Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 24 Μαΐου 2011

ΠΑΡΕΣΤΙΝ Η ΜΕΣΟΤΗΣ ΗΜΕΡΩΝ, ΤΩΝ ΕΚ ΣΩΤΗΡΙΟΥ

Πάρεστιν ἡ μεσότης ἡμερῶν, τῶν ἐκ σωτηρίου ἀρχομένων Ἐγέρσεως, Πεντηκοστῇ δὲ τῇ θείᾳ σφραγιζομένων, καὶ λάμπει τὰς λαμπρότητας, ἀμφοτέρωθεν ἔχουσα, καὶ ἑνοῦσα τὰς δύο, καὶ παρεῖναι τὴν δόξαν προφαίνουσα, τῆς δεσποτικῆς, Ἀναλήψεως σεμνύνεται.

Ἤκουσε καὶ εὐφράνθη ἡ Σιών, εὐαγγελισθείσης τῆς Χριστοῦ Ἀναστάσεως, οἱ δὲ πιστοὶ αὐτῆς γόνοι ἠγαλλιάσαντο, τοῦτον θεασάμενοι, καὶ ἐκπλύνοντα Πνεύματι ῥύπον χριστοκτονίας· εὐτρεπίζεται πανηγυρίζουσα, τὴν τῶν ἑκατέρων εὐφρόσυνον μεσότητα.

Ἤγγικεν ἡ τοῦ θείου δαψιλής, χύσις ἐπὶ πάντας, ὥσπερ γέγραπται, Πνεύματος ἡ προθεσμία κηρύττει, ἡμισευθεῖσα, τῆς μετὰ Χριστοῦ θάνατον, καὶ ταφὴν καὶ ἀνάστασιν, παρ΄ αὐτοῦ δεδομένης, ἀψευδοῦς μαθηταῖς ὑποσχέσεως, τὴν τοῦ Παρακλήτου δηλούσης ἐπιφάνειαν.
Τῆς ἑορτῆς μεσούσης, τῆς σῆς Χριστὲ Ἀναστάσεως, καὶ θείας παρουσίας τοῦ ἁγίου σου Πνεύματος, συνελθόντες τῶν θαυμάτων σου, ἀνυμνοῦμεν τὰ μυστήρια, ἐν ᾗ κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.