Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 26 Νοεμβρίου 2008

ΑΛΥΠΙΟΣ ΚΙΟΝΙΤΗΣ, ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

ΤΗ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου, καὶ Νίκωνος τοῦ Μετανοεῖτε.
Παμμάκαρ Ἀλύπιε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῶ Θεῷ ἡμῶν, ὑφ' οὗ σθενούμενος, τῆς σαρκὸς τὰ πάθη, λογισμῶ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων τῶ κρείττονι, διὸ ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεόφρον Ἀλύπιε φωστήρ, καθωράθης μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, καὶ ἐνθέων ἔργων, ὅθεν μετὰ κοίμησιν, τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο, διὸ ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στῦλος ἐχρημάτισας σοφέ, Μοναστῶν Ἀλύπιε, ὕπερθεν στύλου ἱστάμενος, καὶ πιεζόμενος, καύσωνι καὶ κρύει, καὶ πολλαὶς ἀσκήσεσι, διὸ καθυπεδέξω τοῦ Πνεύματος, θεία χαρίσματα, ἰατρεύειν ἀρρωστήματα, καὶ διώκειν, πάθη χαλεπώτατα.
«Ὁ πήξας ἐπ' οὐδενος τὴν γὴν τὴ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουααν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».
Ὡς λύχνος ἐπὶ λυχνίαν, στάσεως κρείττονος, ἐπιτεθειμένος ταὶς σελασφόροις σου, Πάτερ ἀρεταὶς πᾶσαν ψυχήν, πιστῶς σοὶ προσιοῦσαν, εὐσεβοφπόνως κατελάμπρυνας, σκότους ἁμαρτίας λυτρούμενος.
Νοός σου τὰς ἱεράς, κινήσεις ποιούμενος, πρὸς τηρήσεις θείων, νόμων τοῦ Πνεύματος, Ἄγγελος ἐφάνης ἐπὶ γῆς, Ἀγγέλων πολιτείαν, μετὰ σαρκὸς ἀναλαβόμενος, Πάτερ θεοφόρε Ἀλύπιε.
Ἐμφρόνως τῶν ὀχληρῶν, τοῦ βίου ἀοίδιμε, μετανάστης ὤφθης, καὶ προσεχώρησας, πρὸς ἀσκητικῆς διαγωγῆς, τὰ σκάμματα προθύμως, τὴν σὴν καρδίαν οἰκητήριον, Ὅσιε δεικνύων τοῦ Πνεύματος.
«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοί, εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».
Ἀγάπην ἀληθῆ καὶ συμπάθειαν, πίστιν ἐλπίδα ἀρραγῆ, καὶ πολιτείαν ἀνόθευτον, ἀναλαβόμενος Πάτερ, θεράπων τοῦ Χριστοῦ ἐχρημάτισας.
Ἱστάμενος ἐν στύλῳ ἀκλόνητος, ταὶς ἐναντίαις προσβολαίς, δαιμόνων στῖφος ἐκλόνησας, καὶ κλονουμένοις ἐγένου, Παμμάκαρ ἀδιάσειστον ἔρεισμα.
Ναμάτων θείων ἔμπλεως γέγονας, καὶ κατεδρόσισας ψυχάς, κατατακείσας τῶ καύσωνι, τῆς χαλεπῆς ἁμαρτίας, Ἀλύπιε θεόφρον πανόλβιε.
Συναξάριον

Τὴ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου.

· Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων,

· Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.

· Εἰκάδι ἕκτη ἄλυπον, Ἀλύπιε, βὴς ἐπὶ οἶκον.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος τοῦ Μετανοεῖτε,

· Οἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι.

· Σοβεῖ γὰρ αὐτὸν τοὶς τεραστίοις Νίκων.

Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος.

· Ἀσκήσεως πέπτωκεν ὃ στερρὸς στῦλος.

· Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.

Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.

· Κακὸν φυγων πᾶν Ἀκάκιος ἐν βίῳ.

· Καλοὶς ἀπείροις ἐντρυφᾷ λιπῶν βίον.

Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀναχωρητοῦ.

· Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου,

· Νὺν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα.
Ὁ ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐν Χίῳ ἀθλήσας κατὰ τὸ 1807, ξίφει τελειοῦται.
Τὴ αὐτὴ ἡμέρα, Μνήιμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σίλου, Ἐπισκόπου τῆς Περσίδος, Καὶ ἀνάμνησις τῶν ἐγκαινίων τοῦ Ναοῦ τοῦ Ἁγίου Γεωργίου, ἐν τῷ Κυπαρίσσω.
Ταὶς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


Τοῦ Ὁσίου Ἀλυτίου
«Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παίδας ἑδρόσισε, συμφώνως μελωδοῦντας, Ὁ Θεὸς εὐλογητὸς εἶ».
Ὁ καρτερικώτατος, καὶ στερρὸς Ἀλύπιος, χρόνοις ἐπὶ πλείοσι, κρύει Πιεζόμενος, τοῦ Πνεύματος τὴ θάλψει, ἐθάλπετο παραδόξως.
Ὕψος πρὸς οὐράνιον, ἔχων τὸ πολίτευμα, σώματος ἠλόγησας, ὦς φθείρεσθαι μέλλοντος, καὶ τούτου σηπομένου, οὐκ ἐφρόντισας τοὶς πόνοις.
Πᾶσαν ἡδυπάθειαν, Πάτερ ἀρνησάμενος, τῶ κρύει καὶ καύσωνι, παλαίων ἐνήθλησας, αἴθριος ἀναμέλπων, ὁ Θεὸς εὐλογητὸς εἶ.
O ἀπεριόριστος, σάρκα ἀνελάβετο, ἔννουν τε καὶ ἔμψυχον, ἐκ σοῦ Ἀειπάρθενε, τοῦ σῶσαι τοὺς βοῶντας, ὁ Θεὸς εὐλογητὸς εἶ.

Τοῦ Ὁσίου Νίκωνος
Οἱ ἐκ τῆς Ἰουδαίας

Ὡς ἐν ἅρματι Πάτερ, ἀρετῶν τετρακτὺϊ σὺ ἐποχούμενος, ἀνέδραμες εἰς ὕψος, Ἠλίας ὦς πὲρ ἄλλος, μελωδῶν τῶ Σωτήρί σου, Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ζηλωτὴς ὦς πὲρ ἄλλος, τοὶς ποθούσί σε Πάτερ τὸ ῥάκος ἕλιπες, ἐν ὧ σου τὸ σαρκίον, ἐκτρύχων καὶ πιέζων, τὴν ψυχὴν διανέπαυες, Ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητός εἶ.
Σοφίας ἔμπλησον πάντας, καὶ δυνάμεως θείας ἡ ἐνυπόστατος, Σοφία τοῦ Ὑψίστου, διὰ τῆς Θεοτόκου, τοὺς ἐν πίστει σοὶ ψάλλοντας, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.



Τοῦ ὁσίου Ἀλυπίου
«Σοὶ τῶ παντουργῶ, ἐν τῇ καμίνω Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον, Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας».
Νέος Σαμουήλ, προθεωρῶν τὸ μέλλον, νοὸς καθαρότητι, ὤφθης Ἀλύπιε, πᾶσι προλέγων, ὡς ἔνθεος Προφήτης, τὰ ὑπὸ Κυρίου, δηλούμενα σοὶ Πάτερ.
Ὁ φωτοειδής, τῆς ἐκκλησίας στῦλος, ὁ πύργος ὁ ἄσειστος, τεῖχος τὸ ἄρρηκτον, πάντων ἀνθρώπων, Θεῷ πεπιστευκότων, ὁ Χριστοῦ θεράπων, Ἀλύπιος τιμάσθω.
Ὕπνωσας καλῶς, ὕπνον δικαίοις Πάτερ, πάσιν ὀφειλόμενον, κοιμήσας πρότερον, πάθη ποικίλα, ἐντεύξεσιν ἀγρύπνοις, ὅθεν σὲ προστάτην, ἄγρυπνον νὺν πλουτοῦμεν.
Σοῦ ὁ τοκετός, τὴν τικτομένην βλάβην, κακία τοῦ ὄφεως, νὺν ἀπεστείρωσε, μόνη κατάρας, ἀναίρεσις Παρθένε, ὅθεν σὲ τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.



Τοῦ Ὁσίου Νίκωνος
Ἑπταπλασίως κάμινον

Τὸ καθαρὸν καὶ ἄσπιλον, τῆς ψυχῆς περιβόλαιον, τὸ καρτερικόν, καὶ ἀπαθὲς σαρκίον σου, ὡς θεῖον θησαύρισμα, ἡ Λακεδαίμων φέρουσα, καὶ σωματικῶν, καὶ ψυχικῶν ἀλγημάτων, τὴν ῥῶσιν ἐξαιτεῖται, μελωδοῦσα συμφώνως, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων χάριτας, ἡ σορὸς ἀναβλύζουσα, πᾶσαν νοσημάτων, καὶ παθῶν ἐπήρειαν, παντοίαν τε κάκωσιν, καὶ μαλακίαν ἅπασαν, πάντων θεραπεύει, τῶν πιστῶς μελωδούντων, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑπὲρ ἡμῶν ἰλέωσαι, τὸν Σωτήρα καὶ Κύριον, τῶν καταφευγόντων, τὴ σὴ σκέπη Ὅσιε, ὡς νίκης ἐπώνυμος, καὶ Θεῷ παριστάμενος, πάσης λυτρωθῆναι, τῶν ἐχθρῶν κακουργίας, δαιμόνων ἐπηρείας, καὶ ἀνάγκης καὶ νόσου, τοὺς πίστει σὲ ὑμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Νοὺς ἐξειπεῖν οὐ δύναται, τὸ φρικτὸν τῆς λοχείας σου, πῶς καὶ παρθενεύεις, μετὰ τόκον ἄχραντε, ὡς μόνος ἐπίσταται, ὁ τῶν ἁπάντων Κύριος, ὃν ἰλεουμένη, μὴ ἐλλίπης Παρθένε, σωθῆναι τοὺς ἐν πίστει, τῶ Υἱῶ σου βοῶντας, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοὶς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας