Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 20 Μαΐου 2011

... ΤΗΣ ΕΟΡΤΗΣ ΜΕΣΑΖΟΥΣΗΣ, ΤΩΝ ΙΟΥΔΑΙΩΝ ΧΡΙΣΤΕ...

Ὁ ποιητὴς τῶν ἁπάντων, καὶ τῆς ζωῆς χορηγός, ὁ τῷ Πατρὶ τῷ θείῳ, συναΐδιος Λόγος, ἑκὼν ἐκ τῆς Παρθένου, σάρκα λαβών, καὶ γενόμενος ἄνθρωπος, τὰ τῆς ἀρρήτου, σοφίας ὡς ἀγαθός, πᾶσιν ἔβλυσε διδάγματα.
Τῆς ἑορτῆς μεσαζούσης, τῶν Ἰουδαίων Χριστέ, τῷ ἱερῷ ἐπέστης, ὁ τοῦ νόμου Δεσπότης, διδάσκων ἐξουσίᾳ, καὶ Γραμματεῖς, διελέγχων, ὡς γέγραπται, καὶ καταπλήττων σοφίᾳ λόγων τῶν σῶν, καὶ θαυμάτων ἐπιδείξεσιν.
Ὁ χορηγὸς τῆς σοφίας, καὶ τῶν καλῶν παροχεύς, ὁ χέων θεῖα ῥεῖθρα, ἐκ πηγῆς ἀενάου. Δεῦτε πρός με, κράζει, ὕδωρ ζωῆς, οἱ διψῶντες ἀρύσασθε, καὶ ποταμοὶ ἐκ κοιλίας ὑμῶν, φησί, χαρισμάτων θείων ῥεύσουσι.
Πεντηκοστῆς ἐφέστηκεν ἡ τῶν ἡμερῶν μεσότης, ἐν ᾗ Χριστός, παραγυμνώσας ἀμυδρῶς θεϊκὴν δυναστείαν, Παράλυτον συνέσφιγξε, λόγῳ αὐτὸν τῆς κλίνης ἐξαναστήσας, καὶ θεοπρεπῶς θαυματουργῶν, ἐν ὀστρακίνῳ σώματι, τοῖς ἀνθρώποις ἐδωρήσατο, τὴν αἰώνιον ζωήν, καὶ τὸ μέγα ἔλεος.