Κυριακή, 30 Νοεμβρίου 2008

ΑΝΤΙΜΗΝΣΙΟ -ΚΑΤΗΓΟΡΙΑ ΑΜΦΙΑ ΤΗΣ ΑΓΙΑΣ ΤΡΑΠΕΖΑΣ

Είναι τεμάχιο υφάσματος (διαστάσεων 40 χ50περίπου εκατοστών) πάνω στο oποίο έχουν ζωγραφιστεί ποικίλες ιερές παραστάσεις και σύμβολα. Κύρια παράσταση είναι ο Χριστός κατά τον τύπο του Επιταφίου, ή ο Χριστός στην άκρα ταπείνωση. Τα Αντιμήνσια καθαγιάζονται συνήθως στα εγκαίνια Ναών, χρίονται με Άγιο Μύρο και προσάπτονται σε μία τουλάχιστον γωνία τους Αγια Λείψανα. Όταν τελείται Θεία Λειτουργία σε μη εγκαινιασμένους Ναούς, σε εξωκλήσια, σε Στρατόπεδα ή στην ύπαιθρο, χρησιμοποιείται «φορητή» εγκαινιασμένη Άγία Τράπεζα, το 'Αντιμήνσιο (αντί + mensa = αντί τραπέζης). Σ' αυτή την περίπτωση πρέπει να υπάρχουν οπωσδήποτε προσραμμένα Αγια Λείψανα. Τα Αντιμήνσια χρησιμοποιούνται σε όλους τους Ί. Ναούς, εγκαινιασμένους και μη. Στη δεύτερη περίπτωση πρέπει να έχουν Άγια Λείψανα. Όπου το Αντιμήνσιο το καλύπτουν με το Είλητό, το προστατεύουν και από τις φθορές (τριβή με το Ευαγγέλιο).

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΑΝΔΡΕΑΣ Ο ΠΡΩΤΟΚΛΗΤΟΣ


ΤΗ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου.
Ἦχος α'

Ἀνδρέου Ἱεροσολυμίτου

Ὁ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοὶ Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῶ ἀγκίστρω τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοί, Ταὶς πρεσβείαις αὐτοῦ Ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς

Ὑμνήσωμεν οἱ Πιστοί, Πέτρου τὸν σύγγονον, Ἀνδρέαν τὸν Χριστοῦ μαθητήν, οὗτος γὰρ τὴν θάλασσαν, δικτύοις ἐρευνήσας ποτέ, ἰχθύας ἐζώγρησε, νὺν δὲ τὴν οἰκουμένην, τῶ καλάμω σαγηνεύει τοῦ Σταυροῦ, καὶ τὰ ἔθνη ἐκ πλάνης ἐπιστρέφει τῶ Βαπτίσματι, καὶ Χριστῷ παριστάμενος, αἰτεῖται τὴν εἰρήνην τῶ κόσμω, καὶ ταὶς ψυχαίς ἡμῶν τὸ μέγα ἔλεος.

Ὁ αὐτὸς

Τὸ πὺρ τὸ νοερὸν τὸ φωτίζον διανοίας, καὶ φλογίζον ἁμαρτίας, ἔνδον λαβὼν ἐν καρδίᾳ, ὁ Ἀπόστολος Χριστοῦ καὶ μαθητής, λάμπει μὲν ταὶς μυστικαὶς ἀκτίσι τῶν διδαχῶν, ἐν ταῖς τῶν ἐθνῶν ἀφωτίστοις καρδίαις, φλέγει δὲ πάλιν, τὰς φρυγανώδεις τῶν ἀσεβῶν μυθουργίας, τὸ πὺρ γὰρ τοῦ Πνεύματος, τοιαύτην ἔχει τὴν ἐνέργειαν, Ὧ θαῦμα ξένον καὶ φοβερόν! ἡ πηλώδης γλῶσσα, ἡ πηλίνη φύσις, τὸ σῶμα τὸ χοϊκόν, τὴν νοερὰν καὶ ἄϋλον ὑπεδέξατο γνῶσιν, Ἀλλ' ὧ μύστα τῶν ἀρρήτων, καὶ θεωρὲ τῶν οὐρανίων, ἱκέτευε καταυγασθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. δ'

Τὸν ποθούμενον Θεόν, ἐν σαρκὶ κατιδῶν ἐπὶ γῆς βαδίζοντα, θεόπτα Πρωτόκλητε, τῶ μὲν ὁμαίμονι ἐβόας ἀγαλλόμενος, Εὑρήκαμεν ὧ Σίμων τὸν ποθούμενον, τῶ δὲ Σωτήρι δαυϊτικῶς ἐκραύγαζες, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ Χριστὲ ὁ Θεός, Ὅθεν καὶ πόθω πόθον προσθείς, διὰ σταυροῦ διαβαίνεις, πρὸς ὃν ἐπόθησας, ὡς ἀληθὴς Μαθητής, καὶ σοφὸς μιμητὴς γενόμενος, τοῦ διὰ Σταυροῦ αὐτοῦ πάθους, διὸ καὶ τῆς δόξης κοινωνὸς αὐτῷ γενόμενος, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος πλ. δ'

Ἀνδρέου Ἱεροσολυμίτου οἱ δέ, Ἀνατολίου

Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν, οὗτος γὰρ ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου, τὸν Σταυρὸν ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὦς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῶ Θεῷ δῶρον εὐπρόσδεκτον, Ἀεὶ τοῦτον πιστοί, σὺν τὴ χορεία τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρα τῆς κρίσεως.

Καὶ νύν... Θεοτοκίον

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.



Εἰς τὸν Στίχον

Στιχηρὰ Προσόμοια



Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν

Χαίροις ὁ λογικὸς οὐρανός, δόξαν Θεοῦ διαπαντὸς διηγούμενος, ὃ πρῶτος Χριστῷ καλοῦντι, καθυπακούσας θερμῶς, καὶ ἀμέσως τούτω συγγενόμενος, ὑφ' οὗ πυρσευόμενος, καθωράθης φῶς δεύτερον, καὶ τοὺς ἐν σκότει, ἀστραπαίς σου ἐφώτισας, ἀγαθότητα, τὴν αὐτοῦ ἐκμιμούμενος, Ὅθεν τὴν παναγίαν σου, τελοῦμεν πανήγυριν, καὶ τῶν λειψάνων τὴν θήκην, περιχαρῶς ἀσπαζόμεθα, ἐξ ἦς ἀναβλύζεις, σωτηρίαν τοὶς αἰτοῦσι, καὶ μέγα ἔλεος.



Στίχ. Εἰς πᾶσαν τὴν γὴν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.



Πρῶτον τῶν ὀρεκτῶν εὐρηκῶς, δι' εὐσπλαγχνίαν τὴν ἡμῶν περικείμενον, Ἀνδρέα θεόφρον φύσιν, συνανεκράθης αὐτῷ, διαπύρω πόθω τῶ συναίμονι, βοῶν, Ὃν ἐκήρυξαν, οἱ Προφῆται, ἐν Πνεύματι, εὔρομεν δεῦρο, ταὶς αὐτοῦ ὡραιότησι, καταθέλξωμεν, καὶ ψυχὴν καὶ διάνοιαν, ὅπως φωταγωγούμενοι, αὐτοῦ ταὶς λαμπρότησι, νύκτα τῆς πλάνης καὶ σκότος, τῆς ἀγνωσίας διώξωμεν, Χριστὸν εὐλογοῦντες, τὸν παρέχοντα τῶ κόσμω, τὸ μέγα ἔλεος.



Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.



Ἔθνη τὰ μὴ εἰδότα Θεόν, ὡς ἐκ βυθοῦ τῆς ἀγνωσίας ἐζώγρησας, σαγήνη τῶν σῶν λογίων, καὶ σὺν ταράσσεις σαφῶς, ἁλμυρὰς θαλάσσας, ἵππος ἄριστος, ὀφθεὶς τοῦ Δεσπόζοντος, τῆς θαλάσσης ἀοίδιμε, καὶ σηπεδόνα, ἀθεϊας ἐξήρανας, ἅλας τίμιον, ἐμβαλῶν τὴν σοφίαν σου, ἣν πὲρ καὶ κατεπλάγησαν, Ἀπόστολε ἔνδοξε, τῆς μωρανθείσης σοφίας, οἱ ἀναιδῶς ἀντεχόμενοι, Χριστὸν μὴ εἰδότες, τὸν παρέχοντα τῶ κόσμω, τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος γ' Γερμανοῦ

Τὸν συναίμονα Πέτρου, καὶ Χριστοῦ μαθητήν, τῶν ἰχθύων ἀγρευτήν, καὶ ἀλιέα τῶν ἀνθρώπων, ἐν ὕμνοις Τιμήσωμεν, Ἀνδρέαν τὸν Ἀπόστολον, τοῦ γάρ, Ἰησοῦ τὰ διδάγματα, πάντας ἐξεπαίδευσε τοὶς δόγμασι, καὶ ὡς δέλεαρ ἰχθύσι, τὰς σάρκας τοὶς ἀνόμοις παρέδωκε, καὶ τούτους ἐσαγήνευσεν, Αὐτοῦ ταὶς ἱκεσίαις Χριστέ, παράσχου τῶ λαῶ σου εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Καὶ νύν... Ἦχος ὁ αὐτὸς

Ἰωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τῶν Ἁγίων, ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγώ, φησί, τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει, ἡ Μαρία ἀνερμηνεύτως, οὗ εἷς προσκύνησιν, Μάγοι ἐξ Ἀνατολῶν ἤξουσι, σὺν δώροις Τιμίοις λατρεύοντες, Ὁ σαρκωθεὶς δι' ἡμᾶς, Κύριε δόξα σοί.



Ἀπολυτίκιον Ἦχος δ'

Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τὴ οἰκουμένη δωρήσασθαι, καὶ ταὶς ψυχαὶς ἡ μῶν τὸ μέγα ἔλεος.

Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας

Σάββατο, 29 Νοεμβρίου 2008

ΑΠΟΣΤΟΛΟΣ ΑΝΔΡΕΑΣ Ο ΠΡΩΤΟΚΛΗΤΟΣ


ΤΗ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου.

Ὁ τῶ Προδρόμου φωτὶ μεμορφωμένος, ὅτε τὸ ἀπαύγασμα τὸ ἐνυπόστατον, τῆς πατρικῆς δόξης ἔφανεν, ἀνθρώπων γένος, δι' εὐσπλαγχνίαν σῶσαι βουλόμενος, τότε πρῶτος Ἔνδοξε, τούτω προσέδραμες, καταυγασθεὶς τὴν διάνοιαν, τελειοτάτη, μαρμαρυγὴ αὐτοῦ τῆς θεότητος, ὅθεν καὶ κῆρυξ καὶ Ἀπόστολος, χρηματίζεις Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ τῆς Προδρόμου φωνῆς ἐνηχημένος, ὅτε ὁ πανάγιος Λόγος σεσάρκωται, ζωὴν ἡμῖν παρεχόμενος, καὶ σωτηρίαν, τοὶς ἐπὶ γῆς εὐαγγελιζόμενος, τότε τούτω Πάνσοφε, κατηκολούθησας, καὶ σεαυτὸν ἀκροθίνιον, καὶ παναγίαν, ὦς ἀπαρχὴν αὐτῷ καθιέρωσας, ὃν καὶ ἐπέγνως καὶ ἐμήνυσας, τῶ συγγόνω τῶ σῶ τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ τῶ ἐκ στεῖρας βλαστήσαντι φοιτήσας, ὅτε ὁ Παρθένιος τόκος ἀνέτειλε, τῆς εὐσεβείας Διδάσκαλος, καὶ σωφροσύνης, ὑποδεικνύων τὴν καθαρότητα, τότε σὺ θερμότατος, τῆς ἀρετῆς ἐραστής, Ἀνδρέα μάκαρ γεγένησαι, τὰς ἀναβάσεις, ἐν σῇ καρδία διατιθέμενος, καὶ ἀπὸ δόξης πρὸς τὴν ἄφραστον, ἤρθης δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Τὴν τῶν ἰχθύων ἄγραν, καταλιπῶν Ἀπόστολε, ἀνθρώπους σαγηνεύεις, καλάμω τοῦ κηρύγματος, χαλῶν ὥσπερ ἄγκιστρον, τῆς εὐσεβείας τὸ δέλεαρ, καὶ ἀνάγων ἐκ τοῦ βυθοῦ τῆς πλάνης, τὰ ἔθνη ἅπαντα, Ἀνδρέα Ἀπόστολε, τοῦ Κορυφαίου ὁμαίμων, καὶ τῆς οἰκουμένης ὑφηγητὰ διαπρύσιε, πρεσβεύων μὴ ἐλλίπης ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθω εὔφη μούντων πανεύφημε, τὴν ἀεισέβαστον μνήμην σου.
Ὁ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοὶ Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῶ ἀγκίστρω τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοί, Ταὶς πρεσβείαις αὐτοῦ Ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ὑμνήσωμεν οἱ Πιστοί, Πέτρου τὸν σύγγονον, Ἀνδρέαν τὸν Χριστοῦ μαθητήν, οὗτος γὰρ τὴν θάλασσαν, δικτύοις ἐρευνήσας ποτέ, ἰχθύας ἐζώγρησε, νὺν δὲ τὴν οἰκουμένην, τῶ καλάμω σαγηνεύει τοῦ Σταυροῦ, καὶ τὰ ἔθνη ἐκ πλάνης ἐπιστρέφει τῶ Βαπτίσματι, καὶ Χριστῷ παριστάμενος, αἰτεῖται τὴν εἰρήνην τῶ κόσμω, καὶ ταὶς ψυχαίς ἡμῶν τὸ μέγα ἔλεος.
Τὸ πὺρ τὸ νοερὸν τὸ φωτίζον διανοίας, καὶ φλογίζον ἁμαρτίας, ἔνδον λαβὼν ἐν καρδίᾳ, ὁ Ἀπόστολος Χριστοῦ καὶ μαθητής, λάμπει μὲν ταὶς μυστικαὶς ἀκτίσι τῶν διδαχῶν, ἐν ταῖς τῶν ἐθνῶν ἀφωτίστοις καρδίαις, φλέγει δὲ πάλιν, τὰς φρυγανώδεις τῶν ἀσεβῶν μυθουργίας, τὸ πὺρ γὰρ τοῦ Πνεύματος, τοιαύτην ἔχει τὴν ἐνέργειαν, Ὧ θαῦμα ξένον καὶ φοβερόν! ἡ πηλώδης γλῶσσα, ἡ πηλίνη φύσις, τὸ σῶμα τὸ χοϊκόν, τὴν νοερὰν καὶ ἄϋλον ὑπεδέξατο γνῶσιν, Ἀλλ' ὧ μύστα τῶν ἀρρήτων, καὶ θεωρὲ τῶν οὐρανίων, ἱκέτευε καταυγασθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὸν ποθούμενον Θεόν, ἐν σαρκὶ κατιδῶν ἐπὶ γῆς βαδίζοντα, θεόπτα Πρωτόκλητε, τῶ μὲν ὁμαίμονι ἐβόας ἀγαλλόμενος, Εὑρήκαμεν ὧ Σίμων τὸν ποθούμενον, τῶ δὲ Σωτήρι δαυϊτικῶς ἐκραύγαζες, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ Χριστὲ ὁ Θεός, Ὅθεν καὶ πόθω πόθον προσθείς, διὰ σταυροῦ διαβαίνεις, πρὸς ὃν ἐπόθησας, ὡς ἀληθὴς Μαθητής, καὶ σοφὸς μιμητὴς γενόμενος, τοῦ διὰ Σταυροῦ αὐτοῦ πάθους, διὸ καὶ τῆς δόξης κοινωνὸς αὐτῷ γενόμενος, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν, οὗτος γὰρ ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου, τὸν Σταυρὸν ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὦς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῶ Θεῷ δῶρον εὐπρόσδεκτον, Ἀεὶ τοῦτον πιστοί, σὺν τὴ χορεία τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρα τῆς κρίσεως.

