Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 22 Νοεμβρίου 2008

ΑΠΟΣΤΟΛΟΣ ΦΙΛΗΜΩΝ, ΑΠΦΙΑΣ, ΑΡΧΙΠΠΟΣ, ΟΝΗΣΙΜΟΣ, ΜΑΡΤΥΣ ΚΙΚΙΛΙΑ

ΤΗ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλήμονος, καὶ τῶν σὺν αὐτῷ, Ἀπφίας, Ἀρχίππου καὶ Ὀνησίμου, καὶ τῆς Ἁγίας Μάρτυρος Κικιλίας, καὶ τῶν σὺν αὐτή.
Τὴ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος, Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων Παύλου τοῦ Ἀποστόλου.

Στίχοι

· Χριστοῦ καλοῦντος, ὤφθητε δρόμω ξένω,

· Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλήσιν.

· Εἰκάδι δευτερίη, Φιλήμονα ἔνθεν ἄειραν.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ, καὶ Τιβουρτίου.

Στίχοι

· Λουτροῦ φέρεις ἔκκαυσιν, ὧ Κικιλία,

· Λούη δὲ λουτρὸν αἵματος διὰ ξίφους.

· Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα

· Κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην.



Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου, καὶ ἑτέρου Μάρκου.

Στίχοι

· Τμηθεὶς ξίφει Στέφανε σὺν Μάρκοις δύω,

· Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ ἐν Παλαιστίνῃ.

Στίχοι

· Πρὸς τὴν τομὴν ὥρμησεν οἵα πρὸς πάλην,

· Καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μενίγνου τοῦ κναφέως.

Στίχοι

· Κάραν, κναφεῦ Μένιγνε, τμηθεὶς ἐκ ξίφους,

· Κνάπτεις σεαυτόν, κὰν ῥύπους εἶχες, πλύνη.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἀββᾶ.

Στίχοι

· Ἀββᾶν, τὸν ἐκτύτωμα ὄντα Ἀββάδων,

· Τιμῶ πρεπόντως, ὡς τεκνίων Πατέρα.



Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Χριστοφόρος καὶ Εὔφημία ξίφει τελειοῦνται.

Στίχοι

· Τὴν Εὐφημίαν σοὶ συνευφημεῖν ἔγνων,

· Σοὶ συσφαγεῖσαν, χριστόφρον Χριστοφόρε.



Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι θαλλέλαιος καὶ Ἄνθιμος ξίφει τελειοῦνται.

Στίχοι

· θαλλέλαιος Ἄνθιμος ἐκτετμημένοι,

· Ἀειθαλῶς ἀνθοῦσιν ὡς θεία ξύλα.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Κάλλιστος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Κάλλιστος ἐχθρὸν τὸν κάκιστον πτερνίσας,

· Φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος θαδδαῖος, ἐν τροχῷ δεθείς, καὶ κατὰ πρανοὺς ἀφεθείς, τελειοῦται.

Στίχοι

· Κατὰ πρανοὺς θαδδαῖον ὁ τροχὸς στρέφει.

· Φωνὴ δὲ βροντῆς ἐν τροχῷ, ψαλμὸς λέγει.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀγαπίωνος, Σισινίου Ἱερομάρτυρος, καὶ Ἀγαπίου.

Στίχοι

· Ἀπῆλθε, θηρσὶ μὴ βλαβεὶς Ἀγαπίων.

· Τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις

· Εἶχες θύτην με νὺν δέ, καὶ θῦμα ξένον,

· Ἔχεις μὲ Σισίνιον, ἐκ ξίφους Λόγε.

· Ὑπὲρ Θεοῦ, ταθέντος ἐν τῷ Κρανίω,

· Ξίφει σὸν Ἀγάπιε τείνεις κρανίον.



Ταὶς τῶν σῶν ἁγίων πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.



Τῶν Ἀποστόλων



Ὠδὴ ζ'

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρὰ λατρευσμένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».



Ὡραῖοι οἱ σοί, ἐχρημάτισαν σεπτοὶ Φιλῆμον πόδες, τρίβους συντόνως βηματίσαντες, Εὐαγγελίου καὶ ἅπασι, τοὶς πολεμηθείσιν εἰρήνην, ἱερὰν καταγγέλλοντες, καὶ τῶν δαιμόνων τὰς ὁρμᾷς ὑποσκελίσαντες.



Σῶν λόγων φωτί, τῶν Γαζαίων τὸ βαρὺ σκότος ἠλάθη, ἱερουργὸς γὰρ ἱερώτατος, ἐν τούτοις γέγονας ἄριστα, τοὺς πάντας ποιμάνας καὶ μέλπειν, ἐκδιδάξας Ἀπόστολε, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.



Ἐν πρώτοις τῶν σῶν, ἐκοινώνησε καλῶν Γαζαίων πόλις, αὐτῆς γὰρ ὤφθης καὶ πρωτόθρονος, καὶ ἱεράρχης σωτήριος, ὡς ἱεροφάντης Φιλῆμον, ἐκβοᾶν προτρετόμενος, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.



Φιλήσας Χριστόν, τὸν φιλήσαντα βροτοὺς δι' εὐσπλαγχνίαν, τοὺς τὴ φιλία τοῦ ἀλάστορος, μεμισημένους τυγχάνοντας, φίλους ἀπειργάσω Φιλῆμον, τοῦ Θεοῦ ἀναμέλποντας, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Ἰσχὺς ταπεινῶν, καὶ λυχνία φωτεινὴ καὶ θεία τράπεζα, ὄρος καὶ πύλη ἀδιόδευτος, θρόνος Θεοῦ καὶ παλάτιον, ῥάβδος Ἀαρῶν τε καὶ στάμνος, χρυσαυγίζουσα πέφυκας, Χριστὸν τὸ μάννα τῆς ζωῆς, Παρθένε φέρουσα.



