Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 27 Νοεμβρίου 2008

ΣΤΙΧΗΡΑ, ΚΑΘΙΣΜΑΤΑ, ΑΠΟΛΥΤΙΚΙΑ ΔΙ' ΕΚΑΣΤΗΝ ΗΜΕΡΑΝ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ

ΣΤΙΧΗΡΑ, ΚΑΘΙΣΜΑΤΑ, ΑΠΟΛΥΤΙΚΙΑ
ΔΙ' ΕΚΑΣΤΗΝ ΗΜΕΡΑΝ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ

Τη Κυριακή εσπέρας.

Μετά τον προοιμιακόν Ψαλμόν και το ενδιάτακτον Κάθισμα του Ψαλτηρίου, εις το Κύριε εκέκραξα ψάλλομεν στιχηρά κατανυκτικά Δεσποτικά.
Ήχος α'. Πανεύφημοι Μάρτυρες.
Τα πάντα παρήγαγες τω σω, Λόγω και τω Πνεύματι, δι' αγαθότητα Κύριε· είτα πεποίηκας, λογικόν με ζώον, ίνα σου το άγιον, δοξάζω παντοδύναμε όνομα, εγώ δε μάλιστα, τοις αισχροίς μου έργοις πάντοτε, ατιμάζω· αλλά φείσαι δέομαι.
Γνώθι σου ταλαίπωρε ψυχή, την θείαν ευγένειαν, και την πατρίδα την άφθαρτον, και σπεύδε πάντοτε, αγαθοεργίαις, ταύτην καταλήψεσθαι· μηδέν σε των φθαρτών προσηλώσειε, της άνω μοίρας ει, το δε σώμα γη και φθείρεται· μη νικήση, το χείρον την κρείττονα.
Δεύρο παναθλία μου ψυχή, προς τον υπεράγαθον, θερμοίς τοις δάκρυσι πρόσελθε, τα πεπραγμένα προ της κρίσεως σου, πάντα εξαγόρευσον, και ίλεων τον Κτίστην ταλαίπωρε, σαυτή απέργασαι, και συγχώρησιν εξαίτησαι, πριν την θύραν, κλείση σοι ο Κύριος.
Έτερα των Ασωμάτων, όμοια.
Ασώματοι Άγγελοι Θεού, θρόνω παριστάμενοι, και ταις εκείθεν ελλάμψεσι, καταστραπτόμενοι, και φωτοχυσίαις, αιωνίως λάμποντες, και φώτα χρηματίζοντες δεύτερα, Χριστώ πρεσβεύσατε, δωρηθήναι ταις ψυχαίς ημών, την ειρήνην, και το μέγα έλεος.
Αθάνατοι Άγγελοι ζωήν, όντως την ανώλεθρον, παρά της πρώτης δεξάμενοι, ζωής πανόλβιοι, αϊδίου δόξης, και σεπτοί θεάμονες, σοφίας αϊδίου γεγόνατε, φωτός πληρούμενοι, και λαμπάδες συστρεφόμεναι, αρμοζόντως, επαναδεικνύμενοι.
Αρχάγγελοι Άγγελοι Αρχαί, Θρόνοι, Κυριότητες, τα Σεραφίμ εξαπτέρυγα, και πολυόμματα, Χερουβίμ τα θεία, της σοφίας όργανα, Δυνάμεις Εξουσίαι θειόταται, Χριστώ πρεσβεύσατε, δωρηθήναι ταις ψυχαίς ημών, την ειρήνην, και το μέγα έλεος.
Δόξα, και νυν. Θεοτοκίον, όμοιον.
Μαρία το άμωμον και νουν, πάντα υπερκείμενον, της καθαρότητας όχημα, περικρατούμενον, πολλαίς αμαρτίαις, και στενοχωρούμενον, προς πλάτος μετανοίας με ίθυνον, πανσθενεστάτη σου, προστασία· και γαρ δύνασαι, οία Μήτηρ, του πάντα ισχύοντος.
Το Φως ιλαρόν, το προκείμενον της ημέρας και το Καταξίωσον.
Απόστιχα κατανυκτικά.
Ότι το πέλαγος πολύ, των παραπτωμάτων μου Σωτήρ, και δεινώς βεβύθισμαι ταις πλημμελείαις μου, δος μοι χείρα σώσον με, ως τω Πέτρω, ο Θεός, και ελέησόν με.
Στίχ. Προς σε ήρα τους οφθαλμούς μου...
Ότι εννοίαις πονηραίς, και έργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι, επιστροφής ο Θεός, ίνα κράζω· σώσον με, ευεργέτα αγαθέ και ελέησόν με.
Στίχ. Ελέησόν ημάς, Κύριε....
Μαρτυρικόν.
Τη πρεσβεία Κύριε, πάντων των Αγίων, και της Θεοτόκου, την σην ειρήνην δός ημίν, και ελέησον ημάς, ως μόνος οικτίρμων.
Δόξα, και νυν. Θεοτοκίον.
Των ουρανίων ταγμάτων το αγαλλίαμα, των επί γης ανθρώπων, κραταιά προστασία, άχραντε Παρθένε σώσον ημάς, τους εις σε καταφεύγοντας, ότι εν σοι τας ελπίδας μετά Θεόν, Θεοτόκε ανεθέμεθα.
Το Νυν απολύεις, τρισάγιον, Παναγία Τριάς, Πάτερ ημών, το απολυτίκιον της εορτής ή το παρόν, και απόλυσις.
Απολυτίκιον. Ήχος δ'.
Των ουρανίων στρατιών αρχιστράτηγοι, δυσωπούμεν υμάς ημείς οι ανάξιοι, ίνα ταις υμών δεήσεσι τειχίσητε ημάς, σκέπη των πτερύγων, της αύλου υμών δόξης, φρουρούντες ημάς προσπίπτοντας, εκτενώς και βοώντας· εκ των κινδύνων λυτρώσασθε ημάς ως ταξιάρχαι των άνω δυνάμεων.
Θεοτοκίον.
Τη ανατραφείση εν τω ναώ, εις τα άγια των αγίων, τη περιβεβλημένη την πίστιν και την σοφίαν, και την άμεμπτον παρθενίαν, ο αρχιστράτηγος Γαβριήλ. προσέφερεν ουρανόθεν, τον ασπασμόν και το χαίρε· Χαίρε ευλογημένη, χαίρε δεδοξασμένη, ο Κύριος μετά σου.
Τη Δευτέρα πρωί εις τον Όρθρον.
Μετά τον εξάψαλμον, το Θεός Κύριος μετά των στίχων αυτού, και το απολυτίκιον ως ανωτέρω.
Μετά δε την πρώτην στιχολογίαν του Ψαλτηρίου ψάλλομεν τα παρόντα κατανυκτικά Καθίσματα.
Ήχος α'.
Εν ανομίαις συλληφθείς εγώ ο άσωτος, ου τολμώ ατενίσαι εις το ύψος του ουρανού, αλλά θαρρών εις την φιλανθρωπίαν σου, κράζω· ο Θεός ιλάσθητί μοι και σώσον με.
Ει ο δίκαιος μόλις σώζεται, εγώ που φανούμαι ο αμαρτωλός; το βάρος και τον καύσωνα της ημέρας ουκ εβάστασα· τοις περί την ένδεκάτην ώραν, συναρίθμησόν με ο Θεός και σώσον με.
Δόξα, και νυν. Θεοτοκίον.
Άχραντε Θεοτόκε, η εν ουρανοίς ευλογημένη, και επί γης δοξολογουμένη, χαίρε Νύμφη ανύμφευτε.
Μετά την δευτέραν στιχολογίαν του Ψαλτηρίου έτερα Καθίσματα.
Τον τάφον σου Σωτήρ.
Αγκάλας πατρικάς, διανοίξαι μοι σπεύσον, ασώτως τον εμόν, κατηνάλωσα βίον, εις πλούτον αδαπάνητον, αφορών των οικτιρμών σου Σωτήρ· νυν πτωχεύουσαν, μη υπερίδης καρδίαν, σοι γαρ Κύριε, εν κατανύξει κραυγάζω, ήμαρτόν σοι, σώσον με.
Τo βήμα σου φρικτόν, και η κρίσις δικαία, τα έργα μου δεινά, αλλ' αυτός Ελεήμον, προφθάσας με διάσωσον, και κολάσεως λύτρωσαι· ρύσαι Δέσποτα, της των ερίφων μερίδος, και αξίωσον, εκ δεξιών σου με στήναι, Κριτά δικαιότατε.
Δόξα, και νυν. Θεοτοκίον.
Κυβέρνησον Αγνή, την αθλίαν ψυχήν μου, και οίκτειρον αυτήν, υπό πλήθους πταισμάτων, βυθώ ολισθαίνουσαν, απώλειας Πανάμωμε, και εν ώρα με, τη φοβερά του θανάτου, ελευθέρωσαν, κατηγορούντων δαιμόνων, φρικτής αποφάσεως.
Μετά την τρίτην στιχολογίαν του Ψαλτηρίου έτερα Καθίσματα.
Τον τάφον σου Σωτήρ.
Αφρόνως από σου, μακρυνθείς Πανοικτίρμον, ασώτως τον εμόν, εδαπάνησα βίον, δουλεύων τοις πάθεσι, τοις αλόγοις εκάστοτε· αλλά δέξαι με, ταις των Αγγέλων πρεσβείαις, Πάτερ εύσπλαγχνε, ώσπερ τον άσωτον παίδα, και σώσόν με δέομαι.
Μαρτυρικόν.
Αθλήσεως καύχημα, και στεφάνων αξίωμα, οι ένδοξοι αθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερία γαρ αικισμών, τους ανόμους ετροπώσαντο, και δυνάμει θεϊκή, εξ ουρανού την νίκην εδέξαντο. Αυτών ταις ικεσίαις, ελευθέρωσαν του αοράτου εχθρού, Σωτήρ και σώσον με.
Δόξα, και νυν. Θεοτοκίον. Τον τάφον σου Σωτήρ.
Αύλων στρατιών, υπερέχουσα Κόρη, και τάξεις ουρανών, υπερβαίνουσα μόνη, επάξιον την αίνεσιν, παρ' αυτών δέχη πάναγνε· αλλά πρέσβευε, τω σω Υιώ συν Αγγέλοις, του ρυσθήναι με, της των παθών τυραννίδος, τον μόνον κατάκριτον.
Λέγομεν τον ν' (50όν) Ψαλμόν και έπειτα ένα εκ των κατανυκτικών κανόνων και την Ωδήν της Θεοτόκου· είτα το
Εξαποστειλάριον. Ήχος β'. Γυναίκες ακουτίσθητε.
Αρχάγγελοι και Άγγελοι, Αρχαί και Kυριότητες, Δυνάμεις και Εξουσίαι, και Θρόνοι, πολυόμματα, τα Χερουβίμ και Σεραφίμ, νυν και τα εξαπτέρυγα, υπέρ ημών πρεσβεύσατε, του λυτρωθήναι κινδύνων, και του πυρός του ασβέστου.
Θεοτοκίον.
Συ μου προστάτις Άχραντε, και ισχυρόν προπύργιον, και προστασία του κόσμου, και σοι προσπίπτω κραυγάζων· των οδυνών με λύτρωσαι, και του πυρός εξάρπασον, του αιωνίου Παρθένε, τον επί σοι πεποιθότα.
Είτα τους Αίνους και το Σοι δόξα πρέπει.