Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 29 Μαΐου 2011

ΟΜΜΑ ΟΛΟΜΕΛΙΑΣ ΒΡΟΤΩΝ, ΚΑΙ ΟΦΘΑΛΜΟΥΣ ΤΟΥ ΚΟΣΜΙΚΟΥ ΤΟΥΤΟΥ ΣΩΜΑΤΟΣ

Ὄμμα ὁλομελίας βροτῶν, καὶ ὀφθαλμοὺς τοῦ κοσμικοῦ τούτου σώματος, ὑπάρχων Θεὲ καὶ Λόγε, καὶ τῶν ὀμμάτων καινός, δημιουργὸς καὶ πλάστης γνωριζόμενος, καὶ νῦν ἐκ τοῦ κράματος, τοῦ χοὸς καὶ τοῦ πτύσματος Τυφλὸν ἀρρήτως, ὀμματοῖς ἐν δακτύλοις σοῖς, καταπλάττουσι, καὶ πηλὸν καὶ τὴν ὅρασιν, ἧς καὶ τυχὼν ὁ πρίν, ἐν γεννητοῖς γνωριζόμενος, ἥλιον ὅλως μὴ βλέπων, σὲ τὸν γλυκὺν ὁρᾷ Ἥλιον, ἰδὼν τὴν εἰκόνα, τοῦ ἡμᾶς δι' εὐσπλαγχνίαν, ἄφατον πλάσαντος.
Μέλη καὶ διαρτίαν πλουτῶν, τῆς τῶν βροτῶν σωματικῆς ὀργανώσεως, ὁ πρῴην τυφλὸς ἐκ μήτρας, τῆς μητρικῆς προελθών, ὡς μηδὲ τὴν πλάσιν εἶναι ᾤετο, ὀμμάτων τὴν στέρησιν, εὐπορήσας ἀνόθευτον, ἐξ ἧς τοὺς πόδας, καὶ τὰ πλείω τοῦ σώματος, τοῖς προσκρούσμασι, τοῖς τῶν λίθων ἐξήρθρωτο· ὃς διὰ σοῦ καὶ τοῦτον, τὸν πλουτισμόν ἐπικτώμενος, βλέπει τὸ φῶς τὸ τοῦ κόσμου, καὶ τὸν τῶν φώτων σε πρύτανιν, Θεὸν καὶ Δεσπότην, τῶν κτισμάτων καταγγέλλει κτίστην παγκόσμιον.
Ὕποπτος Γραμματεῦσι τυφλοῖς, ὀμματωθεὶς ὁ πρὶν τυφλώττων τεθέαται, ὡς τάχα μηδόλως βλέπων, ἀλλὰ ψευδῶς τὸ ὁρᾶν, τοῦ Σωτῆρος χάριν προσποιούμενος, τυφλώττειν ἐθέλουσι, σκοτασμοῖς τοῖς τοῦ γράμματος, ἐν οἷς ἐκλάμπει, ὁ γλυκὺς Χριστὸς Ἥλιος, σαββατούργησιν, καινουργὸν διαπράξας μοι, ὃς τὸ σκιῶδες τούτου, φωτουργῶν καὶ τὸ κάλυμμα αἴρων τὸ φῶς τὸ ἐν τούτοις, τοῖς πρὶν τυφλοῖς ἐχορήγησε, καὶ νῦν καθορῶντες, τὸν τῶν φώτων παροχέα, κόσμῳ κηρύττουσι.
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγὼ δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγὼ δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ΄ ἐμὲ καὶ ἐλέησόν με.