Βιβλιογραφία -Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστολ. Διακονίας

Παρασκευή, 28 Νοεμβρίου 2008

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΠΑΡΑΜΟΝΟΣ

ΤΗ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παραμόνου

Φωτοφανείας σαφῶς πεπυρσευμένος, παμμάκαρ Παράμονε, τοῦ θείου Πνεύματος, σκότος βαθύτατον τέλεον, ἀπεβδελύξω, πολυθεϊας καὶ ηὐτομόλησας, εὐθέτου λαβόμενος, καφοῦ πανόλβιε, πρὸς τὰ προκείμενα σκάμματα, γενναιοφρόνως, καὶ νικηφόρος ὀφθεὶς κατέβαλες, τὸν ἀλαζόνα καὶ πολέμιον, πάντων βροτῶν μεγαλύνων Χριστόν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.



Διὰ τὸν πάντων Θεὸν καὶ Βασιλέα, δῆμον πολυάριθμον κατασφαπόμενον, κατανοήσας Παράμονε, τῶ θείω ζήλω, ὅλως ἔθελχθης καὶ ἀνεβόησας, Χριστοῦ δοῦλος γνήσιος, ὑπάρχω πάντοτε, γνῶτε παράνομοι τύραννοι, καὶ ὡς ἀρνίον, ἄκακον θύεσθαι νὺν αὐτόκλητος, παρεγενόμην, μὴ οὖν μέλλετε, θῦμα δεκτὸν τῶ τυθέντι σαρκί, δι' ἐμὲ ἑκουσίως, τοῦ γενέσθαι κατεπείγομαι.



Τὴ ἑπταρίθμω τιμώμενος δεκάδι, τριπλή τε ὁ τίμιος, ἑκατοντάδι χορός, τῶν ἀθλοφόρων πολύθεον, καθεῖλε πλάνην, παρανομούντων διὰ τῆς πίστεως, μεθ' οὗ ἐστεφάνωσαι, ἀγωνισάμενος, γενναιοφρονως Παράμονε, καὶ ταὶς χορείαις, τῶν Ἀσωμάτων χαίρων ἠρίθμησαι, μεθ' ὧν δυσώπει πάσης θλίψεως, καὶ πειρασμῶν λυτρωθῆναι ἡμᾶς, τούς σὲ ἀνευφημοῦντας, καὶ γνησίως μακαρίζοντας.

Βιβλιογραφια

  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας

ΟΣΙΟΣ ΠΑΤΗΡ ΣΤΕΦΑΝΟΣ Ο ΝΕΟΣ ΚΑΙ ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΕΙΡΗΝΑΡΧΟΣ


ΤΗ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

NOEMBRIOY
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Νέου, καὶ τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου.



Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν Προσόμοια Στιχηρὰ τοῦ Ὁσίου.


Ὅλην ἀποθέμενοι

Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῶ Κυρίω, σαρκὸς ἔξω γέγονας, κοσμικῆς τε σχέσεως ἱερώτατε, μοναστὴς ἄριστος, πεφυκῶς Στέφανε, καὶ δοχεῖον θείου Πνεύματος, καὶ γὰρ συγκλείσας σου, οἴκω στενοτάτω μακάριε, τὸ σῶμα ἀνεπτέρωσας, νοῦν πρὸς οὐρανὸν ἑνοπτρίζεσθαι, τὸ ἄρρητον κάλλος, Χριστοῦ τοῦ Βασιλέως καὶ Θεοῦ, οὗ προσκυνῶν τὸ ὁμοίωμα, ἤθλησας στερρότατα.



Τεσσαρακονθήμερον, ὡς ὁ Δεσπότης νηστεύσας, ἐν εἱρκτῇ φρουρούμενος, σεαυτὸν πρὸς ἄθλησιν παρεσκεύασας, Ἱερὲ Στέφανε, Μοναστῶν ἔρεισμα, καὶ Μαρτύρων ἐγκαλλώπισμα, ὅθεν ὦς θήρές σοί, οἱ ἀνηλεεῖς ἐπιθέμενοι, ἀρνίον ὦς πὲρ ἄκακoν, σύραντες ἀδίκως ἐσπάραξαν, καὶ μετὰ ἀνόμων, κατέθεντο ἀθλήσαντα στερρῶς, καὶ παρρησία πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Λαὸς ὃ παράνομος, παρανομίαις ὑπείκων, παρανόμου Ὅσιε, βασιλέως λίθοις σε ὡς τὸν Πρώταθλον, ἀφειδῶς ἔβαλε, καὶ τὴν κάραν Πάτερ, τὴν ἁγίαν σου συνέτριψε, ταὶς λεωφόροις τε, σύρων ὠμοτάτως ἐξέχεε, τὰ σπλάγχνα σου πανόλβιε, μηδὲ μετὰ πότμον οἰκτείρας σε, Ὧ τῆς σὴς ἀνδρείας! ὧ γνώμης! ὤπολλής ὑπομονῆς! δι' ἦς ἀπείληφας Στέφανε, στέφος ἀμαράντινον.

Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας

Πέμπτη, 27 Νοεμβρίου 2008

ΣΤΙΧΗΡΑ, ΚΑΘΙΣΜΑΤΑ, ΑΠΟΛΥΤΙΚΙΑ ΔΙ' ΕΚΑΣΤΗΝ ΗΜΕΡΑΝ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ

ΣΤΙΧΗΡΑ, ΚΑΘΙΣΜΑΤΑ, ΑΠΟΛΥΤΙΚΙΑ
ΔΙ' ΕΚΑΣΤΗΝ ΗΜΕΡΑΝ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ

Τη Κυριακή εσπέρας.

Μετά τον προοιμιακόν Ψαλμόν και το ενδιάτακτον Κάθισμα του Ψαλτηρίου, εις το Κύριε εκέκραξα ψάλλομεν στιχηρά κατανυκτικά Δεσποτικά.
Ήχος α'. Πανεύφημοι Μάρτυρες.
Τα πάντα παρήγαγες τω σω, Λόγω και τω Πνεύματι, δι' αγαθότητα Κύριε· είτα πεποίηκας, λογικόν με ζώον, ίνα σου το άγιον, δοξάζω παντοδύναμε όνομα, εγώ δε μάλιστα, τοις αισχροίς μου έργοις πάντοτε, ατιμάζω· αλλά φείσαι δέομαι.
Γνώθι σου ταλαίπωρε ψυχή, την θείαν ευγένειαν, και την πατρίδα την άφθαρτον, και σπεύδε πάντοτε, αγαθοεργίαις, ταύτην καταλήψεσθαι· μηδέν σε των φθαρτών προσηλώσειε, της άνω μοίρας ει, το δε σώμα γη και φθείρεται· μη νικήση, το χείρον την κρείττονα.
Δεύρο παναθλία μου ψυχή, προς τον υπεράγαθον, θερμοίς τοις δάκρυσι πρόσελθε, τα πεπραγμένα προ της κρίσεως σου, πάντα εξαγόρευσον, και ίλεων τον Κτίστην ταλαίπωρε, σαυτή απέργασαι, και συγχώρησιν εξαίτησαι, πριν την θύραν, κλείση σοι ο Κύριος.
Έτερα των Ασωμάτων, όμοια.
Ασώματοι Άγγελοι Θεού, θρόνω παριστάμενοι, και ταις εκείθεν ελλάμψεσι, καταστραπτόμενοι, και φωτοχυσίαις, αιωνίως λάμποντες, και φώτα χρηματίζοντες δεύτερα, Χριστώ πρεσβεύσατε, δωρηθήναι ταις ψυχαίς ημών, την ειρήνην, και το μέγα έλεος.
Αθάνατοι Άγγελοι ζωήν, όντως την ανώλεθρον, παρά της πρώτης δεξάμενοι, ζωής πανόλβιοι, αϊδίου δόξης, και σεπτοί θεάμονες, σοφίας αϊδίου γεγόνατε, φωτός πληρούμενοι, και λαμπάδες συστρεφόμεναι, αρμοζόντως, επαναδεικνύμενοι.
Αρχάγγελοι Άγγελοι Αρχαί, Θρόνοι, Κυριότητες, τα Σεραφίμ εξαπτέρυγα, και πολυόμματα, Χερουβίμ τα θεία, της σοφίας όργανα, Δυνάμεις Εξουσίαι θειόταται, Χριστώ πρεσβεύσατε, δωρηθήναι ταις ψυχαίς ημών, την ειρήνην, και το μέγα έλεος.
Δόξα, και νυν. Θεοτοκίον, όμοιον.
Μαρία το άμωμον και νουν, πάντα υπερκείμενον, της καθαρότητας όχημα, περικρατούμενον, πολλαίς αμαρτίαις, και στενοχωρούμενον, προς πλάτος μετανοίας με ίθυνον, πανσθενεστάτη σου, προστασία· και γαρ δύνασαι, οία Μήτηρ, του πάντα ισχύοντος.
Το Φως ιλαρόν, το προκείμενον της ημέρας και το Καταξίωσον.
Απόστιχα κατανυκτικά.
Ότι το πέλαγος πολύ, των παραπτωμάτων μου Σωτήρ, και δεινώς βεβύθισμαι ταις πλημμελείαις μου, δος μοι χείρα σώσον με, ως τω Πέτρω, ο Θεός, και ελέησόν με.
Στίχ. Προς σε ήρα τους οφθαλμούς μου...
Ότι εννοίαις πονηραίς, και έργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι, επιστροφής ο Θεός, ίνα κράζω· σώσον με, ευεργέτα αγαθέ και ελέησόν με.
Στίχ. Ελέησόν ημάς, Κύριε....
Μαρτυρικόν.
Τη πρεσβεία Κύριε, πάντων των Αγίων, και της Θεοτόκου, την σην ειρήνην δός ημίν, και ελέησον ημάς, ως μόνος οικτίρμων.
Δόξα, και νυν. Θεοτοκίον.
Των ουρανίων ταγμάτων το αγαλλίαμα, των επί γης ανθρώπων, κραταιά προστασία, άχραντε Παρθένε σώσον ημάς, τους εις σε καταφεύγοντας, ότι εν σοι τας ελπίδας μετά Θεόν, Θεοτόκε ανεθέμεθα.
Το Νυν απολύεις, τρισάγιον, Παναγία Τριάς, Πάτερ ημών, το απολυτίκιον της εορτής ή το παρόν, και απόλυσις.
Απολυτίκιον. Ήχος δ'.
Των ουρανίων στρατιών αρχιστράτηγοι, δυσωπούμεν υμάς ημείς οι ανάξιοι, ίνα ταις υμών δεήσεσι τειχίσητε ημάς, σκέπη των πτερύγων, της αύλου υμών δόξης, φρουρούντες ημάς προσπίπτοντας, εκτενώς και βοώντας· εκ των κινδύνων λυτρώσασθε ημάς ως ταξιάρχαι των άνω δυνάμεων.
Θεοτοκίον.
Τη ανατραφείση εν τω ναώ, εις τα άγια των αγίων, τη περιβεβλημένη την πίστιν και την σοφίαν, και την άμεμπτον παρθενίαν, ο αρχιστράτηγος Γαβριήλ. προσέφερεν ουρανόθεν, τον ασπασμόν και το χαίρε· Χαίρε ευλογημένη, χαίρε δεδοξασμένη, ο Κύριος μετά σου.
Τη Δευτέρα πρωί εις τον Όρθρον.
Μετά τον εξάψαλμον, το Θεός Κύριος μετά των στίχων αυτού, και το απολυτίκιον ως ανωτέρω.
Μετά δε την πρώτην στιχολογίαν του Ψαλτηρίου ψάλλομεν τα παρόντα κατανυκτικά Καθίσματα.
Ήχος α'.
Εν ανομίαις συλληφθείς εγώ ο άσωτος, ου τολμώ ατενίσαι εις το ύψος του ουρανού, αλλά θαρρών εις την φιλανθρωπίαν σου, κράζω· ο Θεός ιλάσθητί μοι και σώσον με.
Ει ο δίκαιος μόλις σώζεται, εγώ που φανούμαι ο αμαρτωλός; το βάρος και τον καύσωνα της ημέρας ουκ εβάστασα· τοις περί την ένδεκάτην ώραν, συναρίθμησόν με ο Θεός και σώσον με.
Δόξα, και νυν. Θεοτοκίον.
Άχραντε Θεοτόκε, η εν ουρανοίς ευλογημένη, και επί γης δοξολογουμένη, χαίρε Νύμφη ανύμφευτε.
Μετά την δευτέραν στιχολογίαν του Ψαλτηρίου έτερα Καθίσματα.
Τον τάφον σου Σωτήρ.
Αγκάλας πατρικάς, διανοίξαι μοι σπεύσον, ασώτως τον εμόν, κατηνάλωσα βίον, εις πλούτον αδαπάνητον, αφορών των οικτιρμών σου Σωτήρ· νυν πτωχεύουσαν, μη υπερίδης καρδίαν, σοι γαρ Κύριε, εν κατανύξει κραυγάζω, ήμαρτόν σοι, σώσον με.
Τo βήμα σου φρικτόν, και η κρίσις δικαία, τα έργα μου δεινά, αλλ' αυτός Ελεήμον, προφθάσας με διάσωσον, και κολάσεως λύτρωσαι· ρύσαι Δέσποτα, της των ερίφων μερίδος, και αξίωσον, εκ δεξιών σου με στήναι, Κριτά δικαιότατε.
Δόξα, και νυν. Θεοτοκίον.
Κυβέρνησον Αγνή, την αθλίαν ψυχήν μου, και οίκτειρον αυτήν, υπό πλήθους πταισμάτων, βυθώ ολισθαίνουσαν, απώλειας Πανάμωμε, και εν ώρα με, τη φοβερά του θανάτου, ελευθέρωσαν, κατηγορούντων δαιμόνων, φρικτής αποφάσεως.
Μετά την τρίτην στιχολογίαν του Ψαλτηρίου έτερα Καθίσματα.
Τον τάφον σου Σωτήρ.
Αφρόνως από σου, μακρυνθείς Πανοικτίρμον, ασώτως τον εμόν, εδαπάνησα βίον, δουλεύων τοις πάθεσι, τοις αλόγοις εκάστοτε· αλλά δέξαι με, ταις των Αγγέλων πρεσβείαις, Πάτερ εύσπλαγχνε, ώσπερ τον άσωτον παίδα, και σώσόν με δέομαι.
Μαρτυρικόν.
Αθλήσεως καύχημα, και στεφάνων αξίωμα, οι ένδοξοι αθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερία γαρ αικισμών, τους ανόμους ετροπώσαντο, και δυνάμει θεϊκή, εξ ουρανού την νίκην εδέξαντο. Αυτών ταις ικεσίαις, ελευθέρωσαν του αοράτου εχθρού, Σωτήρ και σώσον με.
Δόξα, και νυν. Θεοτοκίον. Τον τάφον σου Σωτήρ.
Αύλων στρατιών, υπερέχουσα Κόρη, και τάξεις ουρανών, υπερβαίνουσα μόνη, επάξιον την αίνεσιν, παρ' αυτών δέχη πάναγνε· αλλά πρέσβευε, τω σω Υιώ συν Αγγέλοις, του ρυσθήναι με, της των παθών τυραννίδος, τον μόνον κατάκριτον.
Λέγομεν τον ν' (50όν) Ψαλμόν και έπειτα ένα εκ των κατανυκτικών κανόνων και την Ωδήν της Θεοτόκου· είτα το
Εξαποστειλάριον. Ήχος β'. Γυναίκες ακουτίσθητε.
Αρχάγγελοι και Άγγελοι, Αρχαί και Kυριότητες, Δυνάμεις και Εξουσίαι, και Θρόνοι, πολυόμματα, τα Χερουβίμ και Σεραφίμ, νυν και τα εξαπτέρυγα, υπέρ ημών πρεσβεύσατε, του λυτρωθήναι κινδύνων, και του πυρός του ασβέστου.
Θεοτοκίον.
Συ μου προστάτις Άχραντε, και ισχυρόν προπύργιον, και προστασία του κόσμου, και σοι προσπίπτω κραυγάζων· των οδυνών με λύτρωσαι, και του πυρός εξάρπασον, του αιωνίου Παρθένε, τον επί σοι πεποιθότα.
Είτα τους Αίνους και το Σοι δόξα πρέπει.

ΙΩΑΝΝΟΥ Γ ΕΠΙΣΤΟΛΗ ΚΕΦ. Α

Ο πρεσβυτεροσ Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. 2 ᾿Αγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4 μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα. 5 ᾿Αγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους, 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. 7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον, μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν. 8 ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ. 9 ῎Εγραψα τῇ ἐκκλησίᾳ· ἀλλ᾿ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. 10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. 11 ᾿Αγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπ᾿ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι. 13 Πολλὰ εἶχον γράφειν, ἀλλ᾿ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι· 14 ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν. 15 εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ᾿ ὄνομα.

Βιβλιογραφία - Πηγές
  1. http://www.apostoliki-diakonia.gr/bible/bible.asp?contents=new_testament/contents_E_ioannou.asp&main=E_ioannou&file=3.4.7.htm

ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΙΑΚΩΒΟΣ ΤΟΥ ΠΕΡΣΟΥ

ΤΗ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου.
Κόσμου, τὰ τερπνὰ καταλιπῶν, γένους περιφάνειαν πλοῦτον, καὶ ὡραιότητα, πάσάν τε τὴν αἴσθησιν, ἀπαρνησάμενος, καὶ τὸ σῶμα τεμνόμενος, παθῶν ἐκμιμήσει, χαίρων ἠκολούθησας, Χριστῷ Ἰάκωβε, ὦς οὖν κοινωνὸς παθημάτων, δόξης ἐχρημάτισας ὄντως, καὶ τῆς βασιλείας νὺν συμμέτοχος.
Μέλη, θεριζόμενος σαρκός, καὶ τὰς ἀφορήτους ὀδύνας, τῶν αἰκισμῶν καρτερῶν, Μάρτυς ἀξιάγαστε, Χριστοῦ Ἰάκωβε, καὶ τυράννων ὠμότητα, πατήσας ἀνδρείως, νίκης τὸν πολύτιμον, στέφανον εἴληφας, ὧ νὺν ἐγκοσμούμενος Μάκαρ, θείω τοῦ Δεσπότου σου θρόνω, μετὰ τῶν συνάθλων σου παρίστασαι.
Ἔχων, παρρησίαν πρὸς Χριστόν, πάντων τῶν ἐν πίστει τελούντων, τὴν σὴν σεπτὴν ἑορτήν, Μάρτυς παναοίδιμε, θερμῶς προϊστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάττων, πάσης περιστάσεως, δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, τοὺς λαμπροὺς ἀγώνάς σου δοξαζωμεν.
Χαίροις ἡ καλλονὴ Ἰακώβ, ἣν ἐξελέξατο Θεός, ἣν ἠγάπησεν, ἡ θύρα τῶν σωζομένων, ἡ φλογοφόρος λαβίς, τῆς ἀρᾶς ἡ λύσις παντευλόγητε, γαστὴρ θεοχώρητε, πεπτωκότων ἀνόρθωσις, ἁγιωτέρα, Χερουβὶμ καὶ τῆς κτίσεως, ὑπερέχουσα, δυσθεώρητον ὅραμα, ἄκουσμα τὸ καινότατον, ἀνέκφραστον λάλημα, ἅρμα τοῦ Λόγου νεφέλη, ἐξ ἦς ἀνέτειλεν ἥλιος, Χριστὸς καταυγάζων, τοὺς ἐν σκότει καὶ παρέχων, τὸ μέγα ἔλεος.

Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ Β

ΚΑΙ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν. 2 καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε, καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. 3 καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.4 Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν 5 καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι αὐτήν· 6 πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. 7 καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.8 Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν ᾿Εδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. 9 καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. 10 ποταμὸς δὲ ἐκπορεύεται ἐξ ᾿Εδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. 11 ὄνομα τῷ ἑνὶ Φισῶν· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον· 12 τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. 13 καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γεῶν· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας. 14 καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ προπορευόμενος κατέναντι ᾿Ασσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης.15 Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. 16 καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ ᾿Αδὰμ λέγων· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ, 17 ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ· ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.18 Καὶ εἶπε Κύριος ὁ Θεός· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿ αὐτόν. 19 καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν ᾿Αδάμ, ἰδεῖν τί καλέσει αὐτά. καὶ πᾶν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ ᾿Αδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ. 20 καὶ ἐκάλεσεν ᾿Αδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· τῷ δὲ ᾿Αδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. 21 καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν ᾿Αδάμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾿ αὐτῆς. 22 καὶ ᾠκοδόμησεν ὁ Θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ ᾿Αδάμ, εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν ᾿Αδάμ. 23 καὶ εἶπεν ᾿Αδάμ· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη· 24 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ ροσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 25 καὶ ἦσαν οἱ δύο γυμνοί, ὅ τε ᾿Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.

Βιβλιογραφία - Πηγές
  1. http://www.apostoliki-diakonia.gr/bible/bible.asp?contents=old_testament/contents_Genesis.asp&main=genesis&file=1.2.htm
  2. http://www.myriobiblos.gr/bible/ot/chapter.asp?book=1&page=2

Τετάρτη, 26 Νοεμβρίου 2008

ΑΠΟΛΥΤΙΚΙΟΝ ΟΣΙΟΥ ΠΑΤΑΠΙΟΥ

Του Οσίου Παταπίου.
Ηχος α΄.Της ερήμου πολίτης.
Λουτρακίου το κλέος, Κορινθίας το καύχημα και των Γερανίων τον λύχνον, Θεοφόρον Πατάπιον, τιμήσωμεν εν ύμνοις ιεροίς, ιάσεις γαρ παρέχει δαψιλείς, τοις τη θήκη του λειψάνου αυτού πιστως, προστρέχουσι και κράζουσι.Δόξα τω σε δοξάσαντι Χριστώ, δόξα τω σε θαυμαστώσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.

ΑΛΥΠΙΟΣ ΚΙΟΝΙΤΗΣ, ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

ΤΗ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου, καὶ Νίκωνος τοῦ Μετανοεῖτε.
Παμμάκαρ Ἀλύπιε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῶ Θεῷ ἡμῶν, ὑφ' οὗ σθενούμενος, τῆς σαρκὸς τὰ πάθη, λογισμῶ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων τῶ κρείττονι, διὸ ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεόφρον Ἀλύπιε φωστήρ, καθωράθης μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, καὶ ἐνθέων ἔργων, ὅθεν μετὰ κοίμησιν, τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο, διὸ ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στῦλος ἐχρημάτισας σοφέ, Μοναστῶν Ἀλύπιε, ὕπερθεν στύλου ἱστάμενος, καὶ πιεζόμενος, καύσωνι καὶ κρύει, καὶ πολλαὶς ἀσκήσεσι, διὸ καθυπεδέξω τοῦ Πνεύματος, θεία χαρίσματα, ἰατρεύειν ἀρρωστήματα, καὶ διώκειν, πάθη χαλεπώτατα.
«Ὁ πήξας ἐπ' οὐδενος τὴν γὴν τὴ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουααν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».
Ὡς λύχνος ἐπὶ λυχνίαν, στάσεως κρείττονος, ἐπιτεθειμένος ταὶς σελασφόροις σου, Πάτερ ἀρεταὶς πᾶσαν ψυχήν, πιστῶς σοὶ προσιοῦσαν, εὐσεβοφπόνως κατελάμπρυνας, σκότους ἁμαρτίας λυτρούμενος.
Νοός σου τὰς ἱεράς, κινήσεις ποιούμενος, πρὸς τηρήσεις θείων, νόμων τοῦ Πνεύματος, Ἄγγελος ἐφάνης ἐπὶ γῆς, Ἀγγέλων πολιτείαν, μετὰ σαρκὸς ἀναλαβόμενος, Πάτερ θεοφόρε Ἀλύπιε.
Ἐμφρόνως τῶν ὀχληρῶν, τοῦ βίου ἀοίδιμε, μετανάστης ὤφθης, καὶ προσεχώρησας, πρὸς ἀσκητικῆς διαγωγῆς, τὰ σκάμματα προθύμως, τὴν σὴν καρδίαν οἰκητήριον, Ὅσιε δεικνύων τοῦ Πνεύματος.
«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοί, εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».
Ἀγάπην ἀληθῆ καὶ συμπάθειαν, πίστιν ἐλπίδα ἀρραγῆ, καὶ πολιτείαν ἀνόθευτον, ἀναλαβόμενος Πάτερ, θεράπων τοῦ Χριστοῦ ἐχρημάτισας.
Ἱστάμενος ἐν στύλῳ ἀκλόνητος, ταὶς ἐναντίαις προσβολαίς, δαιμόνων στῖφος ἐκλόνησας, καὶ κλονουμένοις ἐγένου, Παμμάκαρ ἀδιάσειστον ἔρεισμα.
Ναμάτων θείων ἔμπλεως γέγονας, καὶ κατεδρόσισας ψυχάς, κατατακείσας τῶ καύσωνι, τῆς χαλεπῆς ἁμαρτίας, Ἀλύπιε θεόφρον πανόλβιε.
Συναξάριον

Τὴ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου.

· Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων,

· Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.

· Εἰκάδι ἕκτη ἄλυπον, Ἀλύπιε, βὴς ἐπὶ οἶκον.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος τοῦ Μετανοεῖτε,

· Οἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι.

· Σοβεῖ γὰρ αὐτὸν τοὶς τεραστίοις Νίκων.

Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος.

· Ἀσκήσεως πέπτωκεν ὃ στερρὸς στῦλος.

· Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.

Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.

· Κακὸν φυγων πᾶν Ἀκάκιος ἐν βίῳ.

· Καλοὶς ἀπείροις ἐντρυφᾷ λιπῶν βίον.

Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀναχωρητοῦ.

· Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου,

· Νὺν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα.
Ὁ ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐν Χίῳ ἀθλήσας κατὰ τὸ 1807, ξίφει τελειοῦται.
Τὴ αὐτὴ ἡμέρα, Μνήιμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σίλου, Ἐπισκόπου τῆς Περσίδος, Καὶ ἀνάμνησις τῶν ἐγκαινίων τοῦ Ναοῦ τοῦ Ἁγίου Γεωργίου, ἐν τῷ Κυπαρίσσω.
Ταὶς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


Τοῦ Ὁσίου Ἀλυτίου
«Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παίδας ἑδρόσισε, συμφώνως μελωδοῦντας, Ὁ Θεὸς εὐλογητὸς εἶ».
Ὁ καρτερικώτατος, καὶ στερρὸς Ἀλύπιος, χρόνοις ἐπὶ πλείοσι, κρύει Πιεζόμενος, τοῦ Πνεύματος τὴ θάλψει, ἐθάλπετο παραδόξως.
Ὕψος πρὸς οὐράνιον, ἔχων τὸ πολίτευμα, σώματος ἠλόγησας, ὦς φθείρεσθαι μέλλοντος, καὶ τούτου σηπομένου, οὐκ ἐφρόντισας τοὶς πόνοις.
Πᾶσαν ἡδυπάθειαν, Πάτερ ἀρνησάμενος, τῶ κρύει καὶ καύσωνι, παλαίων ἐνήθλησας, αἴθριος ἀναμέλπων, ὁ Θεὸς εὐλογητὸς εἶ.
O ἀπεριόριστος, σάρκα ἀνελάβετο, ἔννουν τε καὶ ἔμψυχον, ἐκ σοῦ Ἀειπάρθενε, τοῦ σῶσαι τοὺς βοῶντας, ὁ Θεὸς εὐλογητὸς εἶ.

Τοῦ Ὁσίου Νίκωνος
Οἱ ἐκ τῆς Ἰουδαίας

Ὡς ἐν ἅρματι Πάτερ, ἀρετῶν τετρακτὺϊ σὺ ἐποχούμενος, ἀνέδραμες εἰς ὕψος, Ἠλίας ὦς πὲρ ἄλλος, μελωδῶν τῶ Σωτήρί σου, Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ζηλωτὴς ὦς πὲρ ἄλλος, τοὶς ποθούσί σε Πάτερ τὸ ῥάκος ἕλιπες, ἐν ὧ σου τὸ σαρκίον, ἐκτρύχων καὶ πιέζων, τὴν ψυχὴν διανέπαυες, Ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητός εἶ.
Σοφίας ἔμπλησον πάντας, καὶ δυνάμεως θείας ἡ ἐνυπόστατος, Σοφία τοῦ Ὑψίστου, διὰ τῆς Θεοτόκου, τοὺς ἐν πίστει σοὶ ψάλλοντας, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.



Τοῦ ὁσίου Ἀλυπίου
«Σοὶ τῶ παντουργῶ, ἐν τῇ καμίνω Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον, Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας».
Νέος Σαμουήλ, προθεωρῶν τὸ μέλλον, νοὸς καθαρότητι, ὤφθης Ἀλύπιε, πᾶσι προλέγων, ὡς ἔνθεος Προφήτης, τὰ ὑπὸ Κυρίου, δηλούμενα σοὶ Πάτερ.
Ὁ φωτοειδής, τῆς ἐκκλησίας στῦλος, ὁ πύργος ὁ ἄσειστος, τεῖχος τὸ ἄρρηκτον, πάντων ἀνθρώπων, Θεῷ πεπιστευκότων, ὁ Χριστοῦ θεράπων, Ἀλύπιος τιμάσθω.
Ὕπνωσας καλῶς, ὕπνον δικαίοις Πάτερ, πάσιν ὀφειλόμενον, κοιμήσας πρότερον, πάθη ποικίλα, ἐντεύξεσιν ἀγρύπνοις, ὅθεν σὲ προστάτην, ἄγρυπνον νὺν πλουτοῦμεν.
Σοῦ ὁ τοκετός, τὴν τικτομένην βλάβην, κακία τοῦ ὄφεως, νὺν ἀπεστείρωσε, μόνη κατάρας, ἀναίρεσις Παρθένε, ὅθεν σὲ τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.



