Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 11 Νοεμβρίου 2009

ΔΕΥΤΕ ΦΙΛΑΘΛΟΙ ΤΗΝ ΤΡΙΣΑΥΓΗ ΤΩΝ ΜΑΡΤΥΡΩΝ ΤΙΜΗΣΩΜΕΝ ΧΟΡΕΙΑΝ, ΜΗΝΑΝ ΤΕ ΚΑΙ ΒΙΚΤΩΡΑ...

Δεῦτε φίλαθλοι τὴν τρισαυγῆ τῶν Μαρτύρων τιμήσωμεν χορείαν, Μηνᾶν τε καὶ Βίκτωρα καὶ Βικέντιον, ὅτι αἵματα ἔδωκαν, καὶ ὠνήσαντο τὴν αἰώνιον ζωήν· διὸ καὶ καρτερικῶς ἀντέλεγον τῷ ἐφευρέτῃ τῶν κακῶν· Οὐ προκρίνομεν τὰ φθαρτὰ τῶν ἀφθάρτων, οὐ στρατευόμεθα βασιλεῖ θνητῷ γηΐνῳ, ἀλλὰ τῷ ζῶντι βασιλεῖ στρατευόμεθα, τῷ ἀεὶ βοῶντι τοῖς πιστοῖς· Ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται.
Τὸν ἀριστέα τοῦ Χριστοῦ, Μηνᾶν τὸν ἀοίδιμον, συνελθόντες οἱ πιστοί, ἐγκωμίοις μαρτυρικοῖς, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Οὗτος γὰρ τὸν πρὸς ἐχθρούς ἀοράτους πόλεμον ὑπελθών, καὶ νομίμως ἀθλήσας, ἀξίως τὸ τῆς νίκης βραβεῖον ἐδέξατο. Καὶ νῦν ἐν οὐρανοῖς μετ' Ἀγγέλων, χορεύων τὴν ἀκατάλυτον χορείαν, αἰτεῖται τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.