Πέμπτη, 25 Νοεμβρίου 2010

ΑΡΜΑΤΗΛΑΤΗΝ ΦΑΡΑΩ ΕΒΥΘΙΣΕ, ΤΕΡΑΤΟΥΡΓΟΥΣΑ ΠΟΤΕ...

Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα.

Αἰκατερίνης τῆς πανσόφου Μάρτυρος, ταῖς ἱκεσίαις Χριστέ, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, αἴγλην διδοὺς μοι Δέσποτα, τῆς σῆς φωτοχυσίας, τῶν ψυχοφθόρων πταισμάτων μου, πᾶσαν τὴν ἀχλὺν ἀφανίζουσαν.

Ἰθυνομένη τοῦ Δεσπότου πάνσοφε, θείοις προστάγμασι, καὶ τῷ αὐτοῦ πόθῳ, φλεγομένη ἔδραμες, πρὸς τοὺς ἀγῶνας σπεύδουσα, καὶ τυράννων τὰς φρένας, Αἰκατερῖνα κατέπληξας, λόγῳ καὶ σοφίᾳ καὶ χάριτι.

Κυβερνωμένη τῇ παλάμῃ ἔνδοξε, τῇ κραταιᾷ τοῦ Χριστοῦ, εἰδωλικὴν ζάλην, Μάρτυς ὑπεξέφυγες, ἀβρόχως ὑπερπλέουσα, τοῦ Σταυροῦ τῷ ἱστίῳ, καὶ θείαις αὔραις τοῦ Πνεύματος, ᾄσμα τῷ Θεῷ ἀναμέλπουσα.

Ἀγαλλομένη παρθενίας κάλλεσιν, Αἰκατερῖνα σοφή, καὶ θεϊκὴν γνῶσιν, οὐρανόθεν ἔχουσα, τῆς ψευδωνύμου γνώσεως, εὐθαρσῶς καὶ ἀνδρείως, τοὺς προεστῶτας κατῄσχυνας, τούτους κατὰ κράτος νικήσασα.