Τοῦ Ὁσίου Νίκωνος
Ἑπταπλασίως κάμινον

Τὸ καθαρὸν καὶ ἄσπιλον, τῆς ψυχῆς περιβόλαιον, τὸ καρτερικόν, καὶ ἀπαθὲς σαρκίον σου, ὡς θεῖον θησαύρισμα, ἡ Λακεδαίμων φέρουσα, καὶ σωματικῶν, καὶ ψυχικῶν ἀλγημάτων, τὴν ῥῶσιν ἐξαιτεῖται, μελωδοῦσα συμφώνως, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων χάριτας, ἡ σορὸς ἀναβλύζουσα, πᾶσαν νοσημάτων, καὶ παθῶν ἐπήρειαν, παντοίαν τε κάκωσιν, καὶ μαλακίαν ἅπασαν, πάντων θεραπεύει, τῶν πιστῶς μελωδούντων, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑπὲρ ἡμῶν ἰλέωσαι, τὸν Σωτήρα καὶ Κύριον, τῶν καταφευγόντων, τὴ σὴ σκέπη Ὅσιε, ὡς νίκης ἐπώνυμος, καὶ Θεῷ παριστάμενος, πάσης λυτρωθῆναι, τῶν ἐχθρῶν κακουργίας, δαιμόνων ἐπηρείας, καὶ ἀνάγκης καὶ νόσου, τοὺς πίστει σὲ ὑμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Νοὺς ἐξειπεῖν οὐ δύναται, τὸ φρικτὸν τῆς λοχείας σου, πῶς καὶ παρθενεύεις, μετὰ τόκον ἄχραντε, ὡς μόνος ἐπίσταται, ὁ τῶν ἁπάντων Κύριος, ὃν ἰλεουμένη, μὴ ἐλλίπης Παρθένε, σωθῆναι τοὺς ἐν πίστει, τῶ Υἱῶ σου βοῶντας, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοὶς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας

Τρίτη, 25 Νοεμβρίου 2008

ΔΕΥΤΕΡΑ ΠΡΟΣΕΥΧΗ - ΑΠΟΔΕΙΠΝΟΝ

Δευτέρα προσευχή είναι το το Απόδειπνον, το οποίον αναγινώσκεται, εν μεν τη εκκλησία μετά τον Εσπερινόν, ήτοι μετά την δύσιν του ηλίου, κατ' οίκον δε προ της κατακλίσεως προς ύπνον, προσαγομένης δεήσεως προς τον Κύριον, όπως το στάδιον της νυκτός διέλθη εν ησυχία και ασφαλεία.Το Απόδειπνον διακρίνεται εις Μέγα, αναγινωσκόμενον κατά τας νηστησίμους ημέρας, και εις Μικρόν αναγινωσκόμενον καθ' όλον το έτος και εν τη περιόδω της Μεγ. Τεσσαρακοστής εκάστην Παρασκευήν εις τους Χαιρετισμούς, και Σάββατον και Κυριακήν.

ΜΙΚΡΗ ΕΙΣΟΔΟΣ

Είναι μια μικρή λιτανεία, που γίνεται στην αρχή σχεδόν της Θ. Λειτουργίας.Η μικρή είσοδος συμβολίζει την έναρξη της δημόσιας ζωής και δράσης του Χριστού. Όταν, δηλαδή, αφού βαπτίσθηκε στον Ιορδάνη από τον Άγιο Ιωάννη τον Πρόδρομο, άρχισε να εμφανίζεται μπροστά στα πλήθη των ανθρώπων και να τους διδάσκει τον Λόγο του Θεού.

ΑΓΙΑ ΑΙΚΑΤΕΡΙΝΗ & ΑΓΙΟΣ ΜΕΡΚΟΥΡΙΟΣ

ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου Αἰκατερίνης, καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.

Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῶ Κυρίω ἄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν, προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τὴ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὦς Θεοῦ κατοικητήριον.
Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη ἁγνή, προσφέρεται τῶ Ναῶ τῶ νομικῶ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτή, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῶ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῶ Κυρίω ἄδουσι, ψαλμικῶς μελωδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ, διὰ γὰρ σοῦ τῶ Θεῷ κατηλλάγημεν, Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῶ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῶ Ἀγγέλω πάντες, ψαλμικῶς τὸ Χαίρέ σοί, τὴ πανσέμνω βοῶμεν, τὴ πρεσβεία σου σωζόμενοι.
Ὡς ἀλάβαστρον μύρου, τὸ αἴμά σου προσενήνοχας τῶ σῶ Νυμφίω Χριστῷ Αἰκατερῖνα ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε. Ὅθεν καὶ Ῥητόρων τὴν θρασυστομίαν ἀπήμβλυνας, καὶ τούτους πρὸς θεογνωσίαν ἀφείλκυσας, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσαντο, σὺν Βασιλίσση τὴ σοφή, Διὸ πρέσβευε Χριστῷ τῶ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἡ παρθένος καὶ σεμνή, Αἰκατερῖνα ἡ σοφή, τὴ δυνάμει τοῦ Χριστοῦ, ἐπιρρωσθεῖσα ἀληθῶς, ἀγαλλομένη εἰσέρχεται ἐν σταδίῳ, καὶ τύραννον ὠμόν, καταβαλοῦσα στερρῶς, καὶ πᾶσαν τὴν πληθύν, τῶν δυσσεβούντων ἐχθρῶν, μέτ' εὐφροσύνης ἔψαλλεν, ἀκαταπαύστως μεγάλη φωνή, Χριστέ μου δόξα, Σωτὴρ καὶ ῥύστα, σὺ οὖν δέξαι τὸ πνεῦμα μου.
Ἀλεξανδρέων ἡ λαμπρὰ καὶ θεία πόλις, ἐπὶ τὴ μνήμη σου σεμνὴ πανηγυρίζει, καὶ γεραίρει τοὺς ἄθλους σου Αἰκατερῖνα, οὓς ἔτλης γενναιοφρόνως ὑπὲρ Χριστοῦ, καὶ μέγα βρενθυομένη σοὶ ἐκβοᾷ, Ὦ Παρθένε πολύαθλε, εἰς οὐρανίους σκηνάς, συνοῦσα νὺν τῶ Κτίστη σου, χαῖρε Μάρτυς πανθαύμαστε.
«Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γήν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ Κατεπόντισε, Ἰκαὶ ἄβατον διῆλθεν Ἰσραήλ, ὠδὴ δὲ ἀνεμέλπετο, Τῶ Κυρίω ἄσωμεν, ἐνδόξως γὰρ δεδόξασται».
Μετὰ τῆς ἄνω χορείας Μερκούριε, τῶν ἀγαθῶν τὴ πηγή, χαίρων παριστάμενος, καὶ θείας ἡδονῆς, ἀοίδιμε πληρούμενος, τοὺς πόθω τὴν πανήγυριν τὴν σήν, τελοῦντας περιφύλαττε, τῶ Κυρίω ἄδοντας, Ἐνδόξως γὰρ δεδόξασται.
Ἐθελουσίως ὑπῆλθες τὸ στάδιον, τῆς μαρτυρίας Σοφέ, σθένει κραταιούμενος, Χριστοῦ τοῦ δι' ἡμᾶς, τὰ πάθη τὰ σωτήρια, θελήσει ὑπομείναντος σαρκί, καὶ χαίρων ἀνεκραύγαζες, Τῶ Κυρίω ἄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.
Ῥῆμα τυράννου σαφῶς ἐξεφαύλισας, ὁμολογία Χριστοῦ, μάκαρ σεμνυνόμενος καὶ πᾶσαν ἀλγεινῶν, ἰδέαν ἀγαλλόμενος, ὑπέμεινας Μερκούριε βοῶν, τῶ σὲ ἐνδυναμώσαντι, Τῶ Κυρίω ἄσωμεν, Ἐνδόξως γὰρ δεδοξασται.

Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ Α

ΕΝ ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 2 ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. 3 καὶ εἶπεν ὁ Θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. 4 καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. 5 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. 6 Καὶ εἶπεν ὁ Θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. 7 καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. 8 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν, καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. 9 Καὶ εἶπεν ὁ Θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. 10 καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. 11 καὶ εἶπεν ὁ Θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. 12 καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. 13 καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη.14 Καὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς· 15 καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. 16 καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας. 17 καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς 18 καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. 19 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη. 20 Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως. 21 καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ εἶδεν ὁ Θεός, ὅτι καλά. 22 καὶ εὐλόγησεν αὐτὰ ὁ Θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. 23 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη. 24 Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. καὶ ἐγένετο οὕτως. 25 καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. καὶ εἶδεν ὁ Θεός, ὅτι καλά. 26 καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ γῆς γῆς. 27 καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. 28 καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. 29 καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν· 30 καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτως. 31 καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη.

Βιβλιογραφία - Πηγές
  1. http://www.apostoliki-diakonia.gr/bible/bible.asp?contents=old_testament/contents_Genesis.asp&main=genesis&file=1.1.htm
  2. http://www.myriobiblos.gr/bible/ot/chapter.asp?book=1&page=1

ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΑΙΚΑΤΕΡΙΝΗ & ΑΓΙΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΜΕΡΚΟΥΡΙΟΣ

ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου Αἰκατερίνης, καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.

Σήμερον τέρπεται πόλις ἡ Ἀλεξάνδρεια, τὰ σπάργανά σου Μάρτυς, ἐν τῷ θείω ναῶ σου, κατέχουσα προφρόνως, διὸ καὶ ἡμεῖς, εὐσεβῶς ἑορτάζομεν, Αἰκατερῖνα τήν μνήμην σου τὴν σεπτήν, ὑπερεύχου τῶν τιμώντων σε.
Αἰκατερίνης τὴν μνήμην νὺν ἑορτάσωμεν, αὐτὴ γὰρ ὄντως πάσας, τοῦ ἐχθροῦ τὰς δυνάμεις, ἐν λόγῳ τε καὶ ἔργω, καθεῖλε στερρῶς, καὶ Ῥητόρων τὴν ἔνστασιν, Ἀλλὰ δεήσεσι ταύτης ῥύσαι ἡμᾶς, ὁ Θεὸς ἐκ τῶν αἱρέσεων.
Χαίροις πανένδοξε Μάρτυς Αἰκατερῖνα σεμνή, ἐν τῷ Σινὰ γὰρ ὄρει, ἐν ὧ εἶδε τὴν βᾶτον, Μωσὴς μὴ φλεγομένην, ἐν τούτῳ Χριστός, τὸ θεάρεστον σκήνός σου, νύν μεταθεῖς σὲ φυλάττει ἕως καιροῦ, τῆς δευτέρας παρουσίας αὐτοῦ.
Ὡς ἀλάβαστρον μύρου, τὸ αἴμά σου προσενήνοχας τῶ σῶ Νυμφίω Χριστῷ Αἰκατερῖνα ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε. Ὅθεν καὶ Ῥητόρων τὴν θρασυστομίαν ἀπήμβλυνας, καὶ τούτους πρὸς θεογνωσίαν ἀφείλκυσας, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσαντο, σὺν Βασιλίσση τὴ σοφή, Διὸ πρέσβευε Χριστῷ τῶ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Συμμαχία τοῦ Πνεύματος, Ἀθλοφόρε Μερκούριε, καταγωνισάμενος τὸν ἀντίπαλον, ὡς στρατιώτης ἀήττητος, τῶ ὅπλω τῆς πίστεως, μυριάδας νοητῶν, Αἰθιόπων διέκοψας, καὶ τελέσας σου, τὸν ἀγῶνα νομίμως μετὰ πάντων, Ἀθλητῶν ἐστεφανώθης, Μεγαλομάρτυς πανόλβιε.
Βασιλεῖ στρατευόμενος, ἐπιγείω Μερκούριε, ὑπ' αὐτοῦ τε δαίμοσι κελευόμενος, θύειν θεόφρον μακάριε, βασάνους ὑπήνεγκας, καὶ κατάφλεξιν πυρός, καὶ τὸν βίαιον θάνατον, καὶ ἀνέδραμες, πρὸς Χριστὸν στεφηφόρος, καὶ συνήφθης, ταὶς ἀγέλαις τῶν Μαρτύρων, ὑπὲρ τοῦ κόσμου δεόμενος.

Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας

Δευτέρα, 24 Νοεμβρίου 2008

ΑΝΑΚΟΜΙΔΗ

Η μεταφορά των λειψάνων ενός Αγίου στον τόπο ή στο Ναό του Αγίου.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Ο Μικρός Παρακλητικός κανόνας ψάλλεται στούς ναούς την περίοδο του Δεκαπενταυγούστου εναλλάξ μετά του Μεγάλου Παρακλητικού Κανόνος.
Επίσης ψάλλεται υπο των πιστών οπως χαρακτηριστικά αναφέρει το Μέγα Ωρολόγιον «εν πάσει περιστάσει και θλίψει ψυχής».

Ποίημα Θεοστηρίκτου μοναχού ή Θεοφάνους.

Ευλογήσαντος του ιερέως λέγομεν τον παρόντα ψαλμόν.
(Εαν λαϊκός άρχεται: Δι’ ευχών των Αγίων πατέρων ημώς Κύριε Ιησού Χριστέ ο Θεός ελέησον και σώσον ημάς.Αμήν).

Ψαλμός ρμβ΄ (142)
Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μή εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιοθήσεται ενώπιόν σου πάς ζών. ’Οτι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γήν την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνας, και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γή άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μή αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι πρός σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, πρός σε κατέφυγον, δίδαξόν με του ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γή ευθεία, ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Εξομολογείσθαι τω Κυρίω και επικαλείσθαι το όνομα το Άγιον Αυτού.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Πάντα τα έθνη εκύκλωσάν με και το ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Παρά Κυρίου εγένετο αύτη και εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί και προσπέσωμεν, εν μετανοία κράζοντες εκ βάθους ψυχής. Δέσποινα βοήθησον, εφ ημίν σπλαγχνισθείσα, σπεύσον απολλύμεθα υπό πλήθους πταισμάτων. Μη αποστρέψης σους δούλους κενούς. Σε γαρ και μόνην ελπίδα κεκτήμεθα.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί και προσπέσωμεν, εν μετανοία κράζοντες εκ βάθους ψυχής. Δέσποινα βοήθησον, εφ ημίν σπλαγχνισθείσα, σπεύσον απολλύμεθα υπό πλήθους πταισμάτων. Μη αποστρέψης σους δούλους κενούς. Σε γαρ και μόνην ελπίδα κεκτήμεθα.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Ου σιωπήσωμεν ποτε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ειμή γαρ συ προίστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, εως νυν ελευθέρους; ουκ αποστώμεν Δέσποινα εκ σού. Σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ψαλμός Ν΄ (50)
Ελέησον με ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισον με. ‘Οτι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιον μου εστί διά παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γάρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το Πνεύμα σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσιν σου. ‘Oτι ει ηθέλησας θυσίαν, έδωκα άν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα, τότε ανοίσουσιν επί το θυσιαστήριον σου μόσχους.
Κανών
Ωδή Α΄
Ο Ειρμός
Υγράν διοδεύσας ωσεί ξηράν, και την Αιγυπτίαν, μοχθηρία διαφυγών, ο Ισραηλίτης ανεβόα. Τω λυτρωτή και θεώ ημών άσωμεν.

Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Πολλοίς συνεχόμενος πειρασμοίς, προς σε καταφεύγω, σωτηρίαν επιζητών. Ω Μήτερ του Λόγου και Παρθένε, των δυσχερών και δεινών με διάσωσον.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Παθών με ταράττουσι προσβολαί, πολλής αθυμίας εμπίπλωσαί μου την ψυχήν. Ειρήνευσον Κόρη τη γαλήνη, τη του Υιού και Θεού σου Πανάμωμε.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Σωτήρα τεκούσαν σε και Θεόν, δυσωπώ Παρθένε, λυτρωθήναι με των δεινών. Σοι γαρ νυν προσφεύγων ανατείνω, και την ψυχήν και την διάνοιαν.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Νοσούντα το σώμα και την ψυχήν, επισκοπής θείας, και προνοίας της παρά σου, αξίωσον μόνη Θεομήτορ, ως αγαθή αγαθού τε λοχεύτρια.

Ωδή Γ´
Ο Ειρμός
Ουρανίας αψίδος, οροφουργέ Κύριε, και της Εκκλησίας δομήτορ, συ με στερέωσον, εν τη αγάπη τη σή, των εφετών η ακρότης, των πιστών το στήριγμα, μόνε φιλάνθρωπε.

Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Προστασίαν και σκέπην, ζωής εμής τίθημι, σε Θεογεννήτορ Παρθένε. Σύ με κυβέρνησον, προς τον λιμένα σου, των αγαθών η αιτία, των πιστών το στήριγμα, μόνη πανύμνητε.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Ικετεύω Παρθένε, τον ψυχικόν τάραχον, και της αθυμίας την ζάλην, διασκεδάσαι μου. Συ γάρ Θεόνυμφε, τον αρχηγόν της γαλήνης, τον Χριστόν εκύησας, μόνη πανάχραντε.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Ευεργέτην τεκούσα, τον των καλών αίτιον, της ευεργεσίας τον πλούτον, πάσιν ανάβλυσον. Πάντα γαρ δύνασαι, ως δυνατόν εν ισχύϊ, τον Χριστόν κυήσασα, θεομακάριστε.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Χαλεπαίς αρρωστίαις, και νοσεροίς πάθεσιν, εξεταζομένω Παρθένε, σύ μοι βοήθησον. Των ιαμάτων γάρ, ανελλιπή σε γινώσκω, θησαυρόν πανάμωμε, τον αδαπάνητον.

Διάσωσον από κινδύνων τους δούλους σου Θεοτόκε, ότι πάντες μετά Θεόν εις σε καταφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Και ο Ιερεύς μνημονεύει
Εις εκάστην δέησιν το
Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.

Μετά την δέησιν, το επόμενον Κάθισμα.
΄Ηχος Β΄
Τα άνω ζητώ
Πρεσβεία θερμή, και τείχος απροσμάχητον, ελέους πηγή, του κόσμου καταφύγιον, εκτενώς βοώμεν σοι. Θεοτόκε Δέσποινα πρόφθασον, και εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα.

Ωδή Δ΄
Ο Ειρμός
Εισακήκοα Κύριε, της οικονομίας σου το μυστήριον. Κατενόησα τα έργα σου, και εδόξασα σου την θεότητα.
Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Των παθών μου τον τάραχον, η τον κυβερνήτην τεκούσα Κύριον, και τον κλύδωνα κατεύνασον, των εμών πταισμάτων Θεονύμφευτε.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Ευσπλαχνίας την άβυσσον, επικαλουμένω της σης παράσχου μοι, η τον εύσπλαχνον κυήσασα, και Σωτήρα πάντων των υμνούντων σε.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Απολαύοντες πάναγνε, των σων δωρημάτων ευχαριστήριον, αναμέλπομεν εφύμνιον, οι γινώσκοντές σε Θεομήτορα.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Οι ελπίδα και στήριγμα, και της σωτηρίας τείχος ακράδαντον, κεκτημένοι σε πανύμνητε, δυσχερείας πάσης εκλυτρούμεθα.

Ωδή Ε΄
Ο Ειρμός
Φώτισον ημάς, τοις προστάγμασί σου Κύριε, και τω βραχίονί σου τω υψηλώ, την σην ειρήνην παράσχου ημίν φιλάνθρωπε.

Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
’Εμπλησον Αγνή, ευφροσύνης την καρδίαν μου, την σην ακήρατον διδούσα χαράν, της ευφροσύνης η γεννήσασα τον αίτιον.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Λύτρωσαι ημάς, εκ κινδύνων Θεοτόκε αγνή, η αιωνίαν τεκούσα λύτρωσιν, και την ειρήνην την πάντα νούν υπερέχουσαν.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Λύσον την αχλύν, των πταισμάτων μου Θεόνυμφε, τω φωτισμώ της σης λαμπρότητος, η φώς τεκούσα το θείον και προαιώνιον.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
’Ιασαι Αγνή, των παθών μου την ασθένειαν, επισκοπής σου αξιώσασα, και την υγείαν τη πρεσβεία σου παράσχου μοι.

Ωδή ΣΤ΄
Ο Ειρμός
Την δέησιν, εκχεώ προς κύριον, και αυτώ απαγγελώ μου τας θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, και η ζωή μου τω άδη προσήγγισε. Και δέομαι ως Ιωνάς. Εκ φθοράς ο Θεός με ανάγαγε.

Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Θανάτου και της φθοράς ως έσωσεν, εαυτόν εκδεδωκώς τω θανάτω, την τη φθορά και θανάτω μου φύσιν, κατασχεθείσαν παρθένε δυσώπησον, τον Κύριόν σου και Υιόν, της εχθρών κακουργίας με ρύσασθαι.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Προστάτην σε, της ζωής επίσταμαι, και φρουράν ασφαλεστάτην Παρθένε, των πειρασμών διαλύουσαν όχλον, και επηρείας δαιμόνων ελαύνουσα. Και δέομαι δια παντός. Εκ φθοράς των παθών μου ρυσθήναι με.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Ως τείχος, καταφυγής κεκτήμεθα, και ψυχών σε παντελή σωτηρίαν, και πλατυσμόν εν ταις θλίψεσι Κόρη, και τω φωτί σου αεί αγαλλόμεθα. Ω Δέσποινα και νυν ημάς, των παθών και κινδύνων διάσωσον.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Εν κλίνη νυν, ασθενών κατάκειμαι, και ουν έστιν ίασις τη σαρκί μου. Αλλ’ η θεόν και σωτήρα του κόσμου, και τον λυτήρα των νόσων κυήσασα, σου δέομαι της αγαθής. Εκ φθοράς νοσημάτων ανάστησον.

Διάσωσον από κινδύνων τους δούλους σου Θεοτόκε, ότι πάντες μετά Θεόν εις σε καταφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

’Αχραντε, η διά λόγου τον λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Ο ιερεύς μνημονεύει ως ανωτερω

Κοντάκιον
΄Ηχος Β΄
Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς. Αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

Το α΄ αντίφωνον των Αναβαθμών του Δ΄ ήχου.
Εκ νεότητός μου, πολλά πολεμεί με πάθη. Αλλ’ αυτός αντιλαβού, και σώσον Σωτήρ μου.
Εκ νεότητός μου, πολλά πολεμεί με πάθη. Αλλ’ αυτός αντιλαβού, και σώσον Σωτήρ μου.

Οι μισούντες ιών, αισχύνθητε από του Κυρίου, ως χόρτος γαρ πυρί, έσεσθε απεξηραμμένοι.
Οι μισούντες ιών, αισχύνθητε από του Κυρίου, ως χόρτος γαρ πυρί, έσεσθε απεξηραμμένοι.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, και καθάρσει υψούται, λαμπρύνεται, τη Τριαδική μονάδι, ιεροκρυφίως.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Αγίω Πνεύματι, αναβλύζει τα της χάριτος ρείθρα, αρδεύοντα, άπασαν την κτίσιν, προς ζωογονίαν.

Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.
Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.
Στίχ. ’Ακουσον, θύγατερ, και ίδε, και κλίνον το ούς σου, και επιλάθου του λαού σου, και του οίκου του πατρός σου, και επιθυμήσει ο βασιλεύς του κάλλους σου.
Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.

Και υπερ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Κυριε, ελέησον. Κυριε, ελέησον. Κυριε, ελέησον.

Σοφία ορθοί ακούσωμεν του αγίου Ευαγγελίου.
Ειρήνη πάσι.

Ευαγγέλιον.
(κεφ. Α΄ 39 - 49, 56).
Εκ του κατά Λουκάν αγίου Ευαγγελίου, το ανάγνωσμα.
Πρόσχωμεν.

Εν ταις ημέραις εκείναις, αναστάσα Μαριάμ, επορεύθη εις την ορεινήν μετά σπουδής εις πόλιν Ιούδα. Και εισήλθεν εις τον οίκον Ζαχαρίου και ησπάσατο την Ελισάβετ. Και εγένετο, ως ήκουσεν η Ελισάβετ τον ασπασμόν της Μαρίας, εσκίρτησε το βρέφος εν τη κοιλία αυτής. Και επλήσθη Πνεύματος αγίου η Ελισάβετ και ανεφώνησε φωνή μεγάλη και είπεν. Ευλογημένη συ εν γυναιξί και ευλογημένος ο καρπός της κοιλίας σου. Και πόθεν μοι τούτο, ίαν έλθη η μήτηρ του Κυρίου μου πρός με; Ιδού γάρ, ως εγένετο η φωνή του ασπασμού σου εις τα ώτα μου, εσκίρτησε το βρέφος εν αγαλλιάσει εν τη κοιλία μου. Και μακαρία η πιστεύσασα ότι έσται τελείωσις τοις λελαλημένοις αυτή παρά Κυρίου. Και είπε Μαριάμ. Μεγαλύνει η ψυχή μου τον Κύριον και ηγαλλίασε το πνεύμα μου επί τω Θεώ τω σωτήρι μου. ’Οτι επέβλεψε επί την ταπείνωσιν της δούλης αυτού. Ιδού γαρ από του νυν μακαριούσι με πάσαι αι γενεαί. ’Οτι εποίησέ μοι μεγαλεία ο Δυνατός και άγιον το όνομα αυτού. ΄Εμεινε δε Μαριάμ συν αυτή ωσεί μήνας τρείς και υπέστρεψεν εις τον οίκον αυτής.

Δόξα σοι Κύριε, δόξα σοι.

Και αμέσως μετά:
΄Ηχος Β΄
Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Πάτερ Λόγε Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Ταις της Θεοτόκου, πρεσβείας ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Ελέησον με ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

΄Ηχος πλ. Β΄
΄Ολην αποθέμενοι
Μη καταπιστεύσης με, ανθρωπίνη προστασία, παναγία Δέσποινα, αλλά δέξαι δέησιν του ικέτου σου. Θλίψις γαρ έχει με, φέρειν ου δύναμαι, των δαιμόνων τα τοξεύματα. Σκέπην ου κέκτημαι, ουδέ που προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, και παραμυθίαν ουκ έχω πλην σου. Δέσποινα του κόσμου, ελπίς και προστασία των πιστών, μη μου παρρίδης την δέησιν. Το συμφέρον ποίησον.

Ουδείς προστρέχων επί σοι, κατησχυμμένος από σου εκπορεύεται, αγνή Παρθένε θεοτόκε. Αλλ’ αιτείται την χάριν, και λαμβάνει το δώρημα, προς το συμφέρον της αιτήσεως.

Μεταβολή των θλιβομένων, απαλλαγή των ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν και λαόν, των πολεμουμένων η ειρήνη, των χειμαζομένων η γαλήνη, η μόνη προστασία των πιστών.

Ο ιερεύς:
Σώσον ο Θεός τον λαόν σου και ευλόγησον την κληρονομίαν σου. Επίσκεψαι τον κόσμον σου εν ελέει και οικτιρμοίς. Υψωσον κέρας Χριστιανών ορθοδόξων και κατάπεμψον εφ’ ημάς τα ελέη σου τα πλούσια. Πρεσβείαις της παναχράντου Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας. Δυνάμει του τιμίου και ζωοποιού Σταυρού. Προστασίαις των τιμίων επουρανίων δυνάμεων ασωμάτων. Ικεσίαις του τιμίου και ενδόξου προφήτου, Προδρόμου και Βαπτιστού Ιωάννου. Των αγίων ενδόξων και πανευφήμων Αποστόλων. Των εν αγίοις πατέρων ημών, μεγάλων ιεραρχών και οικουμενικών διδασκάλων Βασιλείου του Μεγάλου, Γρηγορίου του θεολόγου και Ιωάννου του Χρυσοστόμου, Αθανασίου καί Κυρίλλου, Ιωάννου του Ελεήμμονος, πατριαρχών Αλεξανδρείας. Νικολάουτου εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών. Των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόιρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρων Τύρωνος και Στρατηλάτου, των ιερομαρτύρων Χαραλάμπους και Ελευθερίου, των αγίων ενδόξων και καλλινίκων Μαρτύρων. Των οσίων και θεοφόρων Πατέρων ημών. Των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και ’Αννης. Του αγίου ....... (της ημέρας), και πάντων σου των Αγίων. Ικετεύομέν σε, μόνε πολυέλεε Κύριε. Επάκουσον ημών των αμαρτωλών δεομένων σου και ελέησον ημάς.

Κύριε ελέησον ιβ΄.

Ελέει και οικτιρμοίς, και φιλανθρωπία του Μονογενούς σου Υιού, μεθ’ ου ευλογητός ει, σύν τω παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νύν, και αεί, και εις τους αιώνας των αιώνων.
Αμήν.
Ωδή Ζ΄
Ο Ειρμός
Οι εκ της Ιουδαίας, καταντήσαντες Παίδες εν Βαβυλώνι ποτέ, τη πίστει τη Τριάδος, την φλόγα της καμίνου, κατεπάτησαν ψάλλοντες. Ο των πατέρων ημών, Θεός ευλογητός εί.
Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Την ημών σωτηρίαν, ως ηθέλησας Σώτερ οικονομήσασθαι, εν μήτρα της Παρθένου, κατώκησας τω κόσμω, ήν προστάτιν ανέδειξας. Ο των πατέρων ημών, Θεός ευλογητός εί.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Θελητήν του ελέους, όν εγέννησας Μήτερ αγνή δυσώπησον, ρυσθήναι των πταισμάτων, ψυχής τε μολυσμάτων, τους εν πίστει κραυγάζοντας. Ο των πατέρων ημών, θεός ευλογητός εί.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Θησαυρόν σωτηρίας, και πηγήν αφθαρσίας, την σε κυήσασαν, τοις κραυγάζουσιν έδειξας. Ο των πατέρων ημών, Θεός ευλογητός εί.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Σωμάτων μαλακίας, και ψυχών αρρωστίας. Θεογεννήτρια, των πόθω προσιόντων, τη σκέπη σου τη θεία, θεραπεύειν αξίωσον, η τον Σωτήρα Χριστόν, ημίν αποτεκούσα.

Ωδή Η΄
Ο Ειρμός
Τον Βασιλέα, των ουρανών όν υμνούσι, στρατιαί των Αγγέλων υμνείτε, και υπερυψούτε, εις πάντας τους αιώνας.

Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Τους βοηθείας, της παρά σου δεομένους, μη παρίδης Παρθένε υμνούντας, και υπερυψούντας, σε Κόρη εις αιώνας.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Των ιαμάτων, το δαψιλές επιχέεις, τοις πιστώς υμνούσι σε Παρθένε, και υπερυψούσι, τον άφραστόν σου τόκον.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Τας ασθενείας μου, της ψυχής ιατρεύεις, και σαρκός τας οδύνας Παρθένε. ’Οθεν σε υμνούμεν, εις πάντας τους αιώνας.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Των πειρασμών συ τας προσβολάς εκδιώκεις, και παθών τας οδύνας Παρθένε, ίνα σε δοξάζω την Κεχαριτωμένην.

Ωδή Θ´
Ο Ειρμός
Κυρίως Θεοτόκον, σε ομολογούμεν, οι διά σου σεσωσμένοι Παρθένε Αγνή, σύν ασωμάτοις χορείαις σε μεγαλύνοντες.

Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Ροήν μου των δακρύων, μη αποποιήσης, η τον παντός εκ προσώπου παν δάκρυον, αφηρηκότα Παρθένε, Χριστόν κυήσασα.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Χαράς μου την καρδίαν, πλήρωσον Παρθένε, η της χαράς δεξαμένη το πλήρωμα, της αμαρτίας την λύπην εξαφανίσασα.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Λιμήν και προστασία, των σοί προσφευγόντων, γενού Παρθένε και τείχος ακράδαντον, καταφυγή τε και σκέπη και αγαλλίαμα.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Φωτός σου ταίς ακτίσι, λάμπρυνον παρθένε, το ζοφερόν της αγνοίας διώκουσα, τους ευσεβώς Θεοτόκον σε καταγγέλλοντας.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Κακώσεως εν τόπω, τω της ασθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, εξ αρρωστίας εις ρώσιν μετασκευάζουσα.

Ο ιερεύς θυμιά ενώ ψάλλομε τα παρόντα Μεγαλυνάρια:
Αξιον εστίν ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών.
Την τιμιωτέρα των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφίμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Την υψηλοτέραν των ουρανών, και καθαρωτέραν, λαμπηδόνων ηλιακών, την λυτρωσαμένην, ημάς εκ της κατάρας, την Δέσποιναν του κόσμου, ύμνοις τιμήσωμεν.

Από των πολλών μου αμαρτιών, ασθενεί το σώμα, ασθενεί μου και η ψυχή. Προς σε καταφεύγω την Κεχαριτωμένην. Ελπίς απηλπισμένων, συ μοι βοήθησον.
Δέσποινα και Μήτηρ του Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σων ικετών, ίνα μεσιτεύσης, προς τον εκ σού τεχθέντα. Ω Δέσποινα του κόσμου, γενού μεσίτρια.

Ψάλλομεν προθύμως σοι την ωδήν, νύν τη πανυμνήτω, Θεοτόκω χαρμονικώς. Μετά του Προδρόμου και πάντων των Αγίων, δυσώπει Θεοτόκε, του οικτειρήσαι ημάς.

’Αλαλα τα χείλη των ασεβών, των μη προσκυνούντων, την εικόνα σου την σεπτήν, την ιστορηθείσαν, υπό του Αποστόλου, Λουκά ιερωτάτου, την Οδηγήτριαν.
Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Αγίοι πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον ημάς.
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον ημάς.
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον ημάς.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τας ανομίας ημίν, Αγιε επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου. Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η Βασιλεία Σου, γεννηθήτω το θέλημά σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού. Αμήν.
΄Ηχος πλ. Β´
Ελέησον ημάς Κύριε, ελέησον ημάς. Πάσης γάρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη οι αμαρτωλοί προσφέρομεν. Ελέησον ημάς.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Κύριε ελέησον ημάς. Επί σοί γάρ πεποίθαμεν. Μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. Αλλ’ επίβλεψον και νυν ως εύσπλαχνος, και λύτρωσαι ημάς εκ των εχθρών ημών. Σύ γάρ ει Θεός ημών, και ημείς λαός σου. Πάντες έργα χειρών σου και το όνομά σου επικεκλήμεθα.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Της ευσπλαχνίας την πύλης, άνοιξον ημίν, ευλογημένη Θεοτόκε. Ελπίζοντες εις σε μή αστοχήσωμεν. Ρυσθείημεν διά σού των περιστάσεων. Σύ γάρ εί η σωτηρία του γένους των χριστιανών.

Ο ιερεύς:
Ελέησον ημάς ο Θεός…

΄Ηχος Β´
΄Οτε εκ του ξύλου
Πάντων προστατεύεις αγαθή, των καταφευγόντων εν πίστει, τη κραταιά σου χειρί. Αλλην γάρ ουκ έχουμεν, αμαρτωλοί προς Θεόν, εν κινδύνοις και θλίψεσιν, αεί μεσιτείαν, οι κατακαμπτόμενοι, υπό πταισμάτων πολλών, Μήτερ του Θεού του Υψίστου, όθεν σοι προσπίπτομεν. Ρύσαι, πάσης περιστάσεως τους δούλους σου.

Και απόλυσις.

ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Β

Ο πρεσβυτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· 3 ἔσται μεθ᾿ ὑμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρὸς καὶ παρὰ Κυρίου ᾿Ιησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4 ᾿Εχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. 5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, ἀλλὰ ἣν εἴχομεν ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. 6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. 7 ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες ᾿Ιησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 8 βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. 9 πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 11 ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἠβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.
13 ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς· ἀμήν.

Βιβλιογραφία - Πηγές

ΚΛΗΜΕΝΤΑΣ ΡΩΜΗΣ, ΠΕΤΡΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

ΤΗ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ Ἱερομαρτύρων, Κλήμεντος Ῥώμης, καὶ Πέτρου Ἀλεξανδρείας.
Ἐπὶ τὴν θαυμαστὴν Ἀλεξάνδρειαν σπεύδοντες πορευθῶμεν τῶ νοϊ, καὶ κατίδωμεν πράγματα μεγάλα καὶ ξένα ἐκεῖσε τελεσθέντα, πῶς εἰς θυσίαν ἑαυτὸν τίθησιν ὡς πρόβατον ἄκακον, οἱ ἐράρχης καὶ μέγας πρόβολος Πέτρος, ὁ νυνὶ συγκαλεσάμενος ἡμᾶς ἐνταῦθα, καὶ τὴν ἁγίαν κάραν προθέμενος αὐτοῦ, καθάπερ ἔδεσμα σεπτόν, ἢ τρυφήσαντες νύν, ὀρθοδόξως αὐτῷ βοῶμεν, Χαίροις ὧ Πέτρε, ἡ πέτρα τῆς πίστεως.
Ὡς πολύφορον κλῆμα ἐπὶ τῆς γῆς, ἁπλωθεὶς τῶν βασάνων κατατομή, ὡραίους ἐξήνθησας, ἀξιάγαστε βότρυας, σωτηρίου γλεῦκος, ἀεὶ ἀποστάζοντας, καὶ καρδίας πάντων, πιστῶν κατευφραίνοντας, ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, τὸν Χριστὸν μεγαλύνοντες, Ἱεράρχα πολύαθλε, πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.
Ἐκ τῆς ἄνωθεν ψήφου τῆς τοῦ Χριστοῦ, ἡγησάμενος ποίμνης ἐπὶ νομάς, εὐζώους ἐποίμανας, τῶν πανσόφων δογμάτων σου, ἀπελάσας Ἄρειον, ὡς λύκον ἀνήμερον, ἐπιβάντα ταύτης, ἀθέοις διδάγμασιν, ὅθεν τὴν ψυχήν σου δεδωκῶς ὑπὲρ ταύτης, ποιμὴν ἀνηγόρευσαι, ὡς ὁ Κύριος ἔφησεν, Ἱεράρχα μακάριε, Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

Βιβλιογραφία
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας

Κυριακή, 23 Νοεμβρίου 2008

ΣΥΝΑΞΑΡΙΣΤΗΣ

Βιβλίο πού περιέχει τους βίους των Αγίων κάθε ημέρας ολόκληρο το χρόνο επίτομο, εξάτομο ή δωδεκάτομο.
Είναι βιβλίο πού δεν πρέπει να λείπει από το σπίτι μας και να διαβάζεται κάθε ήμερα ο βίος του εορταζόμενου Αγίου. Μαζί με το Ευαγγέλιο είναι ο καθρέπτης των Χριστιανών, μέσα στον όποιο καθρεπτίζεται ή ζωή μας και έτσι αποφεύγονται άλλα επιβλαβή θεάματα ή ακροάματα...

ΤΡΙΩΔΙΟ

Είναι το πρωτεύον βιβλίο της ομωνύμου περιόδου και ακολουθείται ή τάξη πού σ' αυτό καθορίζεται. Περιλαμβάνει τις Ακολουθίες της περιόδου αυτής.

ΜΕΓΑ ΩΡΟΛΟΓΙΟ

Βιβλίο για όλους τους Χριστιανούς Ιερείς, Ψάλτες, Λαϊκούς. Περιλαμβάνει τις Ακολουθίες του νυχθημέρου, Εορτολόγιο, σύντομο Συναξάριο, Απολυτίκια, Κοντάκια, Παρακλητικούς Κανόνες, Ακολουθία της Θείας Μεταλήψεως και λοιπά χρήσιμα στοιχεία.

ΒΗΜΟΘΥΡΑ

Oι δύο σκαλιστές και πολλές φορές εικονογραφημένες πόρτες της Ωραίας Πύλης.

ΑΝΑΜΑ Ή ΝΑΜΑ

Ανάμα ή Νάμα: Το κατάλληλο κόκκινο κρασί που προσφέρεται για την τέλεση της Θείας Λειτουργίας.

ΑΝΑΓΝΩΣΜΑ

Περικοπή από τα βιβλία της Παλαιάς Διαθήκης, από τις Επιστολές (ή Πράξεις) και το Ιερό Ευαγγέλιο που διαβάζεται στις Ακολουθίες της Εκκλησίας και στη Θεία Λειτουργία.

ΑΛΛΗΛΟΥΪΑΡΙΟ

Τριπλό αλληλούϊα, που ψάλλεται ως εφύμνιο βιβλικών ή ψαλμικών στίχων ή μετά το Αποστολικό Ανάγνωσμα. Όταν παρεμβάλλονται και ψάλλονται και οι δύο στίχοι που υπάρχουν (ή προβλέπονται, στούς Αποστόλους τών καθημερινών) μετά τον Απόστολον των Κυριακών, ψάλλεται τρεις φορές (επί τρία).

Σάββατο, 22 Νοεμβρίου 2008

ΑΓΙΟΙ ΠΑΤΕΡΕΣ ΑΜΦΙΛΟΧΙΟΣ & ΓΡΗΓΟΡΙΟΣ ΤΟΥ ΑΚΡΑΓΑΝΤΙΝΩΝ

ΤΗ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀμφιλοχίου Ἐπισκόπου Ἰκονίου, καὶ Γρηγορίου τοῦ Ἀκραγαντίνων.

Γνώμην αὐτεξούσιον, καὶ λογισμὸν αὐτοκράτορα, τῶν παθῶν κληρωσάμενος, τῶ κρείττονι δέδωκας, νουνεχῶς παμμάκαρ, τὴν ἡγεμονίαν, κατὰ τοῦ χείρονος ζυγῶ, δικαιοτάτω Πάτερ χρησάμενος. ἐντεῦθεν ἐπιτήδειος, πρὸς θεοπτίαν γεγένησαι, καὶ Θεοῦ κατανόησιν, ἱεράρχα θεόπνευσε.
Βρόχους διεσκέδασας, καὶ τὰς ἐνέδρας διέλυσας, τῶν αἱρέσεων Ὅσιε, δογμάτων ὀρθότητι, καὶ θεολογία, τὴ ἀκριβεστάτη, καὶ τὴν διαίρεσιν φυγῶν, καὶ τὴν κακίστην Πάτερ συναίρεσιν, ἐν ὅροις δὲ διέμεινας, τῆς εὐσεβοῦς ἡμῶν Πίστεως καὶ Τριάδα ἐκήρυξας, ἐν Μονάδι θεότητος.
Τέχνη σοφισάμενος, τὸν ἐπὶ γῆς βασιλεύοντα, τὸν ἐκείνου παρέδραμες, υἱὸν ἀπροσκυνῆτον, συνετῶς διδάσκων, ὦς ἀπροσκυνήτου παρορωμένου τοῦ Υἱοῦ, ἀγανακτήσει Πατὴρ θερμότατα, ὁ τοῦτον προαιώνιον, ἐκτετοκῶς ὑπὲρ ἔννοιαν, ἀπαθῆ καὶ ἀσώματον, ὦς αὐτὸς οἶδεν Ὅσιε.

Βιβλιογραφία - Πηγές
  1. Μηναιίον Νοεμβρίου, Εκδ. Αποστ. διακονίας

ΑΠΟΣΤΟΛΟΣ ΦΙΛΗΜΩΝ, ΑΠΦΙΑΣ, ΑΡΧΙΠΠΟΣ, ΟΝΗΣΙΜΟΣ, ΜΑΡΤΥΣ ΚΙΚΙΛΙΑ

ΤΗ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλήμονος, καὶ τῶν σὺν αὐτῷ, Ἀπφίας, Ἀρχίππου καὶ Ὀνησίμου, καὶ τῆς Ἁγίας Μάρτυρος Κικιλίας, καὶ τῶν σὺν αὐτή.
Τὴ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος, Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων Παύλου τοῦ Ἀποστόλου.

Στίχοι

· Χριστοῦ καλοῦντος, ὤφθητε δρόμω ξένω,

· Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλήσιν.

· Εἰκάδι δευτερίη, Φιλήμονα ἔνθεν ἄειραν.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ, καὶ Τιβουρτίου.

Στίχοι

· Λουτροῦ φέρεις ἔκκαυσιν, ὧ Κικιλία,

· Λούη δὲ λουτρὸν αἵματος διὰ ξίφους.

· Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα

· Κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην.



Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου, καὶ ἑτέρου Μάρκου.

Στίχοι

· Τμηθεὶς ξίφει Στέφανε σὺν Μάρκοις δύω,

· Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ ἐν Παλαιστίνῃ.

Στίχοι

· Πρὸς τὴν τομὴν ὥρμησεν οἵα πρὸς πάλην,

· Καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μενίγνου τοῦ κναφέως.

Στίχοι

· Κάραν, κναφεῦ Μένιγνε, τμηθεὶς ἐκ ξίφους,

· Κνάπτεις σεαυτόν, κὰν ῥύπους εἶχες, πλύνη.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἀββᾶ.

Στίχοι

· Ἀββᾶν, τὸν ἐκτύτωμα ὄντα Ἀββάδων,

· Τιμῶ πρεπόντως, ὡς τεκνίων Πατέρα.



Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Χριστοφόρος καὶ Εὔφημία ξίφει τελειοῦνται.

Στίχοι

· Τὴν Εὐφημίαν σοὶ συνευφημεῖν ἔγνων,

· Σοὶ συσφαγεῖσαν, χριστόφρον Χριστοφόρε.



Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι θαλλέλαιος καὶ Ἄνθιμος ξίφει τελειοῦνται.

Στίχοι

· θαλλέλαιος Ἄνθιμος ἐκτετμημένοι,

· Ἀειθαλῶς ἀνθοῦσιν ὡς θεία ξύλα.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Κάλλιστος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Κάλλιστος ἐχθρὸν τὸν κάκιστον πτερνίσας,

· Φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος θαδδαῖος, ἐν τροχῷ δεθείς, καὶ κατὰ πρανοὺς ἀφεθείς, τελειοῦται.

Στίχοι

· Κατὰ πρανοὺς θαδδαῖον ὁ τροχὸς στρέφει.

· Φωνὴ δὲ βροντῆς ἐν τροχῷ, ψαλμὸς λέγει.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀγαπίωνος, Σισινίου Ἱερομάρτυρος, καὶ Ἀγαπίου.

Στίχοι

· Ἀπῆλθε, θηρσὶ μὴ βλαβεὶς Ἀγαπίων.

· Τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις

· Εἶχες θύτην με νὺν δέ, καὶ θῦμα ξένον,

· Ἔχεις μὲ Σισίνιον, ἐκ ξίφους Λόγε.

· Ὑπὲρ Θεοῦ, ταθέντος ἐν τῷ Κρανίω,

· Ξίφει σὸν Ἀγάπιε τείνεις κρανίον.



Ταὶς τῶν σῶν ἁγίων πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.



Τῶν Ἀποστόλων



Ὠδὴ ζ'

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρὰ λατρευσμένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».



Ὡραῖοι οἱ σοί, ἐχρημάτισαν σεπτοὶ Φιλῆμον πόδες, τρίβους συντόνως βηματίσαντες, Εὐαγγελίου καὶ ἅπασι, τοὶς πολεμηθείσιν εἰρήνην, ἱερὰν καταγγέλλοντες, καὶ τῶν δαιμόνων τὰς ὁρμᾷς ὑποσκελίσαντες.



Σῶν λόγων φωτί, τῶν Γαζαίων τὸ βαρὺ σκότος ἠλάθη, ἱερουργὸς γὰρ ἱερώτατος, ἐν τούτοις γέγονας ἄριστα, τοὺς πάντας ποιμάνας καὶ μέλπειν, ἐκδιδάξας Ἀπόστολε, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.



Ἐν πρώτοις τῶν σῶν, ἐκοινώνησε καλῶν Γαζαίων πόλις, αὐτῆς γὰρ ὤφθης καὶ πρωτόθρονος, καὶ ἱεράρχης σωτήριος, ὡς ἱεροφάντης Φιλῆμον, ἐκβοᾶν προτρετόμενος, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.



Φιλήσας Χριστόν, τὸν φιλήσαντα βροτοὺς δι' εὐσπλαγχνίαν, τοὺς τὴ φιλία τοῦ ἀλάστορος, μεμισημένους τυγχάνοντας, φίλους ἀπειργάσω Φιλῆμον, τοῦ Θεοῦ ἀναμέλποντας, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Ἰσχὺς ταπεινῶν, καὶ λυχνία φωτεινὴ καὶ θεία τράπεζα, ὄρος καὶ πύλη ἀδιόδευτος, θρόνος Θεοῦ καὶ παλάτιον, ῥάβδος Ἀαρῶν τε καὶ στάμνος, χρυσαυγίζουσα πέφυκας, Χριστὸν τὸ μάννα τῆς ζωῆς, Παρθένε φέρουσα.



Τῆς Μάρτυρος



Οἱ Παῖδες εὐσεβεία

Τὴν κάμινον εἰς δρόσον Νεανίαι, εὐσεβῶς μετέβαλον, δροσιζομένη δὲ λουτρῶ, Κικιλία τοῦ Βαπτίσματος, τὸ φλογίζον τοῦ λουτροῦ ἔφερες ψάλλουσα, ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.



Τιβούρτιος τὴν πλάνην ἀπλανέσι, διδαχαίς σου Πάνσοφε, καταλιπῶν, θείαν στολήν, ἀφθαρσίας ἐπενδύεται, καὶ Χριστοῦ τοὶς Ἀθληταῖς συναριθμεῖται βοῶν, ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Τριαδικὸν

Τρισήλιον ἀκτῖνα ὑπερθέου, Ἀθληταὶ θεότητος ὁμολογοῦντες εὐσεβῶς, τὴν πολύθεον σκοτόμαιναν, ἐσκεδάσατε φωστῆρες χρηματίσαντες, φωταγωγοῦντες, Πιστῶν τάς διανοίας.

Θεοτοκίον

Τὸ Χαίρέ σοὶ βοῶμεν κυησάση, τὴν χαρὰν Πανάχραντε, καὶ τῆς ἀρᾶς πάντας ἡμᾶς, ῥυσαμένη μεσιτεία σου, ἀπειρόγαμε ἁγνὴ τοὺς ἀναμέλποντας, ὁ τῶν Πατέρων, Θεός εὐλογητὸς εἶ.



Τῶν Ἀποστόλων



Ὠδὴ η'

«Τὸν ἐν καμίνῳ τοῦ πυρός, ἐν Βαβυλώνι τους Παίδας τῶν Ἑβραίων, διασώσαντα Θεόν, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».



Λόγον ὡς λύχνον φαεινόν, ἐπανάπτοντα, τὴ σὴ καρδία φέρων, τοὺς τὸ πρὶν ἐσβεσμένους, καὶ ἐν σκοτίᾳ πολλή, κειμένους ἀγνωσίας Ἔνδοξε, πρὸς θεογνωσίας ἐξήγειρας ἡμέραν.



Ἡ ἱερά σου πρὸς Θεόν, ἐκδημία ἱεραῖς ἐμεγαλύνθη, προπομπαὶς Ἀποστόλων, καὶ ἀσωμάτων Νόων, ὧν ἔσχες ἐν γῆ τὸ πολίτευμα, ὡς ἱερομύστης, Φιλῆμον θεηγόρε.



Μύρον ἡδύπνοον σαφῶς, ἀποστάξας ἱερῶν θαυμάτων μάκαρ, εὐωδίασας φρένας, καὶ λογισμοὺς εὐσεβεῖς, καὶ πάθη δυσώδη ἀπήλασας, τῶν ὑπερυψούντων, Χριστὸν σοφὲ Φιλῆμον.



Οἵα ἀστέρες φαεινοί, στερεώματι ἀεὶ τῆς Ἐκκλησίας, διαπρέπουσιν ἅμα, Ἄρχιππος ὁ θαυμαστός, Ἀπφία, Φιλήμων, Ὀνήσιμος, καὶ τὰς διανοίας, ἡμῶν φωταγωγοῦσι.

Θεοτοκίον

Νέος Παράδεισος ἡμῖν, ἡ γαστῆορ σου ἀληθῶς Ἁγνὴ ὠράθη, ζωῆς ξύλον βλαστάνων, καὶ τοὺς θανέντας καρπῶ, τοῦ ξύλου πάλιν πρὸς Παράδεισον, ζωοποιηθέντας, εἰσάγων Θεοτόκε.



Τῆς Μάρτυρος



Θαύματος ὑπερφυοῦς

Θείαις ἑπομβρήσεσι τῶν σῶν θαυμάτων, τῶν παθῶν ἡμῶν ῥύπον ἐκπλύνεις, τοὺς τακέντας καύσωνι, ἀλγηδόνων Μάρτυς σεμνή, ἀναψύχεις, Κικιλία παναοίδιμε, βοῶντας ἐν πίστει καὶ κραυγάζοντας, Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τους αἰῶνας.



Ζεούση τὴ προθυμία γενναιόφρον, τὴν παφλάζουσαν εἰσῆλθες φλόγα, οὐκ ἐφλέχθης ὅλως δέ, ἀλλ' ἐξῆλθες ὡς ἐκ λουτροῦ, ἀφθαρσίας Κικιλία ἀναμέλπουσα, Χριστῷ τῶ τῶν ὅλων βασιλεύοντι, Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.



Θείου Βαλλεριανοῦ τὴν καρτερίαν, Κατεπλάγησαν Ἀγγέλων δῆμοι, ῥαβδισμοὶς γὰρ πάντοθεν, καὶ νιφάσι τῶν αἰκισμῶν, πιεζόμενος ὑπέφερε στερρότατα, συντρίβων ἐχθροὺς καὶ μέλπων ἄριστα, Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Στάμνον σὲ τὸ μάννα κεκτημένην, καὶ τῆς θεότητος ἔγνωμεν Κόρη, κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν θρόνον Θεοῦ, καὶ παλάτιον καὶ γέφυραν μετάγουσαν, πρός θείαν ζωὴν τοὺς ἀναμέλποντας, Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πὺρ τῆς θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν, Διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν, Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».


Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας

Πέμπτη, 20 Νοεμβρίου 2008

Η ΕΝ ΤΩ ΝΑΩ ΕΙΣΟΔΟΣ ΤΗΣ ΘΕOΤΟΚΟΥ

ΤΗ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Ἡ ἐν τῷ Ναῶ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου.

Ἐκ τοῦ Κυρίου λαβόντες, ἐπαγγελίας καρπόν, Ἰωακεὶμ καὶ Ἄννα, τοῦ Θεοῦ τὴν Μητέρα, εὐπρόσδεκτον θυσίαν, ἐν τῷ Ναῶ, προσενήνοχαν σήμερον, καὶ Ζαχαρίας, ὁ μέγας Ἀρχιερεύς, εὐλογήσας ὑπεδέξατο.
Ἡ τῶν Ἁγίων Ἁγία, ἐν τοῖς Ἁγίοις οἰκεῖν, ἀξίως προσηνέχθη, ὡς θεόδεκτον θῦμα, καὶ ταύτης αἱ παρθένοι ταὶς ἀρεταίς, ἐγκοσμούμεναι ἔμπροσθεν, λαμπαδουχοῦσαι προσέφερον τῶ Θεῷ, ὥσπερ σκεῦος Ἱερώτατον.
Ἐξανοιγέσθω ἡ πύλη, τοῦ θεοδόχου Ναοῦ, τὸν γὰρ ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον ἐν δόξῃ ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται, ἀφιερώσας Κυρίω τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν εἰς Μητέρα αὐτοῦ.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοὶς πᾶσι προκαταγγέλλεται, Αὐτὴ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν. Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.
Ἀπενεχθήσονται τῶ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.

Βιβλιογραφία
Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ

Μετά την Θ. Κοινωνία ψέλνουν όλοι το «Είδομεν το φως το αληθινόν…», έναν ύμνο για το Άγιο Πνεύμα, με τον οποίο ομολογούν την πίστη τους στην Αγία Τριάδα και την δοξολογούν, με αφορμή το μεγάλο μυστήριο που τελέσθηκε με τη δύναμη του Τριαδικού Θεού και στο οποίο όλη η Εκκλησία συμμετείχε.

ΜΕΓΑΛΥΝΑΡΙΑ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

Χαίροις Αποστόλων δήμος σεπτός, Προφήται Κυρίου, και Μαρτύρων στερροί χοροί, θείοι Ίεράρχαι, και Όσιοι Πατέρες, και Δίκαιοι και πάντες, χαίρετε Άγιοι.
Ένδοξοι Απόστολοι του Χρίστου, Μάρτυρες Κυρίου, και πανθαυμαστοί Αθληταί, Προφητών ο δήμος, Ιεραρχών Οσίων, ποιήσατε πρεσβείαν, υπέρ υμών προς θεόν.
Τους Προφήτας πάντας άνευφημώ, και τους Αποστόλους, και Οσίους Καθηγητάς, Μαρτύρων την πάσαν, ομήγυριν συμφώνως, και πάντας τους Αγίους, ποθώ και φόβω υμνώ.
Έχοντες εξάρχουσαν την Αγνήν, Νόες συν Προδρόμω, Αποστόλων θείος χορός, Προφητών Μαρτύρων, Ιεραρχών Όσίων, υπέρ ημών τον Κτίστην, καθικετεύσατε.

ΜΗΝ ΠΙΣΤΕΥΕΤΕ ΟΤΙ ΒΛΕΠΕΤΕ ΚΑΙ ΑΚΟΥΤΕ

Είπε ο αββάς Ηλίας: «Είδα εγώ κάποιον να βάζει κάτω από τη μασχάλη ένα δοχείο κρασί και για να καταισχύνω τους δαίμονες ότι ήταν εντύπωση πλανερή (και όχι πραγματική), λέω στον αδελφό: «Κάνε αγάπη και σήκωσέ το μου αυτό. Και μόλις σήκωσε το επανωφόρι του, αποδείχθηκε ότι δεν υπήρχε τίποτε κάτω από τη μασχάλη του. Αυτό το ανέφερα με την έννοια ότι και με τα ίδια σας τα μάτια αν δείτε κάτι ή ακούσετε κάτι, μην το πιστέψετε. Πολύ περισσότερο να προσέχετε τους λογισμούς, τις σκέψεις και τα νοήματα, γνωρίζοντας ότι οι δαίμονες τα σπέρνουν αυτά στην ψυχή για να τη διαστρέψουν, ώστε να σκέφτεται αυτά που την βλάπτουν και για να απομακρύνουν τον νού από τις αμαρτίες μας και από τον Θεό»

Βιβλιογραφία - Πηγές
  1. Μεγάλο Γεροντικόν

ΕΙΣΟΔΙΑ ΘΕΟΤΟΚΟΥ

ΤΗ ΚΑ' (21η) ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Ἡ ἐν τῷ Ναῶ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου.

Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῶ Κυρίω ἄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν, προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τὴ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον.
Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη Ἁγνή, προσφέρεται τῶ Ναῶ, τῶ νομικῶ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτή, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῶ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῶ Κυρίω ἄδουσι ψαλμικῶς μελωδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Aποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ, διὰ γὰρ σοῦ τῶ Θεῷ κατηλλάγημεν, Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῶ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῶ Ἀγγέλω πάντες, ψαλμικῶς τὸ Χαίρέ σοί, τὴ πανσέμνω βοῶμεν, τὴ πρεσβεία σου σωζόμενοι.
Τῶν Ἁγίων εἰς Ἅγια, ἡ Ἁγία καὶ ἄμωμος, ἐν Ἁγίῳ Πνεύματι εἰσοικίζεται, καὶ δι' Ἀγγέλου ἐκτρέφεται, τῶ ὄντι ὑπάρχουσα, ἁγιώτατος ναός, τοῦ Ἁγίου Θεοῦ ἡμῶν, τοῦ τὰ σύμπαντα, ἁγιάσαντος ταύτης εἰσοικήσει, καὶ Θεώσαντος τὴν φύσιν, τὴν τῶν βροτῶν ὀλισθήσασαν.
Αἱ νεάνιδες χαίρουσαι, καὶ λαμπάδας κατέχουσαι, τῆς λαμπάδος σήμερον προπορεύονται, τῆς νοητῆς καὶ εἰσάγουσιν, αὐτὴν εἰς τὰ Ἁγια, τῶν Ἁγίων Ἱερῶς, προδηλοῦσαι τὴν μέλλουσαν, αἴγλην ἄρρητον, ἐξ αὐτῆς ἀναλάμψειν καὶ φωτίσειν, τοὺς ἐν σκότει καθημένους, τῆς ἀγνωσίας ἐν Πνεύματι.
Γηθομένη ὑπόδεξαι, Ζαχαρία ἐβόησεν, Ἄννα ἡ πανεύφημος, ἣν ἐκήρυξαν, Θεοῦ Προφῆται ἐν Πνεύματι, καὶ ταύτην εἰσάγαγε, εἰς τὸν ἅγιον Ναόν, ἱερῶς ἀνατρέφεσθαι, ὅπως γένηται, τοῦ Δεσπότου τῶν ὅλων, θεῖος θρόνος, καὶ παλάτιον καὶ κλίνη, καὶ φωταυγὲς ἐνδιαίτημα.
Χαίρει ὁ οὐρανὸς καὶ ἡ γῆ, τὸν οὐρανὸν τὸν νοητὸν πορευόμενον, ὁρῶντες εἰς θεῖον οἶκον, ἀνατραφῆναι σεπτῶς, τὴν Παρθένον μόνην καὶ ἀμώμητον, πρὸς ἣν ἐκπληττόμενος, Ζαχαρίας ἐβόησε, Πύλη Κυρίου, τοῦ Ναοῦ ὑπανοίγω σοί, πύλας χαίρουσα, ἐν αὐτῷ περιχόρευε, ἔγνων γὰρ καὶ πεπίστευκα, ὡς ἤδη ἡ λύτρωσις, ἐπιδημήσει προδήλως, τοῦ Ἰσραὴλ καὶ τεχθήσεται, ἐκ σοῦ Θεὸς Λόγος, ὁ δωροῦμενoς τῶ κόσμω, τὸ μέγα ἔλεος.
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν, τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένoι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνoύσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον, Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῶ Ἀγγέλω ἐκβοήσωμεν, τὴ Κεχαριτωμένη, τὴ ἀεὶ πρεσβευούση, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας

ΠΡΟΕΟΡΤΙΑ ΕΙΣΟΔΙΩΝ, ΓΡΗΓΟΡΙΟΣ ΔΕΚΑΠΟΛΙΤΗΣ, ΠΡΟΚΛΟΣ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΤΗ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Τὰ Προεόρτια τῆς ἐν τῷ Ναῶ εἰσόδου τῆς Ὑπεραγίας Θεοτόκου, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Γρηγορίου τοῦ Δεκαπολίτου, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Λαμπαδηφόροι Παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρὼς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν πνεύματι τὸ μέλλον, ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν Ναόν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται.
Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῶ κόσμω, ὡς πάντων ὑπερτέρα, ἢ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείω Πνεύματι.
Ἐπουρανίω τραφεῖσα, Παρθένε ἄρτω πιστῶς, ἐν τῷ Ναῶ Κυρίου, ἀπεκύησας κόσμω, ζωῆς ἄρτον τὸν Λόγον, ὧ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῶ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῶ Θεῷ καὶ Πατρί.
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τὴ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρὼς πανηγυρίζων, καὶ ἄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον».
Ἁγίων εἰς Ἅγια, ἡ Παναγία καὶ ἄμωμος, οἰκῆσαι προέρχεται, Ὑπεραγίου Θεοῦ, ὅπως γένηται, ναὸς ἡγιασμένος, καὶ ταύτης προτρέχουσι, κόραι νεάνιδες.
Βουλὴ προαιώνιος, τοῦ πρὸ αἰώνων Θεοῦ ἡμῶν, εἰς πέρας προέρχεται, προερχομένης σου, ἀνατραφῆναι, εἰς Ἅγια Ἁγίων, εἰς Λόγου κατοίκησιν, Κόρη πανάμωμε.
Γεννήτορες ἔνθεοι, σὲ τοῦ Θεοῦ τὴν Γεννήτριαν, γεννήσασθαι μέλλουσαν, ἀνατιθέασιν, εἰς τὰ Ἅγια, τραφῆναι τῶν Ἁγίων, εὐχὴν ἦνπερ ηὔξαντο, πληροῦντες Πάναγνε.
Δυνάμωσον Δέσποινα, τὸ ἀσθενὲς τῆς καρδίας μου, καὶ στήριξον πάθεσι, περιτρεπόμενον, ὅπως πίστει σε, καὶ πόθω μακαρίζω, τὴν Ἀειμακάριστον, καὶ παναμώμητον.

Βιβλιογραφία
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας

Τετάρτη, 19 Νοεμβρίου 2008

ΠΡΟΦΗΤΗΣ ΑΒΔΙΟΥ & ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΒΑΡΛΑΑΜ

ΤΗ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀβδιοῦ, καὶ τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ.
Δοχεῖον τοῦ Πνεύματος λαμπρόν, Ἀβδιοῦ γενόμενος, καὶ παρ' αὐτοῦ φωτιζόμενος, θεοειδέστατον, Προφητείας τρόπον, καὶ μελλόντων πρόγνωσιν, καὶ γνῶσιν ἀληθείας ἐπλούτησας καὶ νὺν ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Εἰς χαρακτηρίζεται Θεός, πρώτοις ἰδιώμασι, καὶ κατ' οὐσίαν γνωρίσμασι, τούτων οἱ ἔνδοξοι, καὶ σεπτοὶ προφῆται, μετοχὴ καὶ χάριτι, δευτέρως κατὰ θέσιν μετέχουσι, καταλαμπρύνοντος, τοῦ Κυρίου τοὺς θεράποντας, τοὺς οἰκείους, ἰδία λαμπρότητι.
Ἀδύτου πληρούμενος φωτός, καὶ δόξαν Θεώμενος, τὴν ὑπὲρ νοῦν καὶ διάνοιαν, καὶ παριστάμενος, τῶ Δεσπότη πάντων, Ἀβδιοῦ μακάριε, καὶ θεῖος ὑποφήτης γενόμενος, αὐτὸν ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μεγα ἔλεος.
Ἀνδριάντος στερρότερος, καὶ χαλκοῦ δυνατώτερος, καὶ σιδήρου γέγονας ἰσχυρότερος, παραχωρεῖ γὰρ τηκόμενον, καὶ θᾶττον λυόμενον, τούτων ἕκαστον πυρί, βία τούτου νικώμενον, σοῦ δὲ ἄκαμπτος, δεξιὰ τεταμένη τῶν ἀνθράκων, φλεγομένη παραδόξως, περιεγένετο Πάνσοφε.
Ἱερεὺς ὥσπερ πέφηνας, καὶ Θεῷ παριστάμενος, καὶ αὐτῷ Μακάριε προσερχόμενος, οὒκ ἀλλοτρίω ἐν αἵματι, οἰκείω δὲ μάλιστα, καὶ χειρὶ μαρτυρική, εὐωδίας θυμίαμα, προσενήνοχας, οὐ δαιμόνων ἀπάταις, τῶ Χριστῷ δέ, τῶ Σωτήρι καὶ Δεσπότη, καὶ ἐσαεὶ βασιλεύοντι.
Ἱερέα προσάγοντα, καὶ ἀμνὸν προσαγόμενον, τὸν αὐτὸν ἀμφότερα σὲ Πανεύφημε, περιχαρῶς Ὀνομάζομεν, ὡς ὄντα ἑκάτερα, σεαυτὸν δὲ τῶ Θεῷ, ὦς πανάμωμον σφάγιον, ὠλοκαύτωσας, τῶ πυρὶ τῶν βασάνων, ὃν δυσώπει, τοῦ σωθῆναι τοὺς τιμῶντας, τὴν παναοίδιμον μνήμην σου.

Βιβλιογραφία

  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστολ. Διακονίας

Τρίτη, 18 Νοεμβρίου 2008

ΕΙΡΗΝΗ ΠΑΣΙ!

Ειρήνη πάσι!
Πολύ συχνά ακούμε στον ναό εκφωνήσεις και ευχές που μιλούν για την ειρήνη. Μας υπενθυμίζουν ότι βρισκόμαστε στον οίκο του Θεού της ειρήνης και ότι η Εκκλησία του Χριστού είναι το βασίλειο της ειρήνης. Γι’ αυτό κάθε πιστός πρέπει να βιώνει την ειρήνη στις σχέσεις του προς τον Θεό, προς τους ανθρώπους και προς τον ίδιο τον εαυτό του.

ΣΧΕΤΙΚΑ ΜΕ ΤΟ ΠΡΟΣΦΟΡΟ

Αριστερά του αμνου βρίσκεται ένα τριγωνικό κομμάτι μέσα στο οποίο διακρίνονται τα γράμματα Μ, Θ ( Μήτηρ Θεού ) και συμβολίζει την Παναγία. Δεξιά του αμνού βρίσκεται ένα τετράγωνο κομμάτι που περικλείει 9 τρίγωνα. Αυτά συμβολίζουν τις 9 τάξεις των Αγγέλων και των Αγίων. Και τα δύο αυτά κομμάτια τα αποχωρίζει ο ιερέας από το πρόσφορο κατά την Προσκομιδή και τα τοποθετεί με αντίστοιχο τρόπο πάνω στο άγιο Δισκάριο. Το υπόλοιπο πρόσφορο κόβεται σε μικρά κομμάτια και διανέμεται ως "αντίδωρο" στους πιστούς στο τέλος της θ. Λειτουργίας.

ΣΧΕΤΙΚΑ ΘΕΜΑΤΑ
  1. Ο Αμνός http://agiosonoufrios.blogspot.com/2008/11/blog-post_2390.html

ΚΙ ΕΓΩ ΑΜΑΡΤΩΛΟΣ ΕΙΜΑΙ

Έναν αδελφό που είχε πέσει σε κάποιο αμάρτημα, τον απομάκρυνε ο πρεσβύτερος από την εκκλησία. Σηκώθηκε τότε ο αββάς Βησσαρίων και βγήκε μαζί του λέγοντας: «Κι εγώ αμαρτωλός είμαι».

Πηγές
  1. ΤΟ ΜΕΓΑ ΓΕΡΟΝΤΙΚΟΝ

ΠΡΟΣΕΥΧΗ ΜΕΣΗΜΕΡΙΑΝΗ 2

Μετὰ τὸ ἄριστον·
Μετὰ δὲ τὸ γεύσασθαι, ἀνιστάμενοι καὶ τῷ Θεῷ εὐχαριστοῦντες, λέγομεν:
Εὐχαριστοῦμεν σοι, Χριστὲ ὁ Θεός ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν· μή στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας· ἀλλ' ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθέ καὶ μεθ' ἡμῶν, καὶ σῶσον ἡμᾶς.
Δόξα Σοι ὁ Θεός, Δόξα Σοι ὁ Θεός, Δόξα Σοι ὁ Θεός.
Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΡΟΣΕΥΧΗ ΜΕΣΗΜΕΡΙΑΝΗ 1

Τὸ μεσημέρι
Πρὸ τοῦ Ἀρίστου
Ἐλθόντες εἰς τὴν τράπεζαν λέγομεν·
+ Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γεννηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
(Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα
τοῦ Πατρὸς καὶ τοῦ Ὑιοῦ καὶ τοῦ ἁγίου Πνεύματος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.)
Δόξα Πατρί καὶ Ὑιῷ καὶ ἁγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. (Πάτερ ἅγιε εὐλόγησον.)
Χριστὲ ὁ Θεός ἡμῶν, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων Σου, + ὅτι ἅγιος εἶ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΜΑΡΤΥΡΕΣ ΠΛΑΤΩΝ & ΡΩΜΑΝΟΣ

ΤΗ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τῶν Ἁγίων Μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ.

Τὴ ἀσκήσει πυρούμενος, τὴ ἀθλήσει στομούμενος, ταὶς πολλαὶς κολάσεσι λιπαινόμενος, ξίφος γεγένησαι δίστομον, συγκόπτον τὰς φάλαγγας, τῶν δαιμόνων Ῥωμανέ, Ἀθλητῶν ἐγκαλλώπισμα, θεῖον καύχημα, τῆς σεπτῆς Ἐκκλησίας ὡραιότης, τῶν ἐν αἵματι ἰδίω, τελειωθέντων πανεύφημε.
Ἀναρτήσει ξεόμενος, καὶ εἱρκτὴ συγκλειόμενος, καὶ τὴν γλῶσσαν ἔνδοξε ἀφαιρούμενος, καὶ παρειὰς συντριβόμενος, καὶ τέλος μακάριον, τὴ βιαία πνιγμονή, Ἀθλοφόρε δεχόμενος, ἀπερίτρεπτος, ἀταπείνωτος ὤφθης συνεργεῖα, Ῥωμανὲ Πνεύματος θείου, ὅθεν πιστῶς εὐφημούμέν σε.
Ῥητορεύει τὸ νήπιον, καὶ ἐκπλήττει τοὺς ἄφρονας, καὶ σεπταὶς ἐνστάσεσιν ὡραϊζεται, καὶ τελειώσει λαμπρύνεται, πλουτῆσαν τὴν εὔκλειαν, τῶν Ἁγίων Ἀθλητῶν, ὧν τὸν ζῆλον ἐκτήσατο, ἀξιάγαστε, Ῥωμανὲ γενναιόφρον, μεθ' οὗ λύσιν, ὀφλημάτων ἡμῖν πᾶσι, καταπεμφθῆναι ἱκέτευε.
Φοβερὰ καὶ παράδοξα, τὰ τρόπαια Κύριε τοῦ Μάρτυρός σου, τῶν γὰρ ἀλιέων ζηλώσας τὴν παρρησίαν, καὶ τὴν Σκηνορράφου θεολογίαν, τὴν Πλάτωνος μυθολογίαν, καὶ τὴν Στωϊκὴν φλυαρίαν, λόγοις καὶ ἔργοις κατέρραξετήν δορὰν ἀποδαρείς, καὶ τὴν κάραν ἐκτμηθείς, τὴ χύσει τῶν αἱμάτων αὐτοῦ, τὸν ἐχθρὸν ἀπέπνιξεν, Ἀλλ' ὧ Μαρτύρων τὸ κλέος, ὁ παρρησία κηρύξας τὸ ὄνομα Χριστοῦ τὸ μέγα, αἴτησαι θαυματουργέ, Πλάτων παμμακάριστε, ταὶς ψυχαὶς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Τὴ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Πλάτωνος.
· Μικροῦ λαθῶν παρῆλθεν ἡμᾶς ὁ πλάτων,
· Πλάτων ἐκεῖνος, ὃν πλατὺ κτείνει ξίφος.
· Ὀγδοάτη δεκάτη τε Πλάτωνα ἄορ κατέπεφνεν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ.
· Τὸ καρτερόφρον Ῥωμανοῦ πᾷς θαυμάσει.
· Σὺν χαρμονὴ γὰρ πνιγμονὴν ἐκαρτέρει.
Τὴ αὐτὴ ἡμέρα, τὸ Ἅγιον νήπιον, ἐρωτηθὲν παρὰ τοῦ Ἐπάρχου, ποῖον δεῖ σέβειν Θεόν, καὶ εἰπόν, Τὸν Χριστόν, ξίφει τελειοῦται.
· Κόλπους Ἀβραὰμ νήπιον λαχὸν ξίφει,
· Τοὶς Βηθλεὲμ σύνεδρον ὤφθη νηπίοις.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου ἄρτυρος Ῥωμανοῦ Διακόνου, τοῦ Παλαιστινοῦ.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζακχαίου, Διακόνου τῆς ἐν Γαδείροις Ἐκκλησίας, καὶ Ἀλφαίου.
· Ζακχαῖος ἐκχεῖ πλοῦτον ὁ πρὶν ἡμίση.

· Ὁ νὺν δέ, Σωτήρ, αἷμα χεῖ πᾶν ἐκ ξίφους.

· Ἀλφαῖε καρτέρησον, εἰτέμνη κάραν,

· Καὶ κλῆρον ἔξεις τὴν ἄτμητον Τριάδα.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Βιβλιογραφία
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας