Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 18 Νοεμβρίου 2008

ΜΑΡΤΥΡΕΣ ΠΛΑΤΩΝ & ΡΩΜΑΝΟΣ

ΤΗ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ



Μνήμη τῶν Ἁγίων Μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ.

Τὴ ἀσκήσει πυρούμενος, τὴ ἀθλήσει στομούμενος, ταὶς πολλαὶς κολάσεσι λιπαινόμενος, ξίφος γεγένησαι δίστομον, συγκόπτον τὰς φάλαγγας, τῶν δαιμόνων Ῥωμανέ, Ἀθλητῶν ἐγκαλλώπισμα, θεῖον καύχημα, τῆς σεπτῆς Ἐκκλησίας ὡραιότης, τῶν ἐν αἵματι ἰδίω, τελειωθέντων πανεύφημε.
Ἀναρτήσει ξεόμενος, καὶ εἱρκτὴ συγκλειόμενος, καὶ τὴν γλῶσσαν ἔνδοξε ἀφαιρούμενος, καὶ παρειὰς συντριβόμενος, καὶ τέλος μακάριον, τὴ βιαία πνιγμονή, Ἀθλοφόρε δεχόμενος, ἀπερίτρεπτος, ἀταπείνωτος ὤφθης συνεργεῖα, Ῥωμανὲ Πνεύματος θείου, ὅθεν πιστῶς εὐφημούμέν σε.
Ῥητορεύει τὸ νήπιον, καὶ ἐκπλήττει τοὺς ἄφρονας, καὶ σεπταὶς ἐνστάσεσιν ὡραϊζεται, καὶ τελειώσει λαμπρύνεται, πλουτῆσαν τὴν εὔκλειαν, τῶν Ἁγίων Ἀθλητῶν, ὧν τὸν ζῆλον ἐκτήσατο, ἀξιάγαστε, Ῥωμανὲ γενναιόφρον, μεθ' οὗ λύσιν, ὀφλημάτων ἡμῖν πᾶσι, καταπεμφθῆναι ἱκέτευε.
Φοβερὰ καὶ παράδοξα, τὰ τρόπαια Κύριε τοῦ Μάρτυρός σου, τῶν γὰρ ἀλιέων ζηλώσας τὴν παρρησίαν, καὶ τὴν Σκηνορράφου θεολογίαν, τὴν Πλάτωνος μυθολογίαν, καὶ τὴν Στωϊκὴν φλυαρίαν, λόγοις καὶ ἔργοις κατέρραξετήν δορὰν ἀποδαρείς, καὶ τὴν κάραν ἐκτμηθείς, τὴ χύσει τῶν αἱμάτων αὐτοῦ, τὸν ἐχθρὸν ἀπέπνιξεν, Ἀλλ' ὧ Μαρτύρων τὸ κλέος, ὁ παρρησία κηρύξας τὸ ὄνομα Χριστοῦ τὸ μέγα, αἴτησαι θαυματουργέ, Πλάτων παμμακάριστε, ταὶς ψυχαὶς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Τὴ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Πλάτωνος.
· Μικροῦ λαθῶν παρῆλθεν ἡμᾶς ὁ πλάτων,
· Πλάτων ἐκεῖνος, ὃν πλατὺ κτείνει ξίφος.
· Ὀγδοάτη δεκάτη τε Πλάτωνα ἄορ κατέπεφνεν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ.
· Τὸ καρτερόφρον Ῥωμανοῦ πᾷς θαυμάσει.
· Σὺν χαρμονὴ γὰρ πνιγμονὴν ἐκαρτέρει.
Τὴ αὐτὴ ἡμέρα, τὸ Ἅγιον νήπιον, ἐρωτηθὲν παρὰ τοῦ Ἐπάρχου, ποῖον δεῖ σέβειν Θεόν, καὶ εἰπόν, Τὸν Χριστόν, ξίφει τελειοῦται.
· Κόλπους Ἀβραὰμ νήπιον λαχὸν ξίφει,
· Τοὶς Βηθλεὲμ σύνεδρον ὤφθη νηπίοις.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου ἄρτυρος Ῥωμανοῦ Διακόνου, τοῦ Παλαιστινοῦ.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζακχαίου, Διακόνου τῆς ἐν Γαδείροις Ἐκκλησίας, καὶ Ἀλφαίου.
· Ζακχαῖος ἐκχεῖ πλοῦτον ὁ πρὶν ἡμίση.

· Ὁ νὺν δέ, Σωτήρ, αἷμα χεῖ πᾶν ἐκ ξίφους.

· Ἀλφαῖε καρτέρησον, εἰτέμνη κάραν,

· Καὶ κλῆρον ἔξεις τὴν ἄτμητον Τριάδα.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Βιβλιογραφία
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας