Κυριακή, 19 Απριλίου 2009

ΙΔΟΥ ΣΚΟΤΙΑ ΚΑΙ ΠΡΩΙ, ΚΑΙ ΤΙ ΠΡΟΣ ΤΟ ΜΝΗΜΕΙΟΝ ΜΑΡΙΑ

Ἰδοὺ σκοτία καὶ πρωϊ, καὶ τὶ πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταὶς φρεσίν; ὑφ' οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς. Ἀλλ' ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοὶς ὀθονίοις καὶ τῶ σουδαρίω, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ' ὧν, καὶ δι' ὧν καὶ ἡμεῖς, πιστεύσαντες, ἀνυμνούμέν σε τὸν ζωοδότην Χριστόν.