Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 21 Μαΐου 2011

ΧΡΕΩΣΤΙΚΩΣ ΕΚΤΕΛΟΥΜΕΝ ΤΗΝ ΜΝΗΜΗΝ ΣΟΥ ΚΩΝΣΤΑΝΤΙΝΕ...

Χρεωστικῶς ἐκτελοῦμεν τὴν μνήμην σου, Κωνσταντῖνε ἰσαπόστολε, πάντων ἀνάκτων βάσις καὶ καύχημα· φωτισθεὶς γὰρ ἀκτῖσι τοῦ Πνεύματος, πᾶσαν ἐφαίδρυνας τήν Ἐκκλησίαν τοῦ Χριστοῦ, τὰ συστήματα τῶν πιστῶν πανταχόθεν συνάξας, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, ἔνθα τῶν ἀσεβῶν ἐσβέσθη τὸ φρύαγμα, καὶ αἱρετικῶν ἠσθένησαν γλῶσσαι, καὶ ἐμωράνθησαν, τῶν δὲ ὀρθοδόξων ὑψώθη τὸ στῖφος, φανερωθείσης τῆς πίστεως. Ὅθεν ὑπ' αὐτῶν ἐδοξάσθης Ὀρθοδοξότατος, καὶ πάντων βασιλέων ἐκηρύχθης πατήρ, ὡς πρῶτος τὴν ἁλουργίδα παρὰ Θεοῦ κομισάμενος. Διὸ αἰτοῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, αἴτησαι ἱλασμὸν ἁμαρτιῶν ταῖς ψυχαῖς ἡμῶν.
Οὐκ ἐξ ἀνθρώπων τὴν κλῆσιν ἔλαβες, ἀλλ' ὡς ὁ θεσπέσιος Παῦλος, ἔσχες μᾶλλον ἔνδοξε ταύτην ἐξ ὕψους, Κωνσταντῖνε Ἰσαπόστολε, παρὰ Χριστοῦ τοῦ Θεοῦ· τὸ γάρ σημεῖον τοῦ Σταυροῦ, ἐν οὐρανῷ θεασάμενος, καὶ δι' αὐτοῦ ἀγρευθείς, ὡς κάλλιστον θήραμα, ἐν τούτῳ καὶ νικητής, κατὰ ὁρωμένων καὶ ἀοράτων ἐχθρῶν, ἀπεφάνθης ἀήττητος. Ὅθεν δυσωποῦμέν σε, ὡς πρεσβευτὴν θερμότατον, οἱ γηγενεῖς ἐπαξίως τὴν μνήμην σου σέβοντες, ἐν παρρησίᾳ αἰτήσασθαι ἡμῖν, φωτισμὸν ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Τοῦ εὐσεβοῦς Κωνσταντίνου ἡ μνήμη, ὡς μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε· Χριστὸν γὰρ ποθήσας, εἰδώλων κατεφρόνησε, ναὸν ἐγείρας ἐπὶ γῆς, τῷ σταυρωθέντι δι' ἡμᾶς, ἐν οὐρανοῖς δὲ ἀπέλαβε, τὸν τῆς ἐλπίδος στέφανον.
Νεανικὴν ἄγων τὴν ἡλικίαν, ὥσπερ ὁ θεσπέσιος Παῦλος, ἐκ τῶν ὑψίστων ἐδέξω τὸ θεῖον χάρισμα, καὶ τοῦ δεινοῦ πολεμήτορος τὰ θράση, τῇ πανοπλίᾳ τοῦ Σταυροῦ κατέβαλες, ἀνάκτων τὸ καύχημα, Κωνσταντῖνε ἰσαπόστολε, ὑπὲρ ἡμῶν πρὸς Κύριον ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Αἶνος τῷ Θεῷ, ἐκ χοϊκῶν χειλέων προσᾴδεται, ἐπὶ τῇ θείᾳ μνήμῃ σου, Κωνσταντῖνε πανεύφημε. Σὺ γὰρ ὤφθης ἀκραιφνὴς στρατιώτης τοῦ λόγου τῆς πίστεως, φαυλίσας ἐν τῷ σκάμματι, τῶν εἰδώλων τὰς μορφάς, καὶ νῦν προσηρείσθης τῷ φέγγει τῆς Τριάδος, καταπυρσεύων ἡμῶν, τὰς διανοίας ταῖς πρεσβείαις σου.
Ἡ Ἐκκλησία σήμερον στολισαμένη, τῷ κράττει σου Ἄναξ, μυστικῶς εὐφραίνεται, καὶ τὴν σὴν παγγέραστον μνήμην, κατ' ἀξίαν εὐφήμως γεραίρει κραυγάζουσα· Χαίροις, ὁ τὸν Παῦλον ζηλώσας, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, καὶ τὰς παγίδας συντρίψας τοῦ ἀντιπάλου· Χαίροις, ἀνάκτων πανάριστε, καὶ Ἀποστόλων Ἰσότιμε· Χαίροις πιστῶν τὸ στήριγμα, καὶ Βασιλέων τὸ προπύργιον, Κωνσταντῖνε μακάριε, ὑπὲρ ἡμῶν πρὸς Κύριον, μὴ διαλίπῃς πρεσβεύων, ὡς παρρησίαν ἔχων, Βασιλέων ἐγκαλλώπισμα.