Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 7 Φεβρουαρίου 2010

ΤΡΟΜΟΣ ΑΔΙΗΓΗΤΟΣ ΚΑΙ ΦΟΒΟΣ ΕΚΕΙ, ΗΞΕΙ ΓΑΡ ΚΥΡΙΟΣ....

Τρόμος ἀδιήγητος καὶ φόβος ἐκεῖ· ἥξει γὰρ Κύριος, καὶ τὸ ἔργον μετ' αὐτοῦ, ἑκάστου τῶν ἀνθρώπων, καὶ τίς ἐντεῦθεν λοιπὸν ἑαυτὸν μὴ πενθήσει;

Ποταμὸς ὁ πύρινος ταράττει με, τήκει με, ξέει με, τῶν ὀδόντων ὁ βρυγμός, τὸ σκότος τῆς ἀβύσσου. καὶ πῶς; ἢ τί πεπραχὼς, Θεὸν ἐξιλεώσω;

Φεῖσαι, φεῖσαι Κύριε, τοῦ δούλου σου μήποτε δῴης με, τοῖς πικροῖς βασανισταῖς, Ἀγγέλων ἀποτόμων, ἐν οἷς οὐκ ἔστιν ἐκεῖ, ἀνάπαυσιν εὑρέσθαι.

Ἄρχων καὶ ἡγούμενος, ἐκεῖ ἐν ταὐτῷ, πλούσιος ἄδοξος, μέγας ἅμα καὶ μικρὸς εὐθύνεται ἐπίσης· οὐαὶ ἑκάστῳ λοιπὸν τὸ μὴ ἡτοιμασμένῳ!

Ἄνες ἄφες Κύριε, καὶ σύγγνωθι, ὅσοι ἥμαρτον, καὶ μὴ δείξῃς με ἐκεῖ, ἐνώπιον, Ἀγγέλων, ἐν κατακρίσει πυρὸς αἰσχύνης ἀπεράντου.

Φεῖσαι, φεῖσαι Κύριε, τοῦ πλάσματός σου ἥμαρτον· ἄνες μοι, ὅτι φύσει καθαρός, αὐτὸς ὑπάρχεις μόνος, καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου.