Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 16 Απριλίου 2011

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΓΥΝΑΙΚΩΝ, ΑΓΑΠΗΣ, ΕΙΡΗΝΗΣ ΚΑΙ ΧΙΟΝΙΑΣ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ

Μνήμη τῶν Ἁγίων μαρτύρων γυναικῶν, Ἀγάπης, Εἰρήνης, καὶ Χιονίας.
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Ἀγάπης, Εἰρήνης καὶ Χιονίας.
Στίχοι
Χιὼν τὸ πῦρ ἦν τῇ Χιονίᾳ τάχα,
Οὗ συμμετασχεῖν ἠγάπησεν Ἀγάπη.
Βέλος σε πέμπει πρὸς τὸν εἰρήνης τόπον,
Ἀφ' αἱμάτων σῶν ἐκμεθυσθὲν Εἰρήνη.
Χιονίην τ' Ἀγάπην ἐκκαιδεκάτῃ κατέκαυσαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φήλικος Ἐπισκόπου, Ἰανουαρίου Πρεσβυτέρου, Φουρτουνάτου καὶ Σεπτεμίνου.
Στίχοι
Τετρὰς ἀθλητῶν συγκεκομμένων ξίφει
Νῦν συγχορεύει μυριάσιν Ἀγγέλων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λεωνίδου, Χαρίσσης, Νίκης, Γαληνῆς, Καλλίδος, Νουνεχίας, Βασιλίσσης καὶ Θεοδώρας.
Στίχοι
Κόλποις θαλάσσης ἐκδοθεὶς Λεωνίδης
Φθάνει κολυμβῶν Ἀβραὰμ κόλπων ἄχρι.
Θάλασσαν ἡ Χάρισσα φρίττειν οὐκ ἔχω,
Ἥτις θάλασσαν προξενεῖ μοι χαρίτων.
Βυθῷ Γαληνὴ καὶ Νίκη βεβλημέναι,
Νίκην ἐφεῦρον καὶ γαλήνην ἐκ σάλου.
Βυθὸς θαλάσσης λαμβάνει τὴν Καλλίδα,
Κάλλους ἐρῶσαν ψυχεραστοῦ Κυρίου.
Εὑροῦσα κέρδος ἐκ βυθοῦ σωτηρίαν
Τὸ νουνεχές σου δεικνύεις, Νουνεχία.
Γαστὴρ θαλάσσης λαμβάνει κόρας δύο,
Λίχνην φυγούσας, δυσσεβείας γαστέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εἰρήνης.
Στίχοι
Εἰρηνικῶς ζήσασα, Μάρτυς Εἰρήνη,
Οὐκ εἰρηνικῶς, ἀλλ' ἐκ τοῦ ξίφους θνῄσκεις

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.