Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 4 Μαΐου 2011

ΛΟΓΟΣ ΕΞΕΙΠΕΙΝ ΟΥΚ ΙΣΧΥΕΙ, ΤΟΥΣ ΣΟΥΣ ΕΠΑΙΝΟΥΣ ΠΕΛΑΓΙΑ, ΠΕΛΑΓΟΣ ΘΑΥΜΑΤΩΝ

Λόγος ἐξειπεῖν οὐκ ἰσχύει, τοὺς σοὺς ἐπαίνους Πελαγία· πέλαγος θαυμάτων γὰρ βρύεις, τοῦ σοῦ νυμφίου ῥώμῃ καὶ χάριτι, ὄνπερ καὶ νῦν δυσώπησον, πάντας σωθῆναι τοὺς ὑμνοῦντάς σε.

Ἔστης τῆς ἐφέσεως νύμφη, στεφανηφόρε Πελαγία, τῷ τῶν ὀρεκτῶν ἀκροτάτῳ, ἀξιωθεῖσα Μάρτυς παρίστασθαι, καὶ τὴν τρυφὴν ἀπείληφας, τῆς αἰωνίου ἀπολαύσεως.

Κόσμῳ τὴν εἰρήνην βραβεύειν, τὸν σὸν νυμφίον ἐκδυσώπει, Μάρτυς Πελαγία θεόφρον, τὴν Ἐκκλησίαν διαφυλάττουσα, ἐκ πειρασμῶν καὶ χάριτι, τοὺς σὲ ὑμνοῦντας καταυγάζουσα.