Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 24 Μαΐου 2011

ΣΤΗΛΗΝ ΓΕΓΡΑΜΜΕΝΗΝ ΕΧΟΥΣΑΝ...

Στήλην γεγραμμένην ἔχουσαν, τὰς γενικὰς ἀρετάς, θεωρίαις καὶ πράξεσι, Συμεὼν πανόλβιε, τὴν ψυχὴν ἀπετέλεσας, τὰ τῆς σαρκὸς νικήσας σκιρτήματα, καὶ ζωηφόρον ἀμφιασάμενος, νέκρωσιν Ὅσιε, καὶ φωστὴρ γενόμενος, ἀειφανής, πάσης γῆς τοῖς πέρασι, λάμπεις τῇ χάριτι.
Πόθῳ τῷ θείῳ πτερούμενος, ἔτι τὴν σάρκα φορῶν, καὶ τὸν χοῦν περικείμενος, τοῖς Ἀγγέλοις γέγονας, προφανῶς ὁμοδίαιτος, τῶν ἐπιγείων μὲν ἀφιστάμενος, πρός οὐρανοὺς δέ, Πάτερ ὑψούμενος· ὅθεν ἐλήλυθας, ἔνθα φῶς τὸ ἄδυτον, διηνεκῶς, θείαις ἀναβάσεσιν, ἐπεκτεινόμενος.
Σάρκα λεπτύνας ἀσκήσεσιν, ἀνωφερῆ τὴν ψυχήν, καὶ Θεῷ πλησιάζουσαν, Συμεὼν ἀπέδειξας, καὶ δοχεῖον τοῦ Πνεύματος, καὶ τῇ δυνάμει, τούτου τὰ θαύματα, τὰ ὑπέρ φύσιν, τελεῖν ἠξίωσαι· ἔνθα γὰρ πέφυκε, παντουργὸς ἐνέργεια, τὰ ὑπὲρ νοῦν, πάντα καὶ διάνοιαν, διαπεραίνεται.
Εἰς ὄρος ὑψηλὸν συμβολικῶς, τὸ θαυμαστὸν ἀνελθών, καὶ τὴν σεπτὴν Κιβωτὸν ὡς ἄδυτον ὑπελθών, πρᾶξιν ἀρίστην, καὶ ἐπίβασιν θεωριῶν ἐπεδείξω, τῇ μέν, τὸν βίον λαμπρύνας δεσμοῖς σιδηροῖς, ὡς ὁρμίσκοις χρυσοῖς κοσμούμενος, τῇ δέ, Θεὸν ὁρῶν τε καὶ ὁρώμενος, καὶ μόνος μόνῳ προσλαλών, ὃν ἱκέτευε σεβάσμιε Συμεών, ὑπέρ τῶν ψυχῶν ἡμῶν.