Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 29 Νοεμβρίου 2008

ΑΠΟΣΤΟΛΟΣ ΑΝΔΡΕΑΣ Ο ΠΡΩΤΟΚΛΗΤΟΣ


ΤΗ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου.

Ὁ τῶ Προδρόμου φωτὶ μεμορφωμένος, ὅτε τὸ ἀπαύγασμα τὸ ἐνυπόστατον, τῆς πατρικῆς δόξης ἔφανεν, ἀνθρώπων γένος, δι' εὐσπλαγχνίαν σῶσαι βουλόμενος, τότε πρῶτος Ἔνδοξε, τούτω προσέδραμες, καταυγασθεὶς τὴν διάνοιαν, τελειοτάτη, μαρμαρυγὴ αὐτοῦ τῆς θεότητος, ὅθεν καὶ κῆρυξ καὶ Ἀπόστολος, χρηματίζεις Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ τῆς Προδρόμου φωνῆς ἐνηχημένος, ὅτε ὁ πανάγιος Λόγος σεσάρκωται, ζωὴν ἡμῖν παρεχόμενος, καὶ σωτηρίαν, τοὶς ἐπὶ γῆς εὐαγγελιζόμενος, τότε τούτω Πάνσοφε, κατηκολούθησας, καὶ σεαυτὸν ἀκροθίνιον, καὶ παναγίαν, ὦς ἀπαρχὴν αὐτῷ καθιέρωσας, ὃν καὶ ἐπέγνως καὶ ἐμήνυσας, τῶ συγγόνω τῶ σῶ τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ τῶ ἐκ στεῖρας βλαστήσαντι φοιτήσας, ὅτε ὁ Παρθένιος τόκος ἀνέτειλε, τῆς εὐσεβείας Διδάσκαλος, καὶ σωφροσύνης, ὑποδεικνύων τὴν καθαρότητα, τότε σὺ θερμότατος, τῆς ἀρετῆς ἐραστής, Ἀνδρέα μάκαρ γεγένησαι, τὰς ἀναβάσεις, ἐν σῇ καρδία διατιθέμενος, καὶ ἀπὸ δόξης πρὸς τὴν ἄφραστον, ἤρθης δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Τὴν τῶν ἰχθύων ἄγραν, καταλιπῶν Ἀπόστολε, ἀνθρώπους σαγηνεύεις, καλάμω τοῦ κηρύγματος, χαλῶν ὥσπερ ἄγκιστρον, τῆς εὐσεβείας τὸ δέλεαρ, καὶ ἀνάγων ἐκ τοῦ βυθοῦ τῆς πλάνης, τὰ ἔθνη ἅπαντα, Ἀνδρέα Ἀπόστολε, τοῦ Κορυφαίου ὁμαίμων, καὶ τῆς οἰκουμένης ὑφηγητὰ διαπρύσιε, πρεσβεύων μὴ ἐλλίπης ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθω εὔφη μούντων πανεύφημε, τὴν ἀεισέβαστον μνήμην σου.
Ὁ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοὶ Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῶ ἀγκίστρω τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοί, Ταὶς πρεσβείαις αὐτοῦ Ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ὑμνήσωμεν οἱ Πιστοί, Πέτρου τὸν σύγγονον, Ἀνδρέαν τὸν Χριστοῦ μαθητήν, οὗτος γὰρ τὴν θάλασσαν, δικτύοις ἐρευνήσας ποτέ, ἰχθύας ἐζώγρησε, νὺν δὲ τὴν οἰκουμένην, τῶ καλάμω σαγηνεύει τοῦ Σταυροῦ, καὶ τὰ ἔθνη ἐκ πλάνης ἐπιστρέφει τῶ Βαπτίσματι, καὶ Χριστῷ παριστάμενος, αἰτεῖται τὴν εἰρήνην τῶ κόσμω, καὶ ταὶς ψυχαίς ἡμῶν τὸ μέγα ἔλεος.
Τὸ πὺρ τὸ νοερὸν τὸ φωτίζον διανοίας, καὶ φλογίζον ἁμαρτίας, ἔνδον λαβὼν ἐν καρδίᾳ, ὁ Ἀπόστολος Χριστοῦ καὶ μαθητής, λάμπει μὲν ταὶς μυστικαὶς ἀκτίσι τῶν διδαχῶν, ἐν ταῖς τῶν ἐθνῶν ἀφωτίστοις καρδίαις, φλέγει δὲ πάλιν, τὰς φρυγανώδεις τῶν ἀσεβῶν μυθουργίας, τὸ πὺρ γὰρ τοῦ Πνεύματος, τοιαύτην ἔχει τὴν ἐνέργειαν, Ὧ θαῦμα ξένον καὶ φοβερόν! ἡ πηλώδης γλῶσσα, ἡ πηλίνη φύσις, τὸ σῶμα τὸ χοϊκόν, τὴν νοερὰν καὶ ἄϋλον ὑπεδέξατο γνῶσιν, Ἀλλ' ὧ μύστα τῶν ἀρρήτων, καὶ θεωρὲ τῶν οὐρανίων, ἱκέτευε καταυγασθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὸν ποθούμενον Θεόν, ἐν σαρκὶ κατιδῶν ἐπὶ γῆς βαδίζοντα, θεόπτα Πρωτόκλητε, τῶ μὲν ὁμαίμονι ἐβόας ἀγαλλόμενος, Εὑρήκαμεν ὧ Σίμων τὸν ποθούμενον, τῶ δὲ Σωτήρι δαυϊτικῶς ἐκραύγαζες, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ Χριστὲ ὁ Θεός, Ὅθεν καὶ πόθω πόθον προσθείς, διὰ σταυροῦ διαβαίνεις, πρὸς ὃν ἐπόθησας, ὡς ἀληθὴς Μαθητής, καὶ σοφὸς μιμητὴς γενόμενος, τοῦ διὰ Σταυροῦ αὐτοῦ πάθους, διὸ καὶ τῆς δόξης κοινωνὸς αὐτῷ γενόμενος, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν, οὗτος γὰρ ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου, τὸν Σταυρὸν ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὦς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῶ Θεῷ δῶρον εὐπρόσδεκτον, Ἀεὶ τοῦτον πιστοί, σὺν τὴ χορεία τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρα τῆς κρίσεως.

Βιβλιογραφία -Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστολ. Διακονίας