Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 7 Σεπτεμβρίου 2009

ΑΚΟΥΣΟΝ, ΘΥΓΑΤΕΡ, ΚΑΙ ΙΔΕ, ΚΑΙ ΚΛΙΝΟΝ ΤΟ ΟΥΣ ΣΟΥ, ΚΑΙ ΕΠΙΛΑΘΟΥ ΤΟΥ ΛΑΟΥ ΣΟΥ, ΚΑΙ ΤΟΥ ΟΙΚΟΥ ΤΟΥ ΠΑΤΡΟΣ ΣΟΥ, ΚΑΙ ΕΠΙΘΥΜΗΣΕΙ Ο ΒΑΣΙΛΕΥΣ ΤΟΥ ΚΑΛΛΟΥΣ ΣΟΥ..

Ὧ τοῦ παραδόξου θαύματος! ὡς ἐξ ἀγόνου μητρός, καὶ ἀκάρπου στειρώσεως, ῥάβδος ἄνθος φέρουσα, ἀναφύεται σήμερον, ἡ Θεομήτωρ καὶ ἀπειρόγαμος, ἐκ τῶν δικαίων Ἰωακεὶμ καὶ' Ἄννης, ὅθεν καὶ χαίρει νύν, Προφητῶν τὸ σύστημα, Πατριαρχῶν, πᾶσα ἡ ὁμήγυρις, ἐν τῇ γεννήσει αὐτῆς.
Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Σήμερον Δαυϊδ ἀγάλλεται, καί, Ἱεσσαὶ νὺν σκιρτᾷ καὶ Λευϊ με, γαλύνεται, καὶ χαίρει τῶ πνεύματι, Ἰωακεὶμ ὁ δίκαιος, καὶ ἀτεκνία τῆς Ἄννης λύεται, τὴ σὴ γεννήσει Μαρία ἄχραντε, θεοχαρίτωτε, καὶ Ἀγγέλων σύστημα, σὺν τοὶς βροτοίς, πάντες μακαρίζομεν, τὴν θείαν μήτραν σου.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χαίροις τῶν βροτῶν τὸ σύστημα, Χαῖρε Κυρίου ναέ, χαῖρε ὄρος τὸ ἅγιον, χαῖρε θεία τράπεζα, χαῖρε λύχνε ὁλόφωτε, χαῖρε τὸ κλέος τῶν ὀρθοδόξων σεμνή, χαῖρε Μαρία, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, χαῖρε πανάμωμε, χαῖρε θρόνε πύρινε, χαῖρε σκηνή, χαῖρε βᾶτε ἄφλεκτε, χαῖρε ἡ πάντων ἐλπίς.
Ἡ παγκόσμιος, χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος, ἥτις δι' ὑπερβολὴν καθαρότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται, Αὐτῆς ταὶς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῶ κόσμω τὴν εἰρήνην κατάπεμψον, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.