Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 22 Νοεμβρίου 2008

ΑΓΙΟΙ ΠΑΤΕΡΕΣ ΑΜΦΙΛΟΧΙΟΣ & ΓΡΗΓΟΡΙΟΣ ΤΟΥ ΑΚΡΑΓΑΝΤΙΝΩΝ

ΤΗ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀμφιλοχίου Ἐπισκόπου Ἰκονίου, καὶ Γρηγορίου τοῦ Ἀκραγαντίνων.

Γνώμην αὐτεξούσιον, καὶ λογισμὸν αὐτοκράτορα, τῶν παθῶν κληρωσάμενος, τῶ κρείττονι δέδωκας, νουνεχῶς παμμάκαρ, τὴν ἡγεμονίαν, κατὰ τοῦ χείρονος ζυγῶ, δικαιοτάτω Πάτερ χρησάμενος. ἐντεῦθεν ἐπιτήδειος, πρὸς θεοπτίαν γεγένησαι, καὶ Θεοῦ κατανόησιν, ἱεράρχα θεόπνευσε.
Βρόχους διεσκέδασας, καὶ τὰς ἐνέδρας διέλυσας, τῶν αἱρέσεων Ὅσιε, δογμάτων ὀρθότητι, καὶ θεολογία, τὴ ἀκριβεστάτη, καὶ τὴν διαίρεσιν φυγῶν, καὶ τὴν κακίστην Πάτερ συναίρεσιν, ἐν ὅροις δὲ διέμεινας, τῆς εὐσεβοῦς ἡμῶν Πίστεως καὶ Τριάδα ἐκήρυξας, ἐν Μονάδι θεότητος.
Τέχνη σοφισάμενος, τὸν ἐπὶ γῆς βασιλεύοντα, τὸν ἐκείνου παρέδραμες, υἱὸν ἀπροσκυνῆτον, συνετῶς διδάσκων, ὦς ἀπροσκυνήτου παρορωμένου τοῦ Υἱοῦ, ἀγανακτήσει Πατὴρ θερμότατα, ὁ τοῦτον προαιώνιον, ἐκτετοκῶς ὑπὲρ ἔννοιαν, ἀπαθῆ καὶ ἀσώματον, ὦς αὐτὸς οἶδεν Ὅσιε.

Βιβλιογραφία - Πηγές
  1. Μηναιίον Νοεμβρίου, Εκδ. Αποστ. διακονίας