Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 14 Σεπτεμβρίου 2011

ΣΗΜΕΡΟΝ ΩΣ ΑΛΗΘΩΣ, Η ΑΓΙΟΦΘΟΓΓΟΣ ΡΗΣΙΣ


Σήμερον ὡς ἀληθῶς, ἡ ἁγιόφθογγος ῥῆσις τοῦ Δαυῒδ πέρας εἴληφεν· ἰδοὺ γὰρ ἐμφανῶς, τὸ τῶν ἀχράντων ποδῶν σου προσκυνοῦμεν ὑποπόδιον· καὶ ἐν τῇ τῶν πτερύγων σου ἐλπίζοντες σκιᾷ, πανοικτίρμον βοῶμέν σοι· Σημειωθήτω ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, καὶ ἀνύψωσον τοῦ ὀρθοδόξου λαοῦ σου τὸ κέρας, τῇ τοῦ τιμίου Σταυροῦ σου ἀνυψώσει, Χριστὲ πολυέλεε.

Τὸ φυτευθὲν ἐν Κρανίου τόπῳ ξύλον τῆς ὄντως ζωῆς, ἐν ᾧ εἰργάσατο σωτηρίαν ὁ τῶν αἰώνων Βασιλεύς, ἐν μέσῳ τῆς γῆς, ὑψούμενον σήμερον ἁγιάζει τοῦ κόσμου τὰ πέρατα, καὶ ἐγκαινίζεται τῆς Ἀναστάσεως ὁ οἶκος· ἀγάλλονται Ἄγγελοι ἐν οὐρανῷ, καὶ εὐφραίνονται ἄνθρωποι ἐπὶ τῆς γῆς, δαυϊτικῶς βοῶντες καὶ λέγοντες· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Προτυπῶν τὸν Σταυρόν σου Χριστέ, ὁ πατριάρχης Ἰακώβ, τοῖς ἐγγόνοις τὴν εὐλογίαν χαριζόμενος, ἐπὶ ταῖς κάραις ἐναλλὰξ τὰς χεῖρας ἐπέθηκε· τοῦτον δὲ Σωτήρ ἡμεῖς, σήμερον ἀνυψοῦντες κραυγάζομεν· Δώρησαι τῷ φιλοχρίστῳ Βασιλεῖ τὸ νῖκος, ὡς Κωνσταντίνῳ τὸ τρόπαιον.

Θεῖος θησαυρὸς ἐν γῇ κρυπτόμενος, τοῦ Ζωοδότου ὁ Σταυρός, ἐν οὐρανοῖς ἐδείκνυτο Βασιλεῖ εὐσεβεῖ, νίκης κατ᾿ ἐχθρῶν ὑπογραμμὸν δηλῶν νοερῶς, ὃν γεγηθὼς πίστει καὶ πόθῳ, θεόθεν ἀναδραμὼν πρὸς θεωρίας ὕψωσιν, σπουδῇ μεγίστῃ, ἐκ γῆς λαγόνων ἀνέφηνεν, εἰς κόσμου λύτρον, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἡ τῶν χειρῶν ἐναλλαγὴ τοῦ Πατριάρχου Ἰακώβ, ἐπ᾿ εὐλογίᾳ τῶν τέκνων, τὸ κραταιὸν τοῦ Σταυροῦ σου προεδήλωσε σύμβολον· ὃν περ ἡμεῖς κατέχοντες ἀρραγὲς φυλακτήριον, τὴν τῶν δαιμόνων πανσθενῶς ἐκδιώκομεν φάλαγγα, καὶ τοῦ Βελίαρ ἐν αὐτῷ τὴν ὀφρὺν καταβαλόντες, τοῦ ἐχθίστου Ἀμαλὴκ τροπούμεθα τὴν πανώλεθρον δύναμιν. Αὐτόν καὶ νῦν ἀνυψούμενον, εὐσεβοφρόνως οἱ πιστοί, εἰς ἱλασμὸν ἁμαρτιῶν, τῇ σῇ ἀγαθότητι, ἐν πολλῷ πλείονι φωνῇ βοῶντες προσφέρομεν· Κύριε ἐλέησον, ὁ ἐκ Παρθένου σαρκωθείς· οἴκτιρον τὸ τῶν χειρῶν σου ἀγαθέ, σοφὸν δημιούργημα.