Τετάρτη, 11 Νοεμβρίου 2009

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΜΗΝΑ, ΒΙΚΤΩΡΟΣ ΚΑΙ ΒΙΚΕΝΤΙΟΥ ΚΑΙ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΣΤΕΦΑΝΙΔΟΣ....

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, καὶ τῆς Ἁγίας Μάρτυρος Στεφανίδος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Στουδίτου.
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Μηνᾶ τοῦ ἐν τῷ Κοτυαείῳ.
Στίχοι
Αἴγυπτος ὄντως, εἰ τέκοι, τίκτει μέγα.
Τμηθεὶς ἀληθὲς τοῦτο Μηνᾶς δεικνύει.
Μηνᾶς ἑνδεκάτῃ ἔτλη ξίφος γηθόσυνος κῆρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βίκτωρος.
Στίχοι
Οὐ δειλιῶν ἦν οὐδὲ Βίκτωρ πρὸς ξίφος,
Πᾶσαν μακρὰν που καρδίας θεὶς δειλίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βικεντίου Διακόνου.
Στίχοι
Βληθεὶς ὁ Βικέντιος ἐν φρουρᾷ φέρει.
Λυθεὶς δὲ φρουρᾶς σαρκικῆς ἄνω τρέχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Στεφανίδος.
Στίχοι
Δένδροις Στεφανὶς προσδεθεῖσα φοινίκων,
Τῶν Μαρτύρων ἤνθησεν ὡς φοίνιξ μέσον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Θεοδώρου, Ἡγουμένου τοῦ Στουδίου.
Στίχοι
Πολλὰς ἀμοιβάς, Θεόδωρε Τρισμάκαρ,
Βίου μεταστάς, ὡς βιοὺς εὖ, προσδόκα.

Τοῦ Ἁγίου καὶ μακαρίου Μαξίμου τοῦ διὰ Χριστὸν Σαλοῦ, τοῦ ἐν Μόσχᾳ θαυματουργοῦ Ῥώσσου.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.