Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 30 Μαΐου 2011

ΤΥΦΛΩΣΙΣ ΩΦΘΗ, Ο ΤΥΦΛΟΣ ΤΟΙΣ ΤΑΧΑ ΒΛΕΠΟΥΣΙ, ΣΚΟΤΙΖΩΝ ΚΑΙ ΤΑΣ ΦΡΕΝΑΣ

Τύφλωσις ὤφθη, ὁ Τυφλὸς τοῖς τάχα βλέπουσι, σκοτίζων καὶ τὰς φρένας, καὶ τὰς ψυχάς, καὶ τὸν νοῦν, τὴν τούτου θεωροῦσιν ἄωρον βλέψιν, καὶ φωνήσαντες ἠρώτων δεινῶς· Πῶς ἄρτι ὁρᾶσαι, ὡς εἷς τῶν φῶς ὁρώντων, τυφλὸς ὑπάρχων ἐκ γενετῆς, καὶ προκαθήμενος τρίβοις, καὶ προσαιτῶν. Ὅθεν ὑπέδειξε τὸν τὸ φῶς χορηγοῦντα, καὶ πλαστουργήσαντα τὰ φῶτα ἐν τῷ κόσμῳ, ἐξ ὧν κηρύττεται, Υἱὸς Θεοῦ προάναρχος, ἐπ' ἐσχάτων ἐκ τῆς Παρθένου βροτὸς φανείς, δι' οἶκτον ἐκ θείου Πνεύματος.
Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.
Ὥσπερ φορτίον, καὶ γεῶδες ἀχθοφόρημα, ὡρᾶτο τοῖς ἐν κόσμῳ, περιπατῶν ὁ Τυφλός, καὶ ἐν ταῖς πλατείαις πόδας συντρίβων, τάχα ὡς ὅρασιν τὴν ῥάβδον πλουτῶν· ὅθεν καταφεύγει πρὸς τὸν φωτοδότην, ἐξ οὗ λαμβάνει τὸ φῶς ὁρᾶν, καὶ ὀφθαλμοῖς αὐτοῦ βλέπειν τὸν ποιητήν, τὸν καθ' ὁμοίωσιν αὐτοῦ καὶ κατ' εἰκόνα, δημιουργήσαντα τὴν φύσιν τῶν ἀνθρώπων, ἐκ γῆς τὸ πρότερον, καὶ νῦν χοῒ καὶ πτύσματι, καταυγάσαντα τούτου τὰς κόρας, καὶ δόντα φιλανθρώπως βλέπειν τὸν ἥλιον.
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου.
Σύμμορφον εἶδε, τῆς ἀνθρώπων διαπλάσεως, τὸν Λόγον τὸν πατρῷον, τὸ φῶς ἰδὼν ὁ Τυφλός, ἐξ οὗ καὶ τὸν φωσφόρον καὶ ἡμεράρχην, ἔβλεψεν Ἥλιον, ὡς ἄλλοι βροτοί, χαίρων τῇ ὁράσει τῇ καινοπρεπεστέρᾳ, δι' ἧς ὠράθη εὐθυπορῶν, καὶ ἀπροσκόπτως βαδίζων τὰς ἀτραπούς· καὶ φωτίσαντα Υἱὸν Θεοῦ γνωρίζων, ἐνανθρωπήσαντα δι' ἄκραν εὐσπλαγχνίαν, καὶ ὃ ἦν μείναντα, Θεὸν βροτὸν γενόμενον, καὶ λαβόντα ὃ οὐχ ὑπῆρχεν, ἀσύγχυτόν τε τηροῦντα τὴν τούτου ἕνωσιν.
Κύριε παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς, οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτου, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ νιψάμενος ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.