Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 24 Νοεμβρίου 2008

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Ο Μικρός Παρακλητικός κανόνας ψάλλεται στούς ναούς την περίοδο του Δεκαπενταυγούστου εναλλάξ μετά του Μεγάλου Παρακλητικού Κανόνος.
Επίσης ψάλλεται υπο των πιστών οπως χαρακτηριστικά αναφέρει το Μέγα Ωρολόγιον «εν πάσει περιστάσει και θλίψει ψυχής».

Ποίημα Θεοστηρίκτου μοναχού ή Θεοφάνους.

Ευλογήσαντος του ιερέως λέγομεν τον παρόντα ψαλμόν.
(Εαν λαϊκός άρχεται: Δι’ ευχών των Αγίων πατέρων ημώς Κύριε Ιησού Χριστέ ο Θεός ελέησον και σώσον ημάς.Αμήν).

Ψαλμός ρμβ΄ (142)
Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μή εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιοθήσεται ενώπιόν σου πάς ζών. ’Οτι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γήν την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνας, και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γή άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μή αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι πρός σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, πρός σε κατέφυγον, δίδαξόν με του ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γή ευθεία, ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Εξομολογείσθαι τω Κυρίω και επικαλείσθαι το όνομα το Άγιον Αυτού.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Πάντα τα έθνη εκύκλωσάν με και το ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Παρά Κυρίου εγένετο αύτη και εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί και προσπέσωμεν, εν μετανοία κράζοντες εκ βάθους ψυχής. Δέσποινα βοήθησον, εφ ημίν σπλαγχνισθείσα, σπεύσον απολλύμεθα υπό πλήθους πταισμάτων. Μη αποστρέψης σους δούλους κενούς. Σε γαρ και μόνην ελπίδα κεκτήμεθα.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί και προσπέσωμεν, εν μετανοία κράζοντες εκ βάθους ψυχής. Δέσποινα βοήθησον, εφ ημίν σπλαγχνισθείσα, σπεύσον απολλύμεθα υπό πλήθους πταισμάτων. Μη αποστρέψης σους δούλους κενούς. Σε γαρ και μόνην ελπίδα κεκτήμεθα.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Ου σιωπήσωμεν ποτε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ειμή γαρ συ προίστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, εως νυν ελευθέρους; ουκ αποστώμεν Δέσποινα εκ σού. Σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ψαλμός Ν΄ (50)
Ελέησον με ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισον με. ‘Οτι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιον μου εστί διά παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γάρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το Πνεύμα σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσιν σου. ‘Oτι ει ηθέλησας θυσίαν, έδωκα άν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα, τότε ανοίσουσιν επί το θυσιαστήριον σου μόσχους.
Κανών
Ωδή Α΄
Ο Ειρμός
Υγράν διοδεύσας ωσεί ξηράν, και την Αιγυπτίαν, μοχθηρία διαφυγών, ο Ισραηλίτης ανεβόα. Τω λυτρωτή και θεώ ημών άσωμεν.

Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Πολλοίς συνεχόμενος πειρασμοίς, προς σε καταφεύγω, σωτηρίαν επιζητών. Ω Μήτερ του Λόγου και Παρθένε, των δυσχερών και δεινών με διάσωσον.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Παθών με ταράττουσι προσβολαί, πολλής αθυμίας εμπίπλωσαί μου την ψυχήν. Ειρήνευσον Κόρη τη γαλήνη, τη του Υιού και Θεού σου Πανάμωμε.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Σωτήρα τεκούσαν σε και Θεόν, δυσωπώ Παρθένε, λυτρωθήναι με των δεινών. Σοι γαρ νυν προσφεύγων ανατείνω, και την ψυχήν και την διάνοιαν.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Νοσούντα το σώμα και την ψυχήν, επισκοπής θείας, και προνοίας της παρά σου, αξίωσον μόνη Θεομήτορ, ως αγαθή αγαθού τε λοχεύτρια.

Ωδή Γ´
Ο Ειρμός
Ουρανίας αψίδος, οροφουργέ Κύριε, και της Εκκλησίας δομήτορ, συ με στερέωσον, εν τη αγάπη τη σή, των εφετών η ακρότης, των πιστών το στήριγμα, μόνε φιλάνθρωπε.

Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Προστασίαν και σκέπην, ζωής εμής τίθημι, σε Θεογεννήτορ Παρθένε. Σύ με κυβέρνησον, προς τον λιμένα σου, των αγαθών η αιτία, των πιστών το στήριγμα, μόνη πανύμνητε.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Ικετεύω Παρθένε, τον ψυχικόν τάραχον, και της αθυμίας την ζάλην, διασκεδάσαι μου. Συ γάρ Θεόνυμφε, τον αρχηγόν της γαλήνης, τον Χριστόν εκύησας, μόνη πανάχραντε.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Ευεργέτην τεκούσα, τον των καλών αίτιον, της ευεργεσίας τον πλούτον, πάσιν ανάβλυσον. Πάντα γαρ δύνασαι, ως δυνατόν εν ισχύϊ, τον Χριστόν κυήσασα, θεομακάριστε.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Χαλεπαίς αρρωστίαις, και νοσεροίς πάθεσιν, εξεταζομένω Παρθένε, σύ μοι βοήθησον. Των ιαμάτων γάρ, ανελλιπή σε γινώσκω, θησαυρόν πανάμωμε, τον αδαπάνητον.

Διάσωσον από κινδύνων τους δούλους σου Θεοτόκε, ότι πάντες μετά Θεόν εις σε καταφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Και ο Ιερεύς μνημονεύει
Εις εκάστην δέησιν το
Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.

Μετά την δέησιν, το επόμενον Κάθισμα.
΄Ηχος Β΄
Τα άνω ζητώ
Πρεσβεία θερμή, και τείχος απροσμάχητον, ελέους πηγή, του κόσμου καταφύγιον, εκτενώς βοώμεν σοι. Θεοτόκε Δέσποινα πρόφθασον, και εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα.

Ωδή Δ΄
Ο Ειρμός
Εισακήκοα Κύριε, της οικονομίας σου το μυστήριον. Κατενόησα τα έργα σου, και εδόξασα σου την θεότητα.
Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Των παθών μου τον τάραχον, η τον κυβερνήτην τεκούσα Κύριον, και τον κλύδωνα κατεύνασον, των εμών πταισμάτων Θεονύμφευτε.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Ευσπλαχνίας την άβυσσον, επικαλουμένω της σης παράσχου μοι, η τον εύσπλαχνον κυήσασα, και Σωτήρα πάντων των υμνούντων σε.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Απολαύοντες πάναγνε, των σων δωρημάτων ευχαριστήριον, αναμέλπομεν εφύμνιον, οι γινώσκοντές σε Θεομήτορα.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Οι ελπίδα και στήριγμα, και της σωτηρίας τείχος ακράδαντον, κεκτημένοι σε πανύμνητε, δυσχερείας πάσης εκλυτρούμεθα.

Ωδή Ε΄
Ο Ειρμός
Φώτισον ημάς, τοις προστάγμασί σου Κύριε, και τω βραχίονί σου τω υψηλώ, την σην ειρήνην παράσχου ημίν φιλάνθρωπε.

Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
’Εμπλησον Αγνή, ευφροσύνης την καρδίαν μου, την σην ακήρατον διδούσα χαράν, της ευφροσύνης η γεννήσασα τον αίτιον.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Λύτρωσαι ημάς, εκ κινδύνων Θεοτόκε αγνή, η αιωνίαν τεκούσα λύτρωσιν, και την ειρήνην την πάντα νούν υπερέχουσαν.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Λύσον την αχλύν, των πταισμάτων μου Θεόνυμφε, τω φωτισμώ της σης λαμπρότητος, η φώς τεκούσα το θείον και προαιώνιον.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
’Ιασαι Αγνή, των παθών μου την ασθένειαν, επισκοπής σου αξιώσασα, και την υγείαν τη πρεσβεία σου παράσχου μοι.

Ωδή ΣΤ΄
Ο Ειρμός
Την δέησιν, εκχεώ προς κύριον, και αυτώ απαγγελώ μου τας θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, και η ζωή μου τω άδη προσήγγισε. Και δέομαι ως Ιωνάς. Εκ φθοράς ο Θεός με ανάγαγε.

Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Θανάτου και της φθοράς ως έσωσεν, εαυτόν εκδεδωκώς τω θανάτω, την τη φθορά και θανάτω μου φύσιν, κατασχεθείσαν παρθένε δυσώπησον, τον Κύριόν σου και Υιόν, της εχθρών κακουργίας με ρύσασθαι.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Προστάτην σε, της ζωής επίσταμαι, και φρουράν ασφαλεστάτην Παρθένε, των πειρασμών διαλύουσαν όχλον, και επηρείας δαιμόνων ελαύνουσα. Και δέομαι δια παντός. Εκ φθοράς των παθών μου ρυσθήναι με.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Ως τείχος, καταφυγής κεκτήμεθα, και ψυχών σε παντελή σωτηρίαν, και πλατυσμόν εν ταις θλίψεσι Κόρη, και τω φωτί σου αεί αγαλλόμεθα. Ω Δέσποινα και νυν ημάς, των παθών και κινδύνων διάσωσον.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Εν κλίνη νυν, ασθενών κατάκειμαι, και ουν έστιν ίασις τη σαρκί μου. Αλλ’ η θεόν και σωτήρα του κόσμου, και τον λυτήρα των νόσων κυήσασα, σου δέομαι της αγαθής. Εκ φθοράς νοσημάτων ανάστησον.

Διάσωσον από κινδύνων τους δούλους σου Θεοτόκε, ότι πάντες μετά Θεόν εις σε καταφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

’Αχραντε, η διά λόγου τον λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Ο ιερεύς μνημονεύει ως ανωτερω

Κοντάκιον
΄Ηχος Β΄
Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς. Αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

Το α΄ αντίφωνον των Αναβαθμών του Δ΄ ήχου.
Εκ νεότητός μου, πολλά πολεμεί με πάθη. Αλλ’ αυτός αντιλαβού, και σώσον Σωτήρ μου.
Εκ νεότητός μου, πολλά πολεμεί με πάθη. Αλλ’ αυτός αντιλαβού, και σώσον Σωτήρ μου.

Οι μισούντες ιών, αισχύνθητε από του Κυρίου, ως χόρτος γαρ πυρί, έσεσθε απεξηραμμένοι.
Οι μισούντες ιών, αισχύνθητε από του Κυρίου, ως χόρτος γαρ πυρί, έσεσθε απεξηραμμένοι.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, και καθάρσει υψούται, λαμπρύνεται, τη Τριαδική μονάδι, ιεροκρυφίως.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Αγίω Πνεύματι, αναβλύζει τα της χάριτος ρείθρα, αρδεύοντα, άπασαν την κτίσιν, προς ζωογονίαν.

Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.
Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.
Στίχ. ’Ακουσον, θύγατερ, και ίδε, και κλίνον το ούς σου, και επιλάθου του λαού σου, και του οίκου του πατρός σου, και επιθυμήσει ο βασιλεύς του κάλλους σου.
Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.

Και υπερ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Κυριε, ελέησον. Κυριε, ελέησον. Κυριε, ελέησον.

Σοφία ορθοί ακούσωμεν του αγίου Ευαγγελίου.
Ειρήνη πάσι.

Ευαγγέλιον.
(κεφ. Α΄ 39 - 49, 56).
Εκ του κατά Λουκάν αγίου Ευαγγελίου, το ανάγνωσμα.
Πρόσχωμεν.

Εν ταις ημέραις εκείναις, αναστάσα Μαριάμ, επορεύθη εις την ορεινήν μετά σπουδής εις πόλιν Ιούδα. Και εισήλθεν εις τον οίκον Ζαχαρίου και ησπάσατο την Ελισάβετ. Και εγένετο, ως ήκουσεν η Ελισάβετ τον ασπασμόν της Μαρίας, εσκίρτησε το βρέφος εν τη κοιλία αυτής. Και επλήσθη Πνεύματος αγίου η Ελισάβετ και ανεφώνησε φωνή μεγάλη και είπεν. Ευλογημένη συ εν γυναιξί και ευλογημένος ο καρπός της κοιλίας σου. Και πόθεν μοι τούτο, ίαν έλθη η μήτηρ του Κυρίου μου πρός με; Ιδού γάρ, ως εγένετο η φωνή του ασπασμού σου εις τα ώτα μου, εσκίρτησε το βρέφος εν αγαλλιάσει εν τη κοιλία μου. Και μακαρία η πιστεύσασα ότι έσται τελείωσις τοις λελαλημένοις αυτή παρά Κυρίου. Και είπε Μαριάμ. Μεγαλύνει η ψυχή μου τον Κύριον και ηγαλλίασε το πνεύμα μου επί τω Θεώ τω σωτήρι μου. ’Οτι επέβλεψε επί την ταπείνωσιν της δούλης αυτού. Ιδού γαρ από του νυν μακαριούσι με πάσαι αι γενεαί. ’Οτι εποίησέ μοι μεγαλεία ο Δυνατός και άγιον το όνομα αυτού. ΄Εμεινε δε Μαριάμ συν αυτή ωσεί μήνας τρείς και υπέστρεψεν εις τον οίκον αυτής.

Δόξα σοι Κύριε, δόξα σοι.

Και αμέσως μετά:
΄Ηχος Β΄
Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Πάτερ Λόγε Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Ταις της Θεοτόκου, πρεσβείας ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Ελέησον με ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

΄Ηχος πλ. Β΄
΄Ολην αποθέμενοι
Μη καταπιστεύσης με, ανθρωπίνη προστασία, παναγία Δέσποινα, αλλά δέξαι δέησιν του ικέτου σου. Θλίψις γαρ έχει με, φέρειν ου δύναμαι, των δαιμόνων τα τοξεύματα. Σκέπην ου κέκτημαι, ουδέ που προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, και παραμυθίαν ουκ έχω πλην σου. Δέσποινα του κόσμου, ελπίς και προστασία των πιστών, μη μου παρρίδης την δέησιν. Το συμφέρον ποίησον.

Ουδείς προστρέχων επί σοι, κατησχυμμένος από σου εκπορεύεται, αγνή Παρθένε θεοτόκε. Αλλ’ αιτείται την χάριν, και λαμβάνει το δώρημα, προς το συμφέρον της αιτήσεως.

Μεταβολή των θλιβομένων, απαλλαγή των ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν και λαόν, των πολεμουμένων η ειρήνη, των χειμαζομένων η γαλήνη, η μόνη προστασία των πιστών.

Ο ιερεύς:
Σώσον ο Θεός τον λαόν σου και ευλόγησον την κληρονομίαν σου. Επίσκεψαι τον κόσμον σου εν ελέει και οικτιρμοίς. Υψωσον κέρας Χριστιανών ορθοδόξων και κατάπεμψον εφ’ ημάς τα ελέη σου τα πλούσια. Πρεσβείαις της παναχράντου Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας. Δυνάμει του τιμίου και ζωοποιού Σταυρού. Προστασίαις των τιμίων επουρανίων δυνάμεων ασωμάτων. Ικεσίαις του τιμίου και ενδόξου προφήτου, Προδρόμου και Βαπτιστού Ιωάννου. Των αγίων ενδόξων και πανευφήμων Αποστόλων. Των εν αγίοις πατέρων ημών, μεγάλων ιεραρχών και οικουμενικών διδασκάλων Βασιλείου του Μεγάλου, Γρηγορίου του θεολόγου και Ιωάννου του Χρυσοστόμου, Αθανασίου καί Κυρίλλου, Ιωάννου του Ελεήμμονος, πατριαρχών Αλεξανδρείας. Νικολάουτου εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών. Των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόιρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρων Τύρωνος και Στρατηλάτου, των ιερομαρτύρων Χαραλάμπους και Ελευθερίου, των αγίων ενδόξων και καλλινίκων Μαρτύρων. Των οσίων και θεοφόρων Πατέρων ημών. Των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και ’Αννης. Του αγίου ....... (της ημέρας), και πάντων σου των Αγίων. Ικετεύομέν σε, μόνε πολυέλεε Κύριε. Επάκουσον ημών των αμαρτωλών δεομένων σου και ελέησον ημάς.

Κύριε ελέησον ιβ΄.

Ελέει και οικτιρμοίς, και φιλανθρωπία του Μονογενούς σου Υιού, μεθ’ ου ευλογητός ει, σύν τω παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νύν, και αεί, και εις τους αιώνας των αιώνων.
Αμήν.
Ωδή Ζ΄
Ο Ειρμός
Οι εκ της Ιουδαίας, καταντήσαντες Παίδες εν Βαβυλώνι ποτέ, τη πίστει τη Τριάδος, την φλόγα της καμίνου, κατεπάτησαν ψάλλοντες. Ο των πατέρων ημών, Θεός ευλογητός εί.
Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Την ημών σωτηρίαν, ως ηθέλησας Σώτερ οικονομήσασθαι, εν μήτρα της Παρθένου, κατώκησας τω κόσμω, ήν προστάτιν ανέδειξας. Ο των πατέρων ημών, Θεός ευλογητός εί.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Θελητήν του ελέους, όν εγέννησας Μήτερ αγνή δυσώπησον, ρυσθήναι των πταισμάτων, ψυχής τε μολυσμάτων, τους εν πίστει κραυγάζοντας. Ο των πατέρων ημών, θεός ευλογητός εί.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Θησαυρόν σωτηρίας, και πηγήν αφθαρσίας, την σε κυήσασαν, τοις κραυγάζουσιν έδειξας. Ο των πατέρων ημών, Θεός ευλογητός εί.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Σωμάτων μαλακίας, και ψυχών αρρωστίας. Θεογεννήτρια, των πόθω προσιόντων, τη σκέπη σου τη θεία, θεραπεύειν αξίωσον, η τον Σωτήρα Χριστόν, ημίν αποτεκούσα.

Ωδή Η΄
Ο Ειρμός
Τον Βασιλέα, των ουρανών όν υμνούσι, στρατιαί των Αγγέλων υμνείτε, και υπερυψούτε, εις πάντας τους αιώνας.

Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Τους βοηθείας, της παρά σου δεομένους, μη παρίδης Παρθένε υμνούντας, και υπερυψούντας, σε Κόρη εις αιώνας.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Των ιαμάτων, το δαψιλές επιχέεις, τοις πιστώς υμνούσι σε Παρθένε, και υπερυψούσι, τον άφραστόν σου τόκον.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Τας ασθενείας μου, της ψυχής ιατρεύεις, και σαρκός τας οδύνας Παρθένε. ’Οθεν σε υμνούμεν, εις πάντας τους αιώνας.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Των πειρασμών συ τας προσβολάς εκδιώκεις, και παθών τας οδύνας Παρθένε, ίνα σε δοξάζω την Κεχαριτωμένην.

Ωδή Θ´
Ο Ειρμός
Κυρίως Θεοτόκον, σε ομολογούμεν, οι διά σου σεσωσμένοι Παρθένε Αγνή, σύν ασωμάτοις χορείαις σε μεγαλύνοντες.

Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Ροήν μου των δακρύων, μη αποποιήσης, η τον παντός εκ προσώπου παν δάκρυον, αφηρηκότα Παρθένε, Χριστόν κυήσασα.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Χαράς μου την καρδίαν, πλήρωσον Παρθένε, η της χαράς δεξαμένη το πλήρωμα, της αμαρτίας την λύπην εξαφανίσασα.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Λιμήν και προστασία, των σοί προσφευγόντων, γενού Παρθένε και τείχος ακράδαντον, καταφυγή τε και σκέπη και αγαλλίαμα.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Φωτός σου ταίς ακτίσι, λάμπρυνον παρθένε, το ζοφερόν της αγνοίας διώκουσα, τους ευσεβώς Θεοτόκον σε καταγγέλλοντας.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Κακώσεως εν τόπω, τω της ασθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, εξ αρρωστίας εις ρώσιν μετασκευάζουσα.

Ο ιερεύς θυμιά ενώ ψάλλομε τα παρόντα Μεγαλυνάρια:
Αξιον εστίν ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών.
Την τιμιωτέρα των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφίμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Την υψηλοτέραν των ουρανών, και καθαρωτέραν, λαμπηδόνων ηλιακών, την λυτρωσαμένην, ημάς εκ της κατάρας, την Δέσποιναν του κόσμου, ύμνοις τιμήσωμεν.

Από των πολλών μου αμαρτιών, ασθενεί το σώμα, ασθενεί μου και η ψυχή. Προς σε καταφεύγω την Κεχαριτωμένην. Ελπίς απηλπισμένων, συ μοι βοήθησον.
Δέσποινα και Μήτηρ του Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σων ικετών, ίνα μεσιτεύσης, προς τον εκ σού τεχθέντα. Ω Δέσποινα του κόσμου, γενού μεσίτρια.

Ψάλλομεν προθύμως σοι την ωδήν, νύν τη πανυμνήτω, Θεοτόκω χαρμονικώς. Μετά του Προδρόμου και πάντων των Αγίων, δυσώπει Θεοτόκε, του οικτειρήσαι ημάς.

’Αλαλα τα χείλη των ασεβών, των μη προσκυνούντων, την εικόνα σου την σεπτήν, την ιστορηθείσαν, υπό του Αποστόλου, Λουκά ιερωτάτου, την Οδηγήτριαν.
Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Αγίοι πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον ημάς.
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον ημάς.
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον ημάς.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τας ανομίας ημίν, Αγιε επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου. Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η Βασιλεία Σου, γεννηθήτω το θέλημά σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού. Αμήν.
΄Ηχος πλ. Β´
Ελέησον ημάς Κύριε, ελέησον ημάς. Πάσης γάρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη οι αμαρτωλοί προσφέρομεν. Ελέησον ημάς.

Δόξα Πατρί και Υιω και Αγίω Πνεύματι.
Κύριε ελέησον ημάς. Επί σοί γάρ πεποίθαμεν. Μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. Αλλ’ επίβλεψον και νυν ως εύσπλαχνος, και λύτρωσαι ημάς εκ των εχθρών ημών. Σύ γάρ ει Θεός ημών, και ημείς λαός σου. Πάντες έργα χειρών σου και το όνομά σου επικεκλήμεθα.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Της ευσπλαχνίας την πύλης, άνοιξον ημίν, ευλογημένη Θεοτόκε. Ελπίζοντες εις σε μή αστοχήσωμεν. Ρυσθείημεν διά σού των περιστάσεων. Σύ γάρ εί η σωτηρία του γένους των χριστιανών.

Ο ιερεύς:
Ελέησον ημάς ο Θεός…

΄Ηχος Β´
΄Οτε εκ του ξύλου
Πάντων προστατεύεις αγαθή, των καταφευγόντων εν πίστει, τη κραταιά σου χειρί. Αλλην γάρ ουκ έχουμεν, αμαρτωλοί προς Θεόν, εν κινδύνοις και θλίψεσιν, αεί μεσιτείαν, οι κατακαμπτόμενοι, υπό πταισμάτων πολλών, Μήτερ του Θεού του Υψίστου, όθεν σοι προσπίπτομεν. Ρύσαι, πάσης περιστάσεως τους δούλους σου.

Και απόλυσις.