Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 21 Μαΐου 2009

ΧΑΙΡΟΙΣ ΚΩΝΣΤΑΝΤΙΝΕ ΠΑΝΣΟΦΕ....ΕΛΕΝΗ ΠΑΝΣΟΦΕ..... ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΕΛΕΝΗΝ ΤΕ ΠΑΡΑΔΟΞΩΣ ΕΧΡΙΣΑΣ....

Χαίροις Κωνσταντῖνε πάνσοφε, ὀρθοδοξίας πηγή, ἢ ποτίζουσα πάντοτε, τοὶς γλυκέσι νάμασι, τὴν ὑφήλιον ἅπασαν, Χαίροις ἡ ῥίζα, ἐξ ἦς ἐβλάστησε, καρπὸς ὃ τρέφων, τὴν Ἐκκλησίαν Χριστοῦ, Χαιροις τὸ καύχημα, τῶν περάτων ἔνδοξε, Χριστιανῶν, βασιλέων πρώτιστε, Χαῖρε χαρὰ τῶν πιστῶν.
Ὁ βασιλεύων τῆς κτίσεως, τὸ εὐπειθὲς προορῶν, τῆς καρδίας σου Πάνσοφε, λογικῶς θηρεύει σε, ἀλογία κρατούμενον, καὶ καταυγάσας τὴν σὴν διάνοιαν, τῆς εὐσεβείας ταὶς ἐπιγνώσεσι, κόσμω ἀνέδειξε, φωταυγῆ ὡς ἥλιον, μαρμαρυγάς, θείων ἀποπέμποντα, πράξεων ἔνδοξε.
Τὰ τοῦ Κυρίου διδάγματα, καθάπερ γῆ ἐκλεκτή, δεξαμένη πανεύφημε, ἐναρέτων πράξεων, εὐκαρπίαν ἐβλάστησας, τὰς διανοίας, ἡμῶν ἐκτρέφουσα, τὴ ἐκμιμήσει, Ἑλένη πάνσοφε, τῆς πολιτείας σου, ὅθεν ἑορτάζομεν, περιχαρῶς, σήμερον τὴν μνήμην σου πανηγυρίζοντες.
Ἔλαιον ἀγαλλιάσεως, τοὺς σοὺς μετόχους Χριστέ, Κωνσταντίνον Ἑλένην τε, παραδόξως ἔχρισας, τὴν ἀπάτην μισήσαντας, καὶ σοῦ τὸ κάλλος ἐπὶ ποθήσαντας, καὶ βασιλείας τῆς οὐρανίου σου, τούτους ἠξίωσας, εὐσεβῶς τὸ πρότερον, ἐπὶ τῆς γῆς, Λόγε βασιλεύσαντας, τὴ ἐπινεύσει σου.