Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 18 Ιανουαρίου 2009

ΙΕΡΑΡΧΩΝ ΤΟΥΣ ΑΡΧΗΓΟΥΣ, ΠΑΤΡΙΑΡΧΩΝ ΤΟΥΣ ΑΚΡΑΙΜΟΝΑΣ..., ΠΑΝΗΓΥΡΙΝ.

Ἱεραρχῶν τοὺς ἀρχηγούς, Πατριαρχῶν τοὺς ἀκραίμονας, καὶ παμφαεὶς φωστήρας τῆς οἰκουμένης, τῶν ἐννοιῶν τοῦ Χριστοῦ τοὺς ἐκφάντορας, συνελθόντες ὧ φιλέορτοι, πνευματικοὶς ἐγκωμίοις αἰνέσωμεν λέγοντες. Χαίροις σοφὲ Ἀθανάσιε, ἐπώνυμε τῆς ἀθανασίας, ὁ τὸν ληρώδη Ἄρειον, καθάπερ λύκον ἐκσφενδονήσας τοὶς ποίμνης τοῦ Χριστοῦ, τὴ ἐλαστικὴ σφενδόνη τῶν θεοσόφων δογμάτων σου. Χαίροις ἀστὴρ παμφαέστατε, ὑπέρμαχε τῆς Ἀειπαρθένου, ὁ στεντορείως αὐτὴν Θεοτόκον, ἐν μέσῳ τοῦ ἐν Ἐφέσῳ Ἱεροῦ συλλόγου, ἀνακηρύξας λαμπρῶς, καὶ τῶν Νεστορίου ληρημάτων καθαιρέτα, παμμακάριστε Κύριλλε. Χαίρετε θεολογίας πηγαί, θεοσοφίας ποταμοὶ ἀέναοι, καὶ βρύσεις θείας γνώσεως. Ἀλλ' ὧ Πατέρες τρισόλβιοι, μὴ παύσησθε πρεσβεύοντες Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθω τελούντων ὑμῶν, τὴν πανίερον καὶ θείαν πανήγυριν.