Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 24 Μαΐου 2011

ΤΕΛΟΣ ΩΝ ΚΑΙ ΑΡΧΗ, ΜΕΣΟΤΗΣ ΤΕ ΕΝ ΜΕΣΩ

Τέλος ὢν καὶ ἀρχή, μεσότης τε ἐν μέσῳ, τῆς ἑορτῆς ἐπέστης, τῷ ἱερῷ Χριστέ μου, πηγάζων μοι τὴν ἄφεσιν.
Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ´ ἀρχῆς.
Ἤκουσεν ἡ Σιὼν τῆς, Ἀναστάσεώς σου, τὸ θεῖον κράτος Λόγε, καὶ χαίρει σὺν τοῖς τέκνοις, ὑμνοῦσά σε τὸν εὔσπλαγχνον.
Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Σέλας τὸ ἐκ Πατρός, ἐξέλαμψας ὁ Λόγος· ἀλλ' ἐπ' ἐσχάτων χρόνων, ἐφάνης ὡς βροτός μοι, πταισμάτων νέμων ἄφεσιν.
Μεσούσης τῆς ἑορτῆς τοῦ Πάσχα, ἐν τῷ ναῷ ἀνῆλθες τοῦ ἱεροῦ, ὁ Σωτὴρ ἡμῶν, καὶ στὰς ἐν μέσῳ τοῦ ὄχλου, ἐδίδασκες αὐτοὺς παρρησίᾳ, καὶ ἔλεγες· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἐμοὶ ἀκολουθῶν, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ἀθανάτου ζωῆς.