Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 28 Νοεμβρίου 2008

ΟΣΙΟΣ ΠΑΤΗΡ ΣΤΕΦΑΝΟΣ Ο ΝΕΟΣ ΚΑΙ ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΕΙΡΗΝΑΡΧΟΣ


ΤΗ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

NOEMBRIOY
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Νέου, καὶ τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου.



Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν Προσόμοια Στιχηρὰ τοῦ Ὁσίου.


Ὅλην ἀποθέμενοι

Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῶ Κυρίω, σαρκὸς ἔξω γέγονας, κοσμικῆς τε σχέσεως ἱερώτατε, μοναστὴς ἄριστος, πεφυκῶς Στέφανε, καὶ δοχεῖον θείου Πνεύματος, καὶ γὰρ συγκλείσας σου, οἴκω στενοτάτω μακάριε, τὸ σῶμα ἀνεπτέρωσας, νοῦν πρὸς οὐρανὸν ἑνοπτρίζεσθαι, τὸ ἄρρητον κάλλος, Χριστοῦ τοῦ Βασιλέως καὶ Θεοῦ, οὗ προσκυνῶν τὸ ὁμοίωμα, ἤθλησας στερρότατα.



Τεσσαρακονθήμερον, ὡς ὁ Δεσπότης νηστεύσας, ἐν εἱρκτῇ φρουρούμενος, σεαυτὸν πρὸς ἄθλησιν παρεσκεύασας, Ἱερὲ Στέφανε, Μοναστῶν ἔρεισμα, καὶ Μαρτύρων ἐγκαλλώπισμα, ὅθεν ὦς θήρές σοί, οἱ ἀνηλεεῖς ἐπιθέμενοι, ἀρνίον ὦς πὲρ ἄκακoν, σύραντες ἀδίκως ἐσπάραξαν, καὶ μετὰ ἀνόμων, κατέθεντο ἀθλήσαντα στερρῶς, καὶ παρρησία πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Λαὸς ὃ παράνομος, παρανομίαις ὑπείκων, παρανόμου Ὅσιε, βασιλέως λίθοις σε ὡς τὸν Πρώταθλον, ἀφειδῶς ἔβαλε, καὶ τὴν κάραν Πάτερ, τὴν ἁγίαν σου συνέτριψε, ταὶς λεωφόροις τε, σύρων ὠμοτάτως ἐξέχεε, τὰ σπλάγχνα σου πανόλβιε, μηδὲ μετὰ πότμον οἰκτείρας σε, Ὧ τῆς σὴς ἀνδρείας! ὧ γνώμης! ὤπολλής ὑπομονῆς! δι' ἦς ἀπείληφας Στέφανε, στέφος ἀμαράντινον.

Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας