Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 19 Μαΐου 2011

ΩΦΘΗ ΦΩΤΟΦΑΝΗΣ ΚΑΙ ΤΕΡΠΝΗ, ΤΗΣ ΤΟΥ ΣΩΤΗΡΟΣ

Ὤφθη φωτοφανὴς καὶ τερπνή, τῆς τοῦ Σωτῆρος, Ἀναστάσεως σήμερον, μεσότης ἡ παναγία, ὡς μεσημβρία φαιδρά, φρυκτωροῦσα κόσμον θείαις χάρισι, Χριστοῦ τῆς Ἐγέρσεως, λαμπαδοχοῦσα τεράστια, τῆς ἀφθαρσίας, ἀπαστράπτει τὰ σύμβολα, καὶ προδείκνυσι, τὴν εἰς ὕψος Ἀνάληψιν, φαίνει τὴν πολυέραστον, τοῦ Πνεύματος ἔλευσιν, Πεντηκοστῆς τῆς πανσέπτου, τὴν λαμπροτάτην πανήγυριν· διὸ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.

Δόξης ὡς θεϊκῆς ποταμός, τῆς ἑορτῆς νῦν μεσαζούσης ὁ Κύριος, τὰ ῥεῖθρα τῆς εὐσπλαγχνίας, πᾶσι παρέχων βοᾷ, οἱ διψῶντες δεῦτε, καὶ ἀρύσασθε. Πηγὴ συμπαθείας γάρ, καὶ ἐλέους τὸ πέλαγος, αὐτὸς ὑπάρχων, βρύει κόσμῳ τὴν ἄφεσιν, πλύνει πταίσματα, καὶ καθαίρει νοσήματα, σῴζει τοὺς τὴν Ἀνάστασιν, αὐτοῦ ἑορτάζοντας, σκέπει τοὺς πόθῳ τιμῶντας, τὴν μετὰ δόξης Ἀνάληψιν, αὐτοῦ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.

Μέσον τοῦ ἱεροῦ ἑστηκώς, ὁ ἀπερίγραπτος Θεός τε καὶ Κύριος· Θεὸς γὰρ ὑπῆρχε φύσει, κἂν δι' ἡμᾶς βροτωθείς, περιγεγραμμένος, ὤφθη σώματι, τοῖς πᾶσιν ἀνέβλυζε, τὰ ζωήρρυτα ῥήματα τοῖς πᾶσι λέγων· Τὰς ψυχὰς ἐκκαθάρθητε, καὶ τοῦ καύσωνος, τῶν παθῶν ἀναψύξατε, μή τις ἀποστερήσοιτο, τῆς πόσεως ἄνθρωποι· θείαν γὰρ χάριν δωροῦμαι τῆς ἀθανάτου καὶ κρείττονος, καὶ τῆς βασιλείας, συμμεθέξει μοι τῷ κτίστῃ καὶ δοξασθήσεται.