Κυριακή, 17 Μαΐου 2009

ΕΝΤΕΙΝΕ ΚΑΙ ΚΑΤΕΥΟΔΟΥ ΚΑΙ ΒΑΣΙΛΕΥΕ ΕΝΕΚΕΝ....

Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραϋτητος καὶ δικαιοσύνης.
Ἀγαλλιάσθω σήμερον φαιδρώς, ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι Χριστὸς πεφανέρωται, σαρκούμενος ὡς ἄνθρωπος, ἵνα τὸν Ἀδὰμ ἐξάρη ἐκ κατάρας παγγενή, καὶ θαυμαστοῦται θαύμασιν, ἐν Σαμαρείᾳ προσαφικόμενος, γυναικὶ δὲ παρέστη, ὕδωρ ζητῶν, ὁ νεφέλης ὕδασι περιβαλλόμενος, διὸ πάντες οἱ πιστοὶ προσκυνήσωμεν, τὸν δι' ἡμᾶς ἑκουσίως πτωχεύσαντα, εὐσπλάγχνω βουλή.
Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Τάδε λέγει Κύριος τὴ Σαμαρείτιδι, Εἰ ἤδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τὶς ἐστιν ὁ λέγων σοί, Δὸς μοὶ ὕδωρ πιεῖν, σὺ ἂν ἤτησας αὐτόν, καὶ ἔδωκέ σοὶ πιεῖν, ἵνα μῄ διψήσης εἰς τὸν αἰῶνα, λέγει Κύριος.