Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 19 Μαΐου 2011

ΕΞΕΣΤΗΣΑΝ ΟΡΩΝΤΕΣ ΤΟΥΣ ΑΘΛΗΤΑΣ...

Ἐξέστησαν ὁρῶντες τοὺς ἀθλητάς, κεφαλὰς τεμνομένους οἱ τύραννοι, καὶ τὰς ψυχάς, πόθῳ προδιδόντας καρτερικῶς, ὁ δὲ Χριστὸς ἐδέξατο, τούτους καταπαύσας ἐν ἑαυτῷ, δι' ὧν καὶ τὰς ἰάσεις, πηγάζει ὡς ἐκ κρήνης, ἀδιαλείπτως τοῖς προστρέχουσιν.

Ἰδεῖν ἐσπουδακότες τῶν ὀρεκτῶν, τὴν πηγὴν Ἱεράρχαι καὶ Μάρτυρες, ἐν οὐρανοῖς, πάσας εὐκληρίας τὰς ἐν τῇ γῇ, καταλιπόντες ἤρθητε, πρὸς ὑψηλοτάτην περιωπήν, τῆς θείας βασιλείας, τρυφᾶν ἀξιωθέντες, τῆς ὑπὲρ νοῦν μακαριότητος.

Διήλθετε τὸ ὕδωρ τῶν πειρασμῶν, καὶ τὸ πῦρ τῶν βασάνων διέβητε, καὶ νῦν τρανῶς, τὴν διαιωνίζουσαν, Ἀθληταί, ἀναψυχὴν εἰλήφατε, τῶν ἐπουρανίων ἐν ταῖς σκηναῖς, ἐν αἷς στεφανηφόροι, χορεύοντες ἀπαύστως, ἐκ τῶν κινδύνων ὑμᾶς ῥύσασθε.