Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 20 Μαρτίου 2009

ΜΝΗΜΗ ΤΩΝ ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΤΩΝ ΕΝ ΤΗ ΜΟΝΗ ΤΟΥ ΑΓΙΟΥ ΣΑΒΒΑ ......


ΤΗ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΜΑΡΤΙΟΥ



Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν τῶν ἐν τῇ Μονὴ τοῦ Ἁγίου Σάββα ἀναιρεθέντων.
Τὴ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀββάδων τῶν ἀναιρεθεντων ὑπὸ τῶν Μαύρων ἐν τῇ Μονὴ τοῦ Ἁγίου Σάββα τοῦ Ἡγιασμένου.

Στίχοι

· Διπλοῦς στεφάνους χειρὸς ἐκ τοῦ Κυρίου,

· Πόνων χάριν δέχεσθε καὶ τῶν αἱμάτων.

· Εἰκάδι Ἀββάδες ἐκ χθονὸς οὐρανὸν ἤλυθον εὐρύν.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Νικήτα, Ἐπισκόπου Ἀπολλωνιάδος.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων γυναικῶν, τῶν ἐν Ἀμινσῷ, Ἀλεξανδρείας, Κλαυδίας, Εὐφρασίας, Ματρώνης, Ἰουλιανής, Εὐφημίας, καὶ Θεοδοσίας.

Στίχοι

· Δηλοῖ γυναικῶν τῶν πεπυρπολημένων,

· Ἀριθμὸς ἑπτὰ παρθένος τῶν Παρθένων.



Τὴ αὐτὴ ἡμέρα, ὁ ἅγιος Μάρτυς Ῥοδιανὸς ξίφει τελειοῦται.

Στίχοι

· Ὁ Ῥοδιανός, ὡς ἐρυθρὸν σοὶ ῥόδον,

· Χριστὲ προσήχθη, τὸ σῶμα βεβαμμένος.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Ἀκύλας ὁ Ἔπαρχος ξίφει τελειοῦται.

Στίχοι

· Ἄμωμον ἱερεῖον ὤφθης Ἀκύλα,

· Τμηθεὶς ἀμώμω Δεσπότη διὰ ξίφους.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Λολλίων πυγμαὶς βαλλόμενος τελειοῦται.

Στίχοι

· Ὁ Λολλίων ἕστηκε τὰς πυγμὰς φέρων,

· Καὶ μὴ στεναγμόν, μηδὲ μυγμὸν ἐκφέρων.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Ἐμμανουὴλ ξίφει τελειοῦται.

Στίχοι

· Ξίφει χεθήτω, κὰν κοτύλη φησὶ μοί,

· Ἐμμανουὴλ πέφυκεν αἵματος μία.



Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.