Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 22 Απριλίου 2011

ΔΥΟ ΚΑΙ ΠΟΝΗΡΑ ΕΠΟΙΗΣΕΝ, Ο ΠΡΩΤΟΤΟΚΟΣ

Δύο καὶ πονηρὰ ἐποίησεν, ὁ πρωτότοκος υἱός μου Ἰσραήλ, ἐμὲ ἐγκατέλιπε, πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξεν ἑαυτῷ φρέαρ συντετριμμένον, ἐμὲ ἐπὶ ξύλου ἐσταύρωσε, τὸν δὲ Βαραββᾶν ᾐτήσατο, καὶ ἀπέλυσεν· ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε· σὺ δὲ Ἰσραὴλ οὐκ ἐνετράπης, ἀλλὰ θανάτῳ με παρέδωκας. Ἄφες αὐτοῖς Πάτερ ἅγιε· οὐ γὰρ οἴδασι τί ἐποίησαν. (Δίς)

Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός, ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε, τὰς ἀκάνθας ἡ κεφαλή, ἡ ὄψις τὰ ἐμπτύσματα, αἱ σιαγόνες τὰ ῥαπίσματα, τὸ στόμα τὴν ἐν ὄξει κερασθεῖσαν χολὴν τῇ γεύσει, τὰ ὦτα τὰς δυσσεβεῖς βλασφημίας. Ὁ νῶτος τὴν φραγγέλωσιν, καὶ ἡ χεὶρ τὸν κάλαμον, αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ, τὰ ἄρθρα τοὺς ἥλους, καὶ ἡ πλευρὰ τὴν λόγχην. Ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ παθῶν ἐλευθερώσας ἡμᾶς. Ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ, καὶ ἀνυψώσας ἡμᾶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σταυρωθέντος σου Χριστέ, πᾶσα ἡ Κτίσις βλέπουσα ἔτρεμε, τὰ θεμέλια τῆς γῆς, διεδονήθησαν φόβῳ τοῦ κράτους σου· σοῦ γὰρ ὑψωθέντος σήμερον, γένος Ἑβραίων ἀπώλετο, τοῦ Ναοῦ τὸ καταπέτασμα, διερράγη διχῶς, τὰ μνημεῖα ἠνεῴχθησαν, καὶ νεκροὶ ἐκ τῶν τάφων ἐξανέστησαν. Ἑκατόνταρχος ἰδὼν τὸ θαῦμα, ἔφριξε· παρεστῶσα δὲ ἡ Μήτηρ σου, ἐβόα θρηνῳδοῦσα μητρικῶς· Πῶς μὴ θρηνήσω, καὶ τὰ σπλάγχνα μου τύψω, ὁρῶσά σε γυμνόν, ὡς κατάκριτον ἐν ξύλῳ κρεμάμενον; Ὁ σταυρωθεὶς καὶ ταφείς, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.