Τῆς Μάρτυρος



Οἱ Παῖδες εὐσεβεία

Τὴν κάμινον εἰς δρόσον Νεανίαι, εὐσεβῶς μετέβαλον, δροσιζομένη δὲ λουτρῶ, Κικιλία τοῦ Βαπτίσματος, τὸ φλογίζον τοῦ λουτροῦ ἔφερες ψάλλουσα, ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.



Τιβούρτιος τὴν πλάνην ἀπλανέσι, διδαχαίς σου Πάνσοφε, καταλιπῶν, θείαν στολήν, ἀφθαρσίας ἐπενδύεται, καὶ Χριστοῦ τοὶς Ἀθληταῖς συναριθμεῖται βοῶν, ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Τριαδικὸν

Τρισήλιον ἀκτῖνα ὑπερθέου, Ἀθληταὶ θεότητος ὁμολογοῦντες εὐσεβῶς, τὴν πολύθεον σκοτόμαιναν, ἐσκεδάσατε φωστῆρες χρηματίσαντες, φωταγωγοῦντες, Πιστῶν τάς διανοίας.

Θεοτοκίον

Τὸ Χαίρέ σοὶ βοῶμεν κυησάση, τὴν χαρὰν Πανάχραντε, καὶ τῆς ἀρᾶς πάντας ἡμᾶς, ῥυσαμένη μεσιτεία σου, ἀπειρόγαμε ἁγνὴ τοὺς ἀναμέλποντας, ὁ τῶν Πατέρων, Θεός εὐλογητὸς εἶ.



Τῶν Ἀποστόλων



Ὠδὴ η'

«Τὸν ἐν καμίνῳ τοῦ πυρός, ἐν Βαβυλώνι τους Παίδας τῶν Ἑβραίων, διασώσαντα Θεόν, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».



Λόγον ὡς λύχνον φαεινόν, ἐπανάπτοντα, τὴ σὴ καρδία φέρων, τοὺς τὸ πρὶν ἐσβεσμένους, καὶ ἐν σκοτίᾳ πολλή, κειμένους ἀγνωσίας Ἔνδοξε, πρὸς θεογνωσίας ἐξήγειρας ἡμέραν.



Ἡ ἱερά σου πρὸς Θεόν, ἐκδημία ἱεραῖς ἐμεγαλύνθη, προπομπαὶς Ἀποστόλων, καὶ ἀσωμάτων Νόων, ὧν ἔσχες ἐν γῆ τὸ πολίτευμα, ὡς ἱερομύστης, Φιλῆμον θεηγόρε.



Μύρον ἡδύπνοον σαφῶς, ἀποστάξας ἱερῶν θαυμάτων μάκαρ, εὐωδίασας φρένας, καὶ λογισμοὺς εὐσεβεῖς, καὶ πάθη δυσώδη ἀπήλασας, τῶν ὑπερυψούντων, Χριστὸν σοφὲ Φιλῆμον.



Οἵα ἀστέρες φαεινοί, στερεώματι ἀεὶ τῆς Ἐκκλησίας, διαπρέπουσιν ἅμα, Ἄρχιππος ὁ θαυμαστός, Ἀπφία, Φιλήμων, Ὀνήσιμος, καὶ τὰς διανοίας, ἡμῶν φωταγωγοῦσι.

Θεοτοκίον

Νέος Παράδεισος ἡμῖν, ἡ γαστῆορ σου ἀληθῶς Ἁγνὴ ὠράθη, ζωῆς ξύλον βλαστάνων, καὶ τοὺς θανέντας καρπῶ, τοῦ ξύλου πάλιν πρὸς Παράδεισον, ζωοποιηθέντας, εἰσάγων Θεοτόκε.



Τῆς Μάρτυρος



Θαύματος ὑπερφυοῦς

Θείαις ἑπομβρήσεσι τῶν σῶν θαυμάτων, τῶν παθῶν ἡμῶν ῥύπον ἐκπλύνεις, τοὺς τακέντας καύσωνι, ἀλγηδόνων Μάρτυς σεμνή, ἀναψύχεις, Κικιλία παναοίδιμε, βοῶντας ἐν πίστει καὶ κραυγάζοντας, Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τους αἰῶνας.



Ζεούση τὴ προθυμία γενναιόφρον, τὴν παφλάζουσαν εἰσῆλθες φλόγα, οὐκ ἐφλέχθης ὅλως δέ, ἀλλ' ἐξῆλθες ὡς ἐκ λουτροῦ, ἀφθαρσίας Κικιλία ἀναμέλπουσα, Χριστῷ τῶ τῶν ὅλων βασιλεύοντι, Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.



Θείου Βαλλεριανοῦ τὴν καρτερίαν, Κατεπλάγησαν Ἀγγέλων δῆμοι, ῥαβδισμοὶς γὰρ πάντοθεν, καὶ νιφάσι τῶν αἰκισμῶν, πιεζόμενος ὑπέφερε στερρότατα, συντρίβων ἐχθροὺς καὶ μέλπων ἄριστα, Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Στάμνον σὲ τὸ μάννα κεκτημένην, καὶ τῆς θεότητος ἔγνωμεν Κόρη, κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν θρόνον Θεοῦ, καὶ παλάτιον καὶ γέφυραν μετάγουσαν, πρός θείαν ζωὴν τοὺς ἀναμέλποντας, Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πὺρ τῆς θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν, Διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν, Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».


Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας