Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 24 Νοεμβρίου 2008

ΚΛΗΜΕΝΤΑΣ ΡΩΜΗΣ, ΠΕΤΡΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

ΤΗ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ Ἱερομαρτύρων, Κλήμεντος Ῥώμης, καὶ Πέτρου Ἀλεξανδρείας.
Ἐπὶ τὴν θαυμαστὴν Ἀλεξάνδρειαν σπεύδοντες πορευθῶμεν τῶ νοϊ, καὶ κατίδωμεν πράγματα μεγάλα καὶ ξένα ἐκεῖσε τελεσθέντα, πῶς εἰς θυσίαν ἑαυτὸν τίθησιν ὡς πρόβατον ἄκακον, οἱ ἐράρχης καὶ μέγας πρόβολος Πέτρος, ὁ νυνὶ συγκαλεσάμενος ἡμᾶς ἐνταῦθα, καὶ τὴν ἁγίαν κάραν προθέμενος αὐτοῦ, καθάπερ ἔδεσμα σεπτόν, ἢ τρυφήσαντες νύν, ὀρθοδόξως αὐτῷ βοῶμεν, Χαίροις ὧ Πέτρε, ἡ πέτρα τῆς πίστεως.
Ὡς πολύφορον κλῆμα ἐπὶ τῆς γῆς, ἁπλωθεὶς τῶν βασάνων κατατομή, ὡραίους ἐξήνθησας, ἀξιάγαστε βότρυας, σωτηρίου γλεῦκος, ἀεὶ ἀποστάζοντας, καὶ καρδίας πάντων, πιστῶν κατευφραίνοντας, ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, τὸν Χριστὸν μεγαλύνοντες, Ἱεράρχα πολύαθλε, πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.
Ἐκ τῆς ἄνωθεν ψήφου τῆς τοῦ Χριστοῦ, ἡγησάμενος ποίμνης ἐπὶ νομάς, εὐζώους ἐποίμανας, τῶν πανσόφων δογμάτων σου, ἀπελάσας Ἄρειον, ὡς λύκον ἀνήμερον, ἐπιβάντα ταύτης, ἀθέοις διδάγμασιν, ὅθεν τὴν ψυχήν σου δεδωκῶς ὑπὲρ ταύτης, ποιμὴν ἀνηγόρευσαι, ὡς ὁ Κύριος ἔφησεν, Ἱεράρχα μακάριε, Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

Βιβλιογραφία
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας