΥΡΟΥ

Κύριε, πρὸ τοῦ ἀχράντου σου Σταυροῦ, τῆς ἑορτῆς μεσούσης, ἐν τῷ ἱερῷ ἀνῆλθες, Ἰουδαίους παρρησίᾳ διδάσκων τὰ Μωσέως, καὶ ἐν νόμῳ διὰ σοῦ νομοθετηθέντα· ἐκπληττόμενοι δὲ Χριστέ, τῆς σῆς σοφίας τὸ ἄφραστον μυστήριον, τὴν κατὰ σοῦ σκευωρίαν ἐν ἑαυτοῖς φθόνῳ ἐμελέτων. Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

ΤΕΛΟΣ ΩΝ ΚΑΙ ΑΡΧΗ, ΜΕΣΟΤΗΣ ΤΕ ΕΝ ΜΕΣΩ

Τέλος ὢν καὶ ἀρχή, μεσότης τε ἐν μέσῳ, τῆς ἑορτῆς ἐπέστης, τῷ ἱερῷ Χριστέ μου, πηγάζων μοι τὴν ἄφεσιν.
Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ´ ἀρχῆς.
Ἤκουσεν ἡ Σιὼν τῆς, Ἀναστάσεώς σου, τὸ θεῖον κράτος Λόγε, καὶ χαίρει σὺν τοῖς τέκνοις, ὑμνοῦσά σε τὸν εὔσπλαγχνον.
Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Σέλας τὸ ἐκ Πατρός, ἐξέλαμψας ὁ Λόγος· ἀλλ' ἐπ' ἐσχάτων χρόνων, ἐφάνης ὡς βροτός μοι, πταισμάτων νέμων ἄφεσιν.
Μεσούσης τῆς ἑορτῆς τοῦ Πάσχα, ἐν τῷ ναῷ ἀνῆλθες τοῦ ἱεροῦ, ὁ Σωτὴρ ἡμῶν, καὶ στὰς ἐν μέσῳ τοῦ ὄχλου, ἐδίδασκες αὐτοὺς παρρησίᾳ, καὶ ἔλεγες· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἐμοὶ ἀκολουθῶν, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ἀθανάτου ζωῆς.

ΤΗΣ ΣΟΦΙΑΣ ΤΟ ΥΔΩΡ ΚΑΙ ΤΗΣ ΖΩΗΣ

Τῆς σοφίας τὸ ὕδωρ καὶ τῆς ζωῆς, ἀναβλύζων τῷ κόσμῳ πάντας Σωτήρ, καλεῖς τοῦ ἀρύσασθαι, σωτηρίας τὰ νάματα· τὸν γὰρ θεῖον νόμον σου, δεχόμενος ἄνθρωπος, ἐν αὐτῷ σβεννύει, τῆς πλάνης τους ἄνθρακας· ὅθεν εἰς αἰῶνας, οὐ διψήσει, οὐ ληξει, τοῦ κόρου σου Δέσποτα, Βασιλεῦ ἐπουράνιε· διὰ τοῦτο δοξάζομεν τὸ κράτος σου Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου.

ΧΑΙΡΕ, ΗΛΙΟΜΟΡΦΕ...

Χαῖρε, ἡλιόμορφε ἀστήρ, χαῖρε ἡ αἰτία ἁπάντων, καλῶν Πανάμωμε, χαῖρε ἡ χωρήσασα, Θεὸν ἀχώρητον, ἡ τὸν στάχυν βλαστήσασα, τῆς ἀθανασίας, χαῖρε θεῖον ὄχημα, πύλη ἡ πάμφωτος, χαῖρε, ἡ ἀρᾶς ἀναιρέτις, τῆς προγονικῆς ἡμῶν, χαῖρε, ἀγαθῶν ἡ πρόξενος ὑπάρχουσα.

ΕΚΟΥΣΙΑ ΣΟΥ ΒΟΥΛΗ, ΣΤΑΥΡΟΝ ΥΠΕΜΕΙΝΑΣ

Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθείς, ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾍδη ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ Ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.

ΣΤΗΛΗΝ ΓΕΓΡΑΜΜΕΝΗΝ ΕΧΟΥΣΑΝ...

Στήλην γεγραμμένην ἔχουσαν, τὰς γενικὰς ἀρετάς, θεωρίαις καὶ πράξεσι, Συμεὼν πανόλβιε, τὴν ψυχὴν ἀπετέλεσας, τὰ τῆς σαρκὸς νικήσας σκιρτήματα, καὶ ζωηφόρον ἀμφιασάμενος, νέκρωσιν Ὅσιε, καὶ φωστὴρ γενόμενος, ἀειφανής, πάσης γῆς τοῖς πέρασι, λάμπεις τῇ χάριτι.
Πόθῳ τῷ θείῳ πτερούμενος, ἔτι τὴν σάρκα φορῶν, καὶ τὸν χοῦν περικείμενος, τοῖς Ἀγγέλοις γέγονας, προφανῶς ὁμοδίαιτος, τῶν ἐπιγείων μὲν ἀφιστάμενος, πρός οὐρανοὺς δέ, Πάτερ ὑψούμενος· ὅθεν ἐλήλυθας, ἔνθα φῶς τὸ ἄδυτον, διηνεκῶς, θείαις ἀναβάσεσιν, ἐπεκτεινόμενος.
Σάρκα λεπτύνας ἀσκήσεσιν, ἀνωφερῆ τὴν ψυχήν, καὶ Θεῷ πλησιάζουσαν, Συμεὼν ἀπέδειξας, καὶ δοχεῖον τοῦ Πνεύματος, καὶ τῇ δυνάμει, τούτου τὰ θαύματα, τὰ ὑπέρ φύσιν, τελεῖν ἠξίωσαι· ἔνθα γὰρ πέφυκε, παντουργὸς ἐνέργεια, τὰ ὑπὲρ νοῦν, πάντα καὶ διάνοιαν, διαπεραίνεται.
Εἰς ὄρος ὑψηλὸν συμβολικῶς, τὸ θαυμαστὸν ἀνελθών, καὶ τὴν σεπτὴν Κιβωτὸν ὡς ἄδυτον ὑπελθών, πρᾶξιν ἀρίστην, καὶ ἐπίβασιν θεωριῶν ἐπεδείξω, τῇ μέν, τὸν βίον λαμπρύνας δεσμοῖς σιδηροῖς, ὡς ὁρμίσκοις χρυσοῖς κοσμούμενος, τῇ δέ, Θεὸν ὁρῶν τε καὶ ὁρώμενος, καὶ μόνος μόνῳ προσλαλών, ὃν ἱκέτευε σεβάσμιε Συμεών, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

ΕΝ ΤΩ ΦΩΤΙ ΤΟΥ ΚΥΡΙΟΥ

Ἐν τῷ φωτὶ τοῦ Κυρίου, πορευόμενοι δεῦτε ὑμνήσωμεν, τὴν θείαν πόλιν τοῦ Βασιλέως, τῶν βασιλευόντων, Μαρίαν τὴν ἄχραντον, τὴν Θεοτόκον τὴν ἀληθῆ, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΝΕΑΝΙΚΩ ΘΕΟΦΟΡΕ, ΤΩ ΦΡΟΝΗΜΑΤΙ ΚΟΣΜΟΥ ΤΗΝ ΟΧΛΗΣΙΝ

Νεανικῷ θεοφόρε, τῷ φρονήματι κόσμου τὴν ὄχλησιν, κενῆς τε δόξης τὰς καταπτώσεις, φεύγων ἡσυχάζειν ἐπόθεις ἐν πνεύματι, βοῶν ἀπαύστως· Εὐλογητός, ὁ Θεός τῶν Πατέρων ἡμῶν.

Σταυροειδῶς ἀνατείνων, τὰς παλάμας σου καὶ προσευχόμενος, Χριστὸν ἐν δόξῃ μετὰ Ἀγγέλων, ὀφθαλμοφανῶς θεοφόρε τεθέασαι, πρὸς τοῦτο ὄρος τὸ θαυμαστόν, ἀναβῆναί σε προστάττοντα.

Οὐρανοδρόμῳ τῇ γνώμῃ, ἐπειγόμενος Πάτερ τοῦ κίονος, ἐκβὰς προθύμως σὺ τοῦ Δεσπότου, θείοις πειθαρχήσας ἐντάλμασιν, ἔφθασας τὸ ὄρος τοῦτο, ὁ θαυμαστῶς, θαυμαστόν αὐτὸς ὠνόμασας.

Ὑψηλοτάτην κορυφήν, ἐπουράνιον ὥσπερ Παράδεισον, εὐωδεστάτοις πεφυτευμένον, ἄνθεσι παντοίοις εὑράμενος, ᾤκησας, μονὴν δὲ ταύτην θαυματουργέ, θεοχάρακτον κατέπηξας.

ΑΓΓΕΛΩΝ ΣΥΜΜΕΤΟΧΟΙ ΓΕΓΟΝΑΤΕ....

Ἀγγέλων συμμέτοχοι γεγόνατε, ἅγιοι Μάρτυρες, ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες· πάντα γὰρ τὰ ἐν κόσμῳ κατελίπετε τερπνά, ὡς ἀνύπαρκτα, τὴν πίστιν δέ, ὡς ἄγκυραν ἀσφαλῆ ἐκρατήσατε· ὅθεν καὶ τὴν πλάνην ἀπελάσαντες, πηγάζετε τοῖς πιστοῖς ἰαμάτων χαρίσματα, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΑ ΑΝΩ ΠΟΘΩΝ, ΤΩΝ ΚΑΤΩ ΜΕΘΙΣΤΑΜΕΝΟΣ

Τὰ ἄνω ποθῶν, τῶν κάτω μεθιστάμενος, καὶ ἄλλον οὐρανόν, τὸν στῦλον τεκτηνάμενος, δι' αὐτοῦ ἀπήστραψας, τῶν θαυμάτων τὴν αἴγλην Ὅσιε, καὶ Χριστῷ τῷ πάντων Θεῷ, πρεσβεύεις ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΥΜΕΩΝ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐν τῷ θαυμαστῷ ὄρει.
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ ἐν τῷ θαυμαστῷ ὄρει.
Στίχοι
Θαυμαστὸν ᾤκει πρὶν Συμεὼν γῆς ὄρος,
Πόλου δὲ πανθαύμαστον οἰκεῖ νῦν ὄρος.
Εἰκάδι ἔνθα νόες Συμεὼν μόλεν ἀμφὶ τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων μαρτύρων Μελετίου τοῦ στρατηλάτου καὶ τῶν σὺν αὐτῷ, Ἰωάννου, Στεφάνου, Σεραπίωνος τοῦ Αἰγυπτίου, Καλλινίκου τοῦ μάγου, κομήτων καὶ Τριβούνων δώδεκα, γυναικῶν τριῶν, Μαρκιανῆς, Παλλαδίας καὶ Σωσάννης, νηπίων δύο, Κυριακοῦ καὶ Χριστιανοῦ, καὶ τῶν σὺν αὐτοῖς μαρτυρησάντων χιλιάδων ἕνδεκα καὶ διακοσίων ὀκτώ.

Τελεῖται δὲ ἡ σύναξις πάντων τούτων, εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πλάτωνος τὸν εὑρισκόμενον εἰς τὰ προαύλια τὰ ὀνομαζόμενα τοῦ Δομνίου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δευτέρα, 23 Μαΐου 2011

ΤΙΣ ΧΕΙΜΑΖΟΜΕΝΟΣ ΚΑΙ ΠΡΟΣΤΡΕΧΩΝ

Τίς χειμαζόμενος καὶ προστρέχων, τῷ λιμένι τούτῳ οὐ διασῴζεται; ἢ τίς ὀδυνώμενος καὶ προσπίπτων, τῷ ἰατρείῶ τούτῳ, οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ο ΠΟΙΗΤΗΣ ΤΩΝ ΑΠΑΝΤΩΝ, ΚΑΙ ΤΗΣ ΖΩΗΣ

Ὁ ποιητὴς τῶν ἁπάντων, καὶ τῆς ζωῆς χορηγός, ὁ τῷ Πατρὶ τῷ θείῳ συναΐδιος Λόγος, ἑκὼν ἐκ τῆς Παρθένου, σάρκα λαβών, καὶ γενόμενος ἄνθρωπος, τὰ τῆς ἀρρήτου σοφίας ὡς ἀγαθός, πᾶσιν ἔβλυσε διδάγματα.
Τῆς ἑορτῆς μεσαζούσης, τῶν Ἰουδαίων Χριστέ, τῷ ἱερῷ ἐπέστης, ὁ τοῦ νόμου Δεσπότης, διδάσκων ἐξουσίᾳ, καὶ Γραμματεῖς διελέγχων ὡς γέγραπται, καὶ καταπλήττων σοφίᾳ λόγων τῶν σῶν, καὶ θαυμάτων ἐπιδείξεσιν.
Ὁ χορηγὸς τῆς σοφίας καὶ τῶν καλῶν παροχεὺς ὁ χέων θεῖα ῥεῖθρα ἐκ πηγῆς ἀενάου. Δεῦτε πρός με κράζει, ὕδωρ ζωῆς, οἱ διψῶντες ἀρύσασθε καὶ ποταμοὶ ἐκ κοιλίας ὑμῶν, φησί, χαρισμάτων θείων ῥεύσουσι.
Ὅτε παρεγένου ἐν ἱερῷ Χριστὲ ὁ Θεός, μεσούσης τῆς ἑορτῆς, τότε τοῖς λαοῖς ἐδίδασκες βοῶν· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται. Οἱ δὲ Ἰουδαῖοι διεπρίοντο, μετὰ τῶν Φαρισαίων, καὶ Σαδδουκαίων, καὶ Γραμματέων, λέγοντες· Τίς ἐστιν οὗτος, ὃς λαλεῖ βλασφημίας; μὴ λογιζόμενοι, ὅτι σὺ ὑπάρχεις, ὁ πρὸ πάντων αἰώνων, σὺν Πατρὶ καὶ Πνεύματι δοξαζόμενος, Θεὸς ἡμῶν. Δόξα σοι.

ΤΟΥ ΞΥΛΟΥ ΤΗΣ ΠΑΡΑΚΟΗΣ, ΤΟ ΕΠΙΤΙΜΙΟΝ ΕΛΥΣΑΣ...

Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ, ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν δυνατέ, τοῦ θανάτου τὰ δεσμὰ ὡς Θεός διέρρηξας·
διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Η ΣΟΦΙΑ Ο ΛΟΓΟΣ Ο ΤΟΥ ΠΑΤΡΟΣ

Ἡ Σοφία ὁ Λόγος ὁ τοῦ Πατρός, ὁ καὶ δοὺς Ἀποστόλοις ῥῆμα Θεοῦ, κηρῦξαι τοῖς πέρασι, τὴν ἐν γῇ αὐτοῦ ἔλευσιν ὑπὸ πλάνων Ἑβραίων, μανίᾳ ὑβρίζετο, δαιμονῶν καὶ πλάνος, φρικτῶς λοιδορούμενος, ὃς ἀνεξικάκως, πρὸς αὐτοὺς ἀνεβόα· Μὴ κρίνετε ἄκριτον, κατ' ἐμοῦ κρίσιν ἄνομοι. Πρὸς αὐτὸν οὖν βοήσωμεν· Φιλάνθρωπε Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν κατάπεμψον, τοῖς ἀνυμνοῦσιν ἐν πίστει, τὴν ἀνείκαστον δόξαν σου

ΤΙΣ ΟΥΚ ΕΞΙΣΤΑΤΑΙ ΟΡΩΝ, ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ

Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἑνικήσατε, Χριστὸν ὁμολογήσαντες, καὶ Σταυρῷ ὁπλισάμενοι· ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι. Ἀπαύστως πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ὑμῶν.

ΜΕΣΟΥΣΗΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΠΑΣΧΑ...

Μεσούσης τῆς ἑορτῆς τοῦ Πάσχα, ἐν τῷ ναῷ ἀνῆλθες τοῦ Ἱεροῦ ὁ Σωτὴρ ἡμῶν, καὶ στὰς ἐν μέσῳ τοῦ ὄχλου, ἐδίδασκες αὐτοὺς παρρησίᾳ καὶ ἔλεγες· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἐμοι ἀκολουθῶν, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ἀθανάτου ζωῆς.

ΠΑΤΕΡ ΜΙΧΑΗΛ ΘΕΟΠΝΕΥΣΤΕ, ΤΟ ΚΑΤ΄ΕΙΚΟΝΑ ΘΕΟΥ

Πάτερ Μιχαὴλ θεόπνευστε, τὸ κατ' εἰκόνα Θεοῦ, διετήρησας ἄμεμπτον, καὶ Χριστοῦ τὸν ἄχραντον, χαρακτῆρα ἐτίμησας, καὶ διδαχαῖς σου, πᾶσαν κατέσβεσας, τήν γλωσσαλγίαν, ψυχῆς στερρότητι. Ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ἧς Χριστῷ, μάκαρ εὐηρέστησας, τῷ παντοκράτορι.

Πάτερ Μιχαὴλ θεόληπτε, ἱερωσύνης στολήν, ἐνδυσάμενος ἔδραμες, τῶν μαρτύρων στάδιον, καὶ Χριστῷ προσενήνεξαι, διπλοῖς στεφάνοις, μάκαρ κοσμουμενος, ἀρχιερέων, τάξεις ὀψόμενος. Ὢ τῆς ἀφράστου σου, χαρμονῆς μακάριε, ἧς μετασχεῖν, ὄντως κατηξίωσαι, θεομακάριστε.

Πάτερ Μιχαὴλ θειότατε, σὺ τῷ ποδήρει σεπτῶς, Ἀαρὼν ὥσπερ δεύτερος, καθωραϊζόμενος, τῶν Ἁγίων τὰ Ἅγια, νῦν κατοπτεύεις, ἔνδον γενόμενος, καὶ τοῦ δευτέρου καταπετάσματος, Ὢ τῆς ἀχράντου σου, ὑπὲρ νοῦν ἐλλάμψεως, Ἱεραρχῶν, θεῖον ἐγκαλλώπισμα, ἧς καὶ μετέσχηκας.

ΑΠΕΙΡΩ ΛΑΜΠΟΜΕΝΟΣ, ΝΥΝ ΦΩΤΙΣΜΩ

Ἀπείρῳ λαμπόμενος, νῦν φωτισμῷ πανόλβιε, τῷ φωτὶ τῷ μεγάλῳ ὡς παριστάμενος, τοῦ πεποθημένου σοι τέλους, τυχεῖν σαφῶς Πάτερ ἠξιώθης, πρὸς ὃ σπεύδων ἔδραμες, εὐσεβῶς πολιτευσάμενος.

Ἰδεῖν κατηξίωσαι, τὴν ὑπὲρ νοῦν λαμπρότητα, ἧς ἐν γῇ τὰς ἐμφάσεις Πάτερ ἐκέκτησο, ἀλλὰ μεσιτεύων ῥυσθῆναι, σοὺς φοιτητάς, Χριστὸν ἐκδυσώπει, τοὺς σὲ νῦν γεραίροντας, καὶ τιμῶντας ἀξιάγαστε.

Ῥωσθεὶς θείᾳ χάριτι, σοφίας σου πυρσεύμασι, θεομάχων τὸ θράσος σαφῶς κατέσβεσας, τῶν ἀπαυγασμάτων τῶν τῇδε, ὡς τὴν πηγὴν ἔνδον κεκτημένος, Μιχαὴλ θεσπέσιε, Χριστοκήρυξ Ἱερώτατε.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΜΙΧΑΗΛ, ΕΠΙΣΚΟΠΟΥ ΣΥΝΝΑΔΩΝ...

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Μιχαήλ, Ἐπισκόπου Συννάδων.
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Συννάδων.
Στίχοι
Τῷ κυματώδει μικρὸν ἐμπρέψας βίῳ,
Λύῃ Μιχαήλ, οἷα κούφη πομφόλυξ.
Εἰκάδι ἐν τριτάτῃ Μιχαὴλ ἀναδέδραμεν ἐκ γῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας μυροφόρου Μαρίας τοῦ Κλωπᾶ ἐν εἰρήνῃ τελειωθείσης.

Ὁ ἅγιος μάρτυς Σαλωνᾶς ὁ Ῥωμαῖος ξίφει τελειοῦται.

Ὁ ἅγιος μάρτυς Σέλευκος πριονισθεὶς τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κυριακή, 22 Μαΐου 2011

ΩΦΘΗ ΦΩΤΟΦΑΝΗΣ ΚΑΙ ΤΕΡΠΝΗ

Ὤφθη φωτοφανὴς καὶ τερπνή, τῆς τοῦ Σωτῆρος Ἀναστάσεως σήμερον, μεσότης ἡ παναγία, ὡς μεσημβρία φαιδρά, φρυκτωροῦσα κόσμον, θείαις χάρισι, Χριστοῦ τῆς Ἐγέρσεως, λαμπαδοχοῦσα τεράστια, τῆς ἀφθαρσίας, ἀπαστράπτει τὰ σύμβολα, καὶ προδείκνυσι, τὴν εἰς ὕψος Ἀνάληψιν, φαίνει τὴν πολυέραστον, τοῦ Πνεύματος ἔλευσιν, Πεντηκοστῆς τῆς πανσέπτου, τὴν λαμπροτάτην πανήγυριν· διὸ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.
Δόξης ὡς θεϊκῆς ποταμός, τῆς ἑορτῆς νῦν μεσαζούσης ὁ Κύριος, τὰ ῥεῖθρα τῆς εὐσπλαγχνίας, πᾶσι παρέχων βοᾷ, οἱ διψῶντες δεῦτε, καὶ ἀρύσασθε· πηγὴ συμπαθείας γάρ, καὶ ἐλέους τὸ πέλαγος, αὐτὸς ὑπάρχων, βρύει κόσμῳ τὴν ἄφεσιν, πλύνει πταίσματα, καὶ καθαίρει νοσήματα, σῴζει τοὺς τὴν Ἀνάστασιν, αὐτοῦ ἑορτάζοντας, σκέπει τοὺς πόθῳ τιμῶντας, τὴν μετὰ δόξης Ἀνάληψιν, αὐτοῦ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην καὶ μέγα ἔλεος.
Μέσον τοῦ ἱεροῦ ἑστηκώς, ὁ ἀπερίγραπτος Θεός τε καὶ Κύριος· Θεὸς γὰρ ὑπῆρχε φύσει, κἂν δι' ἡμᾶς βροτωθείς, περιγεγραμμένος ὤφθη σώματι, τοῖς πᾶσιν ἀνέβλυζε, τὰ ζωήρρυτα ῥήματα, τοῖς πᾶσι λέγων· Τὰς ψυχὰς ἐκκαθάρθητε, καὶ τοῦ καύσωνος, τῶν παθῶν ἀναψύξατε, μή τις ἀποστερήσοιτο, τῆς πόσεως ἄνθρωποι· θείαν γὰρ χάριν δωροῦμαι, τῆς ἀθανάτου καὶ κρείττονος, καὶ τῆς βασιλείας, συμμεθέξει μοι τῷ κτίστῃ, καὶ δοξασθήσεται.
Μεσούσης τῆς ἑορτῆς πρὸ τοῦ Πάθους, καὶ τῆς ἐνδόξου Ἀναστάσεώς σου Κύριε, ἦς διδάσκων ἀγαθέ, ἐν τῷ ἱερῷ τοὺς ἀπειθοῦντας Ἰουδαίους, καὶ Φαρισαίους, καὶ Γραμματεῖς, καὶ βοῶν πρὸς αὐτούς· ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω, ὁ πιστεύων εἰς ἐμέ, ὕδατος ζωῆς Πνεύματος θείου, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ. Ὢ τῆς ἀρρήτου σοφίας τῆς σῆς συνέσεως! ὁ τὰ πάντα πληρῶν, Θεὸς ἡμῶν δόξα σοι.

ΤΟ ΦΑΙΔΡΟΝ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΙΣΤΙΩ ΜΑΡΤΥΣ ΤΟΥ ΣΤΑΥΡΟΥ....

Ἱστίῳ Μάρτυς τοῦ Σταυροῦ, τῶν βασάνων διελθὼν τὸ κλυδώνιον, τὸν γαληνότατον, τῆς βασιλείας, ὅρμον κατέλαβες, καὶ ὥσπερ ἔμπορος καλός, τὸν φόρτον διέσωσας, τῆς εὐσεβείας Χριστῷ, τῷ τῶν ὅλων Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ὡς πάλαι πῦρ ἐξ οὐρανοῦ, ὁ θεσβίτης Ἠλιοὺ κατηγάγετο, οὕτω Μακάριε, τῇ σῇ δεήσει φλόγα κατήγαγες, δι' ἧς ἐκκαίεται ναός, εἰδώλων καὶ ξόανα, δαιμόνων φλέγονται, καὶ Θεὸς ὁ ποιητὴς μεγαλύνεται.

Σώματος λέλυσαι σοφέ, τῇ τοῦ ξίφους ἐκτομῇ δεξαμένων σου, σεπτῶν Δυνάμεων, τὸ θεῖον πνεῦμα νικῆσαν χάριτι, τῆς πονηρίας τὰ δεινά, πανόλβιε πνεύματα, καὶ νῦν τὰ ἄνω οἰκεῖς, στεφηφόρος Βασιλίσκε βασίλεια.

Ἡ γῆ μὲν Μάρτυς τῇ ταφῇ, οὐρανὸς δὲ τῇ ψυχῇ καθηγίασται, τῇ σῇ θεόπνευστε· ὡς γὰρ πορφύραν λαμπρὰν ἐξ αἵματος, περιβαλλόμενος τοῦ σοῦ, Χριστῷ τῷ Θεῷ ἡμῶν, συμβασιλεύεις ἀεί, μεμνημένος τῶν πιστῶς μεμνημένων σου.

Ο ΣΥΝΑΝΑΡΧΟΣ....

Ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ, τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως. Ἤγγικεν οὖν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ· ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἐπὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα, Κύριε δόξα σοι.
Ὁ συνάναρχος καὶ συναΐδιος Υἱός, καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων, καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἥν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα φώνησόν σου τὸν ἄνδρα. Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγομένη, καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα, καὶ ὁ Διδάσκαλος πρὸς αὐτήν· Ἀληθῶς εἶπας, οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ. Ἡ δέ, ἐπὶ τῷ ῥήματι ἐκπλαγεῖσα, καὶ εἰς τὴν πόλιν δραμοῦσα, τοῖς ὄχλοις ἐπεβόα, λέγουσα· Δεῦτε ἴδετε Χριστόν, ὃς δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα, αἰτεῖ ὕδωρ παρ' αὐτῆς ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζωῆς, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήσασι δεινῶς, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

ΔΕΥΤΕ ΑΝΥΜΝΗΣΩΜΕΝ ΛΑΟΙ

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

ΕΘΝΗ ΚΡΟΤΗΣΑΤΕ, ΕΒΡΑΙΟΙ

Ἔθνη κροτήσατε, Ἑβραῖοι θρηνήσατε· ὁ ζωοδότης γὰρ Χριστός, τὰ δεσμὰ διέρρηξε τοῦ ᾍδου, καὶ νεκροὺς ἀνέστησε, καὶ νόσους ἐθεράπευσε τῷ λόγῳ. Οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν, ἐν τῷ ὀνόματι αὐτοῦ.

Θαῦμα παρέδειξας, τὸ ὕδωρ εἰς οἶνον μετελθών, ὁ ἐν Αἰγύπτῳ ποταμούς, μεταστρέψας Δέσποτα εἰς αἷμα, καὶ νεκροὺς ἀνέστησας, σημεῖον τοῦτο δεύτερον τελέσας. Δόξα Σωτὴρ τῇ ἀφάτῳ σου βουλῇ, δόξα τῇ κενώσει σου, δι' ἧς ἐκαίνισας ἡμᾶς.

Ῥεῖθρον ἀέναον, ὑπάρχων Κύριε, ζωῆς ἀληθινῆς, σὺ εἶ ἡ ἀνάστασις ἡμῶν, θέλων ἐκοπίασας, Σωτήρ μου, καὶ ἑκὼν ἐδίψησας, τοῖς νόμοις τῆς φύσεως ὑπείκων, καὶ εἰς Σιχὰρ ἀφικόμενος σαρκί, τὸ ὕδωρ ἐζήτησας, τῇ Σαμαρείτιδι πιεῖν.

ΤΟΝ ΖΩΟΠΟΙΟΝ ΣΟΥ ΣΤΑΥΡΟΝ....

Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτόμον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

ΒΑΣΙΛΕΙΑΝ ΑΣΑΛΕΥΤΟΝ, ΒΑΣΙΛΕΥΣΑΣ

Βασιλείαν ἀσάλευτον, βασιλεύσας ἀπείληφας, Βασιλίσκε ἔνδοξε, καὶ παρίστασαι, τῷ βασιλεῖ τῶν δυνάμεων, σὺν πάσαις γηθόμενος, τῶν Ἀγγέλων στρατιαῖς, ἀναμέλπεις τε πάντοτε, τὸ ἀέναον, καὶ μακάριον ᾆσμα, φρυκτωρίαις, κατὰ μέθεξιν ταῖς θείαις, περιφανῶς αὐγαζόμενος.

Τοὺς σοὺς πόδας ὑπέδησαν, ταῖς κρηπῖσιν ἡλώσαντες, ἐν τῷ σὲ πορεύεσθαι τρίβους χαίροντα, τοῦ μαρτυρίου Ἀοίδιμε, μεθ' ὧν κατεπάτησας, κεφαλὴν τοῦ δυσμενοῦς, καὶ τελείως συνέτριψας, καὶ ἐβάδισας, εὐσταλῶς τὴν οὐράνιον πορείαν, τῷ Δεσπότῃ νικηφόρος, ἐμφανιζόμενος ἔνδοξε.

Προσευχῇ σου ἐβλάστησε, ξύλον ἄνικμον πρότερον, καὶ πηγὴν ἀνέβλυζε ζῶντος ὕδατος, τῇ δὲ ῥοῇ σου τοῦ αἵματος, ἡ γῆ καθηγίασται, ὁ ἀὴρ δὲ τῆς ψυχῆς, τῇ ἀνόδῳ πανόλβιε· ὅθεν πίστει σου, τὴν ἁγίαν τιμῶμεν Βασιλίσκε, καὶ πανέορτον ἡμέραν, ἐν ᾗ νομίμως ἠρίστευσας.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΒΑΣΙΛΙΣΚΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου.
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου.
Στίχοι
Ὁ Βασιλίσκος ἐκτομῇ δοὺς τὴν κάραν,
Πατεῖ νοητοῦ βασιλίσκου τὴν κάραν.
Εἰκάδι δευτερίῃ Βασιλίσκος φάσγανον ἔτλη.

Ὁ Ἅγιος Μάρτυς Μάρκελλος, μόλυβδον κοχλάζοντα ποτισθείς, τελειοῦται.

Ὁ Ἅγιος μάρτυς Κόδρος ὑπὸ ἵππων συρόμενος τελειοῦται.

Ὁ Ἅγιος Ἰωάννης ὁ Βλαδίμηρος, ὁ βασιλεὺς καὶ θαυματουργός, ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΩΝ ΣΕΠΤΩΝ ΜΥΣΤΗΡΙΩΝ

Τῶν σεπτῶν μυστηρίων ἀκούσωμεν, Ἰωάννου ἡμᾶς ἐκδιδάσκοντος, τὰ ἐν τῇ Σαμαρείᾳ γινόμενα, πῶς γυναικὶ ὡμίλει ὁ Κύριος, ὕδωρ αἰτήσας, ὁ τὰ ὕδατα εἰς τὰς συναγωγάς αὐτῶν συνάξας, ὁ Πατρὶ καὶ τῷ Πνεύματι σύνθρονος· ἦλθε γὰρ ἐκζητῶν τὴν εἰκόνα αὐτοῦ, αἰωνίως, ὡς ἀοίδιμος.

ΚΥΡΙΑΚΗ ΠΕΜΠΤΗ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ

Τῇ αὐτῇ ἡμέρᾳ Κυριακῇ πέμπτῃ ἀπὸ τοῦ Πάσχα, τὴν τῆς Σαμαρείτιδος ἑορτὴν ἑορτάζομεν.
Στίχοι
Ὕδωρ λαβεῖν ἐλθοῦσα τὸ φθαρτόν, γύναι,
Τὸ ζῶν ἀπαντλεῖς, ᾧ ῥύπους ψυχῆς πλύνεις.

Ταῖς τῆς σῆς Μάρτυρος Φωτεινῆς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Σάββατο, 21 Μαΐου 2011

ΑΣΠΟΡΩΣ ΣΥΝΕΛΑΒΕΣ, ΚΑΙ ΕΚΥΗΣΑΣ ΑΦΡΑΣΤΩΣ...

Ἀσπόρως συνέλαβες, καὶ ἐκύησας ἀφράστως, τὸν καθελόντα δυνάστας ἀπὸ θρόνων, καὶ ὑψοῦντα ταπεινούς, καὶ ἐγείροντα κέρας χριστῶν αὐτοῦ, δοξάζοντας Χριστοῦ τὸν Σταυρόν, καὶ τὴν Ταφήν, καὶ τὴν ἔνδοξον Ἀνάστασιν. Διό σε Θεοτόκε, τὴν πρόξενον τῶν τοσούτων ἀγαθῶν, ἀσιγήτοις ἐν ᾠδαῖς μακαρίζομεν, ὡς πρεσβεύουσαν ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΠΑΡΑ ΤΟ ΦΡΕΑΡ

Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα, αἰτεῖ ὕδωρ παρ' αὐτῆς ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζωῆς, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήσασι δεινῶς, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

ΔΕΥΤΕ ΑΝΥΜΝΗΣΩΜΕΝ ΛΑΟΙ

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν· δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

ΤΟΝ ΖΩΟΠΟΙΟΝ ΣΟΥ ΣΤΑΥΡΟΝ, ΑΠΑΥΣΤΩΣ

Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτόμον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

ΣΕΛΑΣ ΦΑΕΙΝΟΤΑΤΟΝ, ΚΟΜΗΤΗΣ ΕΣΠΕΡΩΤΑΤΟΣ...

Σέλας φαεινότατον, κομήτης ἑσπερώτατος, ἐξ ἀπιστίας εἰς πίστιν Θεότητος μετοχετευθείς, ἤχθης ἁγιάσαι λαὸν καὶ πόλιν, καὶ τύπον Σταυροῦ ἐν οὐρανῷ κατοπτεύσας, ἤκουσας ἐκεῖθεν. Ἐν τούτῳ νίκα τοὺς ἐχθρούς σου. Ὅθεν δεξάμενος τὴν γνῶσιν τοῦ Πνεύματος, Ἱερεύς τε χρισθεὶς καὶ Βασιλεύς, ἐλαίῳ ἐστήριξας τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ὀρθοδόξων Βασιλέων πατήρ, οὗ καὶ ἡ λάρναξ ἰάσεις βρύει. Κωνσταντῖνε Ἰσαπόστολε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΧΡΙΣΤΟΣ ΕΚ ΝΕΚΡΩΝ ΕΓΗΓΕΡΤΑΙ

Χριστὸς ἐκ νεκρῶν ἐγήγερται ἡ ἀπαρχὴ τῶν κεκοιμημένων, ὁ πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.

ΧΡΕΩΣΤΙΚΩΣ ΕΚΤΕΛΟΥΜΕΝ ΤΗΝ ΜΝΗΜΗΝ ΣΟΥ ΚΩΝΣΤΑΝΤΙΝΕ...

Χρεωστικῶς ἐκτελοῦμεν τὴν μνήμην σου, Κωνσταντῖνε ἰσαπόστολε, πάντων ἀνάκτων βάσις καὶ καύχημα· φωτισθεὶς γὰρ ἀκτῖσι τοῦ Πνεύματος, πᾶσαν ἐφαίδρυνας τήν Ἐκκλησίαν τοῦ Χριστοῦ, τὰ συστήματα τῶν πιστῶν πανταχόθεν συνάξας, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, ἔνθα τῶν ἀσεβῶν ἐσβέσθη τὸ φρύαγμα, καὶ αἱρετικῶν ἠσθένησαν γλῶσσαι, καὶ ἐμωράνθησαν, τῶν δὲ ὀρθοδόξων ὑψώθη τὸ στῖφος, φανερωθείσης τῆς πίστεως. Ὅθεν ὑπ' αὐτῶν ἐδοξάσθης Ὀρθοδοξότατος, καὶ πάντων βασιλέων ἐκηρύχθης πατήρ, ὡς πρῶτος τὴν ἁλουργίδα παρὰ Θεοῦ κομισάμενος. Διὸ αἰτοῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, αἴτησαι ἱλασμὸν ἁμαρτιῶν ταῖς ψυχαῖς ἡμῶν.
Οὐκ ἐξ ἀνθρώπων τὴν κλῆσιν ἔλαβες, ἀλλ' ὡς ὁ θεσπέσιος Παῦλος, ἔσχες μᾶλλον ἔνδοξε ταύτην ἐξ ὕψους, Κωνσταντῖνε Ἰσαπόστολε, παρὰ Χριστοῦ τοῦ Θεοῦ· τὸ γάρ σημεῖον τοῦ Σταυροῦ, ἐν οὐρανῷ θεασάμενος, καὶ δι' αὐτοῦ ἀγρευθείς, ὡς κάλλιστον θήραμα, ἐν τούτῳ καὶ νικητής, κατὰ ὁρωμένων καὶ ἀοράτων ἐχθρῶν, ἀπεφάνθης ἀήττητος. Ὅθεν δυσωποῦμέν σε, ὡς πρεσβευτὴν θερμότατον, οἱ γηγενεῖς ἐπαξίως τὴν μνήμην σου σέβοντες, ἐν παρρησίᾳ αἰτήσασθαι ἡμῖν, φωτισμὸν ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Τοῦ εὐσεβοῦς Κωνσταντίνου ἡ μνήμη, ὡς μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε· Χριστὸν γὰρ ποθήσας, εἰδώλων κατεφρόνησε, ναὸν ἐγείρας ἐπὶ γῆς, τῷ σταυρωθέντι δι' ἡμᾶς, ἐν οὐρανοῖς δὲ ἀπέλαβε, τὸν τῆς ἐλπίδος στέφανον.
Νεανικὴν ἄγων τὴν ἡλικίαν, ὥσπερ ὁ θεσπέσιος Παῦλος, ἐκ τῶν ὑψίστων ἐδέξω τὸ θεῖον χάρισμα, καὶ τοῦ δεινοῦ πολεμήτορος τὰ θράση, τῇ πανοπλίᾳ τοῦ Σταυροῦ κατέβαλες, ἀνάκτων τὸ καύχημα, Κωνσταντῖνε ἰσαπόστολε, ὑπὲρ ἡμῶν πρὸς Κύριον ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Αἶνος τῷ Θεῷ, ἐκ χοϊκῶν χειλέων προσᾴδεται, ἐπὶ τῇ θείᾳ μνήμῃ σου, Κωνσταντῖνε πανεύφημε. Σὺ γὰρ ὤφθης ἀκραιφνὴς στρατιώτης τοῦ λόγου τῆς πίστεως, φαυλίσας ἐν τῷ σκάμματι, τῶν εἰδώλων τὰς μορφάς, καὶ νῦν προσηρείσθης τῷ φέγγει τῆς Τριάδος, καταπυρσεύων ἡμῶν, τὰς διανοίας ταῖς πρεσβείαις σου.
Ἡ Ἐκκλησία σήμερον στολισαμένη, τῷ κράττει σου Ἄναξ, μυστικῶς εὐφραίνεται, καὶ τὴν σὴν παγγέραστον μνήμην, κατ' ἀξίαν εὐφήμως γεραίρει κραυγάζουσα· Χαίροις, ὁ τὸν Παῦλον ζηλώσας, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, καὶ τὰς παγίδας συντρίψας τοῦ ἀντιπάλου· Χαίροις, ἀνάκτων πανάριστε, καὶ Ἀποστόλων Ἰσότιμε· Χαίροις πιστῶν τὸ στήριγμα, καὶ Βασιλέων τὸ προπύργιον, Κωνσταντῖνε μακάριε, ὑπὲρ ἡμῶν πρὸς Κύριον, μὴ διαλίπῃς πρεσβεύων, ὡς παρρησίαν ἔχων, Βασιλέων ἐγκαλλώπισμα.

ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΠΙΣΤΟΙ ΣΥΝ ΤΗ ΜΗΤΡΙ ΤΙΜΗΣΩΜΕΝ...

Κωνσταντῖνον πιστοὶ σὺν τῇ μητρὶ τιμήσωμεν· τοῦ Προφήτου γὰρ αὐτοὶ λόγους ἀκροασάμενοι, ἐν κέδρῳ καὶ πεύκῃ καὶ κυπαρίσσῳ, τὸν τρισύνθετον Σταυρὸν κατενόησαν, δι' οὗ τὸ σωτήριον πάθος ἐξηκολούθησε, καὶ πάντας παρέστησαν τοὺς Ἰουδαίους παρασκευάζεσθαι, δεῖξαι τοῖς λαοῖς μέγα δικαίωμα, τὸ κεκρυμμένον διὰ τὸν φθόνον, καὶ βασκανίαν τὴν αὐτῶν, καὶ τοῦτο εὑρόντες ἀνέδειξαν αὐτοί. Διὰ τοῦτο τοῖς πᾶσι νικηφόροι ἀνεδείχθησαν, ὅπλον φέροντες ἀπροσμάχητον, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.

ΟΠΛΟΝ ΚΡΑΤΑΙΟΤΑΤΟΝ, ΤΩ ΒΑΣΙΛΕΙ ΗΜΩΝ ΔΕΔΩΚΑΣ

Ὅπλον κραταιότατον, τῷ Βασιλεῖ ἡμῶν δέδωκας, τὸν Σταυρόν σου τὸν τίμιον, δι' οὗ ἐβασίλευσεν, ἐπὶ γῆς δικαίως, λάμψας εὐσεβείᾳ, καὶ βασιλείας οὐρανῶν, κατηξιώθη τῇ εὐσπλαγχνίᾳ σου, μεθ' οὗ σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἔδωκας φιλάνθρωπε, τῷ εὐσεβεῖ σου θεράποντι, Σολομῶντος τὴν φρόνησιν, Δαυῒδ τὴν πραότητα καὶ τῶν Ἀποστόλων τὴν ὀρθοδοξίαν, ὡς βασιλέων Βασιλεύς, κυριευόντων τε πάντων Κύριος· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Πρῶτος καθυπέταξας, τὴν ἁλουργίδα ἀείμνηστε, Βασιλεῦ ἑκουσίως Χριστῷ, αὐτὸν ἐπιγνοὺς Θεόν, καὶ παμβασιλέα, πάντων εὐεργέτην, νικοποιὸν πάσης ἀρχῆς, καὶ ἐξουσίας τὸν ὑπερκείμενον, ἐντεῦθέν σοι φιλόχριστε, τὴν βασιλείαν κατεύθυνεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Πλουσίων δωρεῶν τὰ κρείττονα, εἰληφῶς παρὰ Θεοῦ, Ἄναξ κράτιστε, Κωνσταντῖνε μέγιστε, καλῶς ἐν τούτοις διέπρεψας· καταυγασθεὶς γὰρ ἀκτῖσι τοῦ παναγίου Πνεύματος, ὑπὸ Σιλβέστρου ἱερέως, ὡς διὰ τοῦ βαπτίσματος, ἐν Βασιλεῦσιν ὤφθης ἀήττητος, τὴν οἰκουμένην ὡς προῖκα προικοδοτήσας τῷ Κτίστῃ σου, καὶ πόλιν βασιλεύουσαν θεοσεβῆ. Διὸ ἱκετεύων μὴ παύσῃ Χριστῷ τῷ Θεῷ, δωρηθῆναι ἅπασι, τοῖς τελοῦσι τὴν μνήμην σου, ὡς παρρησίαν ἔχων, ἁμαρτιῶν συγχώρησιν, καὶ τὸ μέγα ἔλεος.

ΑΓΙΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΚΑΙ ΕΛΕΝΗΣ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τῶν Ἁγίων ἐνδόξων, μεγάλων, θεοστέπτων καὶ Ἰσαποστόλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης.
Τῇ ΚΑ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης.
Στίχοι
Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος,
Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος.
Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΟΡΤΗΣ ΜΕΣΑΖΟΥΣΗΣ ΤΗΣ ΝΟΜΙΚΗΣ

Ἑορτῆς μεσαζούσης τῆς νομικῆς, ἧς διδάσκων Σωτήρ μου ἐν ἱερῷ, ἐλέγχων τε τὴν ἄνοιαν, τῶν ἀπίστων Ἑβραίων, καὶ βοῶν τοῖς ὄχλοις, θείᾳ φωνῇ ὡς φιλάνθρωπος, ὁ διψῶν ἀνέκραζες· ἐρχέσθω πρός με καὶ πινέτω· ὅθεν ἐπηγγείλω, τοῖς πιστεύουσι νέμειν, σοφίας τὰ νάματα, ἐκ πηγῆς ἀκηράτου σου. Διὰ τοῦτο βοῶμέν σοι· Κατάπεμψον Χριστὲ ὁ Θεός, μόνος τὸ πανάγιον Πνεῦμά σου, καὶ σῶσον ἡμᾶς, ὅτι ὑπάρχεις πολυέλεος.

Παρασκευή, 20 Μαΐου 2011

... ΤΗΣ ΕΟΡΤΗΣ ΜΕΣΑΖΟΥΣΗΣ, ΤΩΝ ΙΟΥΔΑΙΩΝ ΧΡΙΣΤΕ...

Ὁ ποιητὴς τῶν ἁπάντων, καὶ τῆς ζωῆς χορηγός, ὁ τῷ Πατρὶ τῷ θείῳ, συναΐδιος Λόγος, ἑκὼν ἐκ τῆς Παρθένου, σάρκα λαβών, καὶ γενόμενος ἄνθρωπος, τὰ τῆς ἀρρήτου, σοφίας ὡς ἀγαθός, πᾶσιν ἔβλυσε διδάγματα.
Τῆς ἑορτῆς μεσαζούσης, τῶν Ἰουδαίων Χριστέ, τῷ ἱερῷ ἐπέστης, ὁ τοῦ νόμου Δεσπότης, διδάσκων ἐξουσίᾳ, καὶ Γραμματεῖς, διελέγχων, ὡς γέγραπται, καὶ καταπλήττων σοφίᾳ λόγων τῶν σῶν, καὶ θαυμάτων ἐπιδείξεσιν.
Ὁ χορηγὸς τῆς σοφίας, καὶ τῶν καλῶν παροχεύς, ὁ χέων θεῖα ῥεῖθρα, ἐκ πηγῆς ἀενάου. Δεῦτε πρός με, κράζει, ὕδωρ ζωῆς, οἱ διψῶντες ἀρύσασθε, καὶ ποταμοὶ ἐκ κοιλίας ὑμῶν, φησί, χαρισμάτων θείων ῥεύσουσι.
Πεντηκοστῆς ἐφέστηκεν ἡ τῶν ἡμερῶν μεσότης, ἐν ᾗ Χριστός, παραγυμνώσας ἀμυδρῶς θεϊκὴν δυναστείαν, Παράλυτον συνέσφιγξε, λόγῳ αὐτὸν τῆς κλίνης ἐξαναστήσας, καὶ θεοπρεπῶς θαυματουργῶν, ἐν ὀστρακίνῳ σώματι, τοῖς ἀνθρώποις ἐδωρήσατο, τὴν αἰώνιον ζωήν, καὶ τὸ μέγα ἔλεος.

ΠΩΣ ΜΗ ΘΑΥΜΑΣΩΜΕΝ, ΤΟΝ ΘΕΑΝΔΡΙΚΟΝ ΣΟΥ ΤΟΚΟΝ, ΠΑΝΣΕΒΑΣΜΙΕ....

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον, πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη, πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας, τὴν ἰδιότητα σῴαν φυλάξαντα. Διό, Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

ΟΜΒΡΟΙΣ ΤΩΝ ΑΙΜΑΤΩΝ ΣΟΥ, ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΘΑΛΛΕΛΑΙΕ...

Ὄμβροις τῶν αἱμάτων σου, μεγαλομάρτυς Θαλλέλαιε, ἀθεΐας τὴν κάμινον, ἐνθέως κατέσβεσας νῦν δὲ τῶν θαυμάτων, ῥείθροις ἀπελαύνεις, πάθη ποικίλα καὶ πιστοῖς, ῥῶσιν παρέχεις ἐν θείᾳ χάριτι· διὸ τὴν θείαν μνήμην σου, περιχαρῶς ἑορτάζομεν, καὶ τὴν κόνιν τοῦ σώματος, ἱερῶς προσπτυσσόμεθα.

Θαλλὸν σε κατάκαρπον, θείας ἐλαίας γνωρίσαντες, ἀθλοφόρε Θαλλέλαιε, ἐλαίῳ τῶν πόνων σου, καὶ τῶν ὑπὲρ φύσιν θαυματουργημάτων, ἱλαρυνόμεθα σαφῶς, τὸν ἐπὶ πάντων Θεὸν δοξάζοντες, μεγάλως σε δοξάσαντα, ὑπὲρ αὐτοῦ ὡς ἀθλήσαντα, καὶ τῆς πλάνης τὸ φρύαγμα, παντελῶς ἀφανίσαντα.

Πελάγει ῥιπτούμενος, καὶ ταῖς σανίσιν εἱλούμενος, καὶ εὐτόνως ξεόμενος, μένεις ἀταπείνωτος, τοῦ Χριστοῦ σε μάκαρ, ἐπενδυναμοῦντος, ἀνδρειοτάτῳ λογισμῷ, πονηροτάτῳ φθόνῳ μαχόμενον, Θαλλέλαιε μακάριε, τῶν Ἀσωμάτων ὁμότιμε, ἀθλοφόρων συνόμιλε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

ΚΥΡΙΟΤΟΚΕ ΠΑΡΘΕΝΕ, ΤΩΝ ΕΥΣΕΒΩΝ ΚΑΥΧΗΜΑ

Κυριοτόκε Παρθένε, τῶν εὐσεβῶν καύχημα, ἡ τῶν Ἀγγέλων χαρμονή, Χριστιανῶν τὸ διάσωσμα, ἁμαρτανόντων ἐξίλασμα, γέφυρα ἐκ γῆς μετάγουσα τοὺς πιστούς, σῷζε τοὺς δούλους σου.

ΘΑΥΜΑΤΟΥΡΓΕΙΣ ΕΞΑΙΣΙΑ ΠΑΜΜΑΚΑΡ...

Θαυματουργεῖς ἐξαίσια Παμμάκαρ, καιρῷ τῷ τῆς ἀθλήσεως· τοῦ γὰρ τυράννου ἀνηλεῶς, σὲ κολάζειν προθεμένου, αἱ τούτου χεῖρες ὤφθησαν, ξηραὶ καὶ ἀνενέργητοι.

Ἀποσκοπῶν πρὸς μόνον τὸν Δεσπότην, τὸν νίκην σοι παρέχοντα, οὐ παρετράπης τῆς ἀληθοῦς Ἀθλητὰ ὁμολογίας, ἀλλ' ἀκλινὴς διέμεινας, ἐκπλήττων καὶ τοὺς ἄφρονας.

Λόγῳ ζωῆς καὶ ἔργων ἐπιδείξει, Ἀλέξανδρον ἐζώγρησας, καὶ τόν, Ἀστέριον Ἀθλητά, καὶ Θεῷ τῷ εὐεργέτῃ, πανευκλεεῖς παρέστησας, Θαλλέλαιε μάρτυρας.

ΤΟΥ ΕΥΧΑΡΙΣΤΩΣ ΑΝΥΜΝΕΙΝ ΕΚ ΚΑΡΔΙΑΣ

Τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, καὶ ἐξαιτεῖσθαι ἐκτενῶς Θεοτόκε, τὰ σὰ ἐλέη Δέσποινα τοὺς δούλους σου, κράζοντας καὶ λέγοντας· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν καὶ πάσης ἀπειλῆς· σὺ γὰρ ὑπάρχεις ἡμῶν ἡ ἀντίληψις,

ΤΗΣ ΕΟΡΤΗΣ ΜΕΣΟΥΣΗΣ...

Τῆς ἑορτῆς μεσούσης, τῆς σῆς Χριστὲ Ἀναστάσεως, καὶ θείας παρουσίας τοῦ ἁγίου σου Πνεύματος, συνελθόντες τῶν θαυμάτων σου, ἀνυμνοῦμεν τὰ μυστήρια, ἐν ᾗ κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

ΤΩΝ ΜΑΡΤΥΡΩΝ ΣΥΝΑΘΛΟΣ, ΑΝΑΔΕΙΧΘΕΙΣ

Τῶν Μαρτύρων σύναθλος, ἀναδειχθεὶς καὶ ὁπλίτης, στρατιώτης ἄριστος, τοῦ Βασιλέως τῆς δόξης, γέγονας διὰ βασάνων καὶ τιμωρίας, ἔπαρσιν εἰδωλολατρῶν καταπατήσας· διὰ τοῦτο τὴν σεπτήν σου, ὑμνοῦμεν μνήμην σοφὲ Θαλλέλαιε.

ΕΝ ΘΑΛΑΣΣΗ ΑΠΟΡΡΟΦΕΙΣ, ΔΥΝΑΜΕΙ ΘΕΙΑ ΟΥΚ ΕΒΥΘΙΣΘΗΣ

Ἐν θαλάσσῃ ἀπορριφείς, δυνάμει θείᾳ οὐκ ἐβυθίσθης, ἀσεβεῖς δὲ κατεπόντισας, τῷ βυθῷ Θαλλέλαιε, τῶν ἱερῶν αἱμάτων σου Μάρτυς σοφέ.

Λαμπροφόρος ταῖς θεϊκαῖς, Μάρτυς ἀστράπτων φωτοχυσίαις, ἐπεφάνης τῷ δικάζοντι, διελέγχων ἔνδοξε, τὴν ζοφερὰν δυσσέβειαν τούτου τρανῶς.

Ἁγιώτατόν σε ναόν, καὶ οἶκον τῆς τρισηλίου δόξης, γεγονότα Μάκαρ ἔγνωμεν, ναούς τε καὶ ξόανα, τῶν πονηρῶν δαιμόνων συντρίψαντα.

ΦΩΤΟΕΙΔΗΣ ΑΝΑΔΕΙΧΘΕΙΣ ΑΘΛΟΦΟΡΟΣ

Φωτοειδὴς ἀναδειχθεὶς ἀθλοφόρος, τῆς ἀθεΐας σκοτασμὸν ἀπεκρούσω, καὶ πρὸς ποινὰς καὶ θάνατον ἐχώρησας· ὅθεν διανύσας σου τοὺς γενναίους ἀγῶνας, μέγιστον ἀντέλαβες, κληρουχίαν καὶ δόξαν, τὴν μηδαμῶς γενναῖε ἀθλητά, παρερχομένην, Θαλλέλαιε ἔνδοξε.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΘΑΛΛΕΛΑΙΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου.
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου.
Στίχοι
Ἀκέστορι τμηθέντι τῷ Θαλλελαίῳ.
Θεὸς βοτάνην πρὸς λύσιν πέμπει πάθους.
Εἰκοστῇ Θαλλέλαιος τὴν κεφαλὴν ἀπεκάρθη.

Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀσηλᾶ, ὅστις ἐν ποταμῷ ῥιφείς, τελειοῦται.

Οἱ τρεῖς ὅσιοι καὶ θεοφόροι πατέρες ἡμῶν Νικήτας, Ἰωάννης καί, Ἰωσήφ, οἱ κτίτορες τῆς ἐν Χίῳ Ἱερὰς καὶ βασιλικῆς Νέας Μονῆς, ἐν εἰρήνῃ τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ καὶ μετακομιδὴ τοῦ λειψάνου τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.

Ὁ ὅσιος πατὴρ ἡμῶν Θαλάσσιος ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ὅσιος Μᾶρκος ὁ ἐρημίτης ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Πέμπτη, 19 Μαΐου 2011

ΩΦΘΗ ΦΩΤΟΦΑΝΗΣ ΚΑΙ ΤΕΡΠΝΗ, ΤΗΣ ΤΟΥ ΣΩΤΗΡΟΣ

Ὤφθη φωτοφανὴς καὶ τερπνή, τῆς τοῦ Σωτῆρος, Ἀναστάσεως σήμερον, μεσότης ἡ παναγία, ὡς μεσημβρία φαιδρά, φρυκτωροῦσα κόσμον θείαις χάρισι, Χριστοῦ τῆς Ἐγέρσεως, λαμπαδοχοῦσα τεράστια, τῆς ἀφθαρσίας, ἀπαστράπτει τὰ σύμβολα, καὶ προδείκνυσι, τὴν εἰς ὕψος Ἀνάληψιν, φαίνει τὴν πολυέραστον, τοῦ Πνεύματος ἔλευσιν, Πεντηκοστῆς τῆς πανσέπτου, τὴν λαμπροτάτην πανήγυριν· διὸ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.

Δόξης ὡς θεϊκῆς ποταμός, τῆς ἑορτῆς νῦν μεσαζούσης ὁ Κύριος, τὰ ῥεῖθρα τῆς εὐσπλαγχνίας, πᾶσι παρέχων βοᾷ, οἱ διψῶντες δεῦτε, καὶ ἀρύσασθε. Πηγὴ συμπαθείας γάρ, καὶ ἐλέους τὸ πέλαγος, αὐτὸς ὑπάρχων, βρύει κόσμῳ τὴν ἄφεσιν, πλύνει πταίσματα, καὶ καθαίρει νοσήματα, σῴζει τοὺς τὴν Ἀνάστασιν, αὐτοῦ ἑορτάζοντας, σκέπει τοὺς πόθῳ τιμῶντας, τὴν μετὰ δόξης Ἀνάληψιν, αὐτοῦ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.

Μέσον τοῦ ἱεροῦ ἑστηκώς, ὁ ἀπερίγραπτος Θεός τε καὶ Κύριος· Θεὸς γὰρ ὑπῆρχε φύσει, κἂν δι' ἡμᾶς βροτωθείς, περιγεγραμμένος, ὤφθη σώματι, τοῖς πᾶσιν ἀνέβλυζε, τὰ ζωήρρυτα ῥήματα τοῖς πᾶσι λέγων· Τὰς ψυχὰς ἐκκαθάρθητε, καὶ τοῦ καύσωνος, τῶν παθῶν ἀναψύξατε, μή τις ἀποστερήσοιτο, τῆς πόσεως ἄνθρωποι· θείαν γὰρ χάριν δωροῦμαι τῆς ἀθανάτου καὶ κρείττονος, καὶ τῆς βασιλείας, συμμεθέξει μοι τῷ κτίστῃ καὶ δοξασθήσεται.

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ, ΤΩΝ ΧΑΛΔΑΙΩΝ

Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

ΑΓΑΛΛΙΑΣΘΩ ΜΕΝΑΝΔΡΟΣ, ΕΥΦΗΜΕΙΣΘΩ....

Ἀγαλλιάσθω Μένανδρος, εὐφημείσθω Ἀκάκιος, καὶ σὺν Πολυαίνῳ, ὁ φαιδρὸς Πατρίκιος, χορείαν στησάμενοι, τὸν σαρκωθέντα Λόγον Πατρός, ἐκ παρθενικῆς ἀπειρογάμου νηδύος, ὑμνείτωσαν ἀπαύστως, ἱερεῖς δεδειγμένοι, αὐτὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

ΕΞΕΣΤΗΣΑΝ ΟΡΩΝΤΕΣ ΤΟΥΣ ΑΘΛΗΤΑΣ...

Ἐξέστησαν ὁρῶντες τοὺς ἀθλητάς, κεφαλὰς τεμνομένους οἱ τύραννοι, καὶ τὰς ψυχάς, πόθῳ προδιδόντας καρτερικῶς, ὁ δὲ Χριστὸς ἐδέξατο, τούτους καταπαύσας ἐν ἑαυτῷ, δι' ὧν καὶ τὰς ἰάσεις, πηγάζει ὡς ἐκ κρήνης, ἀδιαλείπτως τοῖς προστρέχουσιν.

Ἰδεῖν ἐσπουδακότες τῶν ὀρεκτῶν, τὴν πηγὴν Ἱεράρχαι καὶ Μάρτυρες, ἐν οὐρανοῖς, πάσας εὐκληρίας τὰς ἐν τῇ γῇ, καταλιπόντες ἤρθητε, πρὸς ὑψηλοτάτην περιωπήν, τῆς θείας βασιλείας, τρυφᾶν ἀξιωθέντες, τῆς ὑπὲρ νοῦν μακαριότητος.

Διήλθετε τὸ ὕδωρ τῶν πειρασμῶν, καὶ τὸ πῦρ τῶν βασάνων διέβητε, καὶ νῦν τρανῶς, τὴν διαιωνίζουσαν, Ἀθληταί, ἀναψυχὴν εἰλήφατε, τῶν ἐπουρανίων ἐν ταῖς σκηναῖς, ἐν αἷς στεφανηφόροι, χορεύοντες ἀπαύστως, ἐκ τῶν κινδύνων ὑμᾶς ῥύσασθε.

ΜΕΣΟΥΣΗΣ ΤΗΣ ΕΟΡΤΗΣ

Μεσούσης τῆς ἑορτῆς πρὸ τοῦ Πάθους, καὶ τῆς ἐνδόξου Ἀναστάσεώς σου Κύριε, ἦς διδάσκων ἀγαθὲ ἐν τῷ ἱερῷ, τοὺς ἀπειθοῦντας Ἰουδαίους, καὶ Φαρισαίους, καὶ Γραμματεῖς, καὶ βοῶν πρὸς αὐτούς· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω, ὁ πιστεύων εἰς ἐμέ, ὕδατος ζωῆς Πνεύματος θείου, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ. Ὢ τῆς ἀρρήτου σοφίας τῆς σῆς συνέσεως! ὁ τὰ πάντα πληρῶν Θεὸς ἡμῶν δόξα σοι.

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ, ΚΑΙ ΤΗΣ ΓΗΣ ΚΑΤΕΠΛΑΓΗ

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν

ΩΣ ΗΛΙΟΣ Η ΜΝΗΜΗ ΤΩΝ ΑΘΛΗΤΩΝ

Ὡς ἥλιος ἡ μνήμη τῶν ἀθλητῶν, τους πιστοὺς περιλάμπει τοῖς θαύμασιν· ὁ γὰρ ἐκ σοῦ, ἄχραντε Παρθένε τεχθεὶς Θεός, ὃν εὐσεβῶς ἐκήρυξαν, τούτους κατελάμπρυνεν ἐμφανῶς, δοξάζων τοὺς ἐν πίστει, αὐτοῦ τὴν παρουσίαν, τετιμηκότας ὡς ὑπέσχετο.

ΕΞΕΣΤΗΣΑΝ ΟΡΩΝΤΕΣ ΤΟΥΣ ΑΘΛΗΤΑΣ

Ἐξέστησαν ὁρῶντες τοὺς ἀθλητάς, κεφαλὰς τεμνομένους οἱ τύραννοι, καὶ τὰς ψυχάς, πόθῳ προδιδόντας καρτερικῶς, ὁ δὲ Χριστὸς ἐδέξατο, τούτους καταπαύσας ἐν ἑαυτῷ, δι' ὧν καὶ τὰς ἰάσεις, πηγάζει ὡς ἐκ κρήνης, ἀδιαλείπτως τοῖς προστρέχουσιν.

Ἰδεῖν ἐσπουδακότες τῶν ὀρεκτῶν, τὴν πηγὴν Ἱεράρχαι καὶ Μάρτυρες, ἐν οὐρανοῖς, πάσας εὐκληρίας τὰς ἐν τῇ γῇ, καταλιπόντες ἤρθητε, πρὸς ὑψηλοτάτην περιωπήν, τῆς θείας βασιλείας, τρυφᾶν ἀξιωθέντες, τῆς ὑπὲρ νοῦν μακαριότητος.

Διήλθετε τὸ ὕδωρ τῶν πειρασμῶν, καὶ τὸ πῦρ τῶν βασάνων διέβητε, καὶ νῦν τρανῶς, τὴν διαιωνίζουσαν, Ἀθληταί, ἀναψυχὴν εἰλήφατε, τῶν ἐπουρανίων ἐν ταῖς σκηναῖς, ἐν αἷς στεφανηφόροι, χορεύοντες ἀπαύστως, ἐκ τῶν κινδύνων ὑμᾶς ῥύσασθε.

ΩΣ ΙΕΡΟΝ ΚΕΙΜΗΛΙΟΝ, ΤΟΥ ΙΗΣΟΥ ΠΑΤΡΙΚΙΕ

Ὡς ἱερὸν κειμήλιον, τοῦ Ἰησοῦ Πατρίκιε, ἡ Ἐκκλησία λαβοῦσα τὸ σῶμά σου, ἀγαλλομένη κράζει σοι· Διὰ σοῦ ἅπας κόσμος, ἐν εἰρήνῃ βαθείᾳ διαφυλάττεται, ἐξ αἱρέσεως πάσης ἀλώβητος καὶ ἀήττητος.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΑΤΡΙΚΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΠΡΟΥΣΗΣ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πατρικίου, Ἐπισκόπου Προύσης, καὶ τῶν σὺν αὐτῷ, Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου.
Τῇ Ιθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πατρικίου, Ἐπισκόπου Προύσης καὶ τῶν σὺν αὐτῷ, Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου,
Στίχοι
Ἐφεῦρε Πατρίκιος ἐκτμηθεὶς κλέος,
Ὑπὲρ κλέος πᾶν γηΐνων πατρικίων.
Ἐννεακαιδεκάτῃ τάμε Πατρίκιον ξίφος ὀξὺ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Μέμνονος τοῦ θαυματουργοῦ.

Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀκολούθου.

Ἡ ἁγία νέα μάρτυς Κυριακὴ πυρὶ τελειοῦται.

Ἡ ἁγία μάρτυς Θεοτίμη